Humanitext Reader

柏拉图 · 会饮篇 §183

雅典风俗的矛盾与高尚之爱的条件

第 8 段,共 36 段 · 希腊语

内容简介

保萨尼亚斯指出雅典恋爱风俗中的矛盾现象:一方面爱人的狂热行为受到社会容许和赞许,另一方面少年们却受到家长的严密监控和同伴的指责;他指出恋爱本身并无好坏之分,唯有以美妙的方式去爱高尚的灵魂才是持久而美好的。

§183ἐνθυμηθέντι γὰρ ὅτι λέγεται κάλλιον τὸ φανερῶς ἐρᾶν τοῦ λάθρᾳ, καὶ μάλιστα τῶν γενναιοτάτων καὶ ἀρίστων, κἂν αἰσχίους ἄλλων ὦσι, καὶ ὅτι αὖ ἡ παρακέλευσις τῷ ἐρῶντι παρὰ πάντων θαυμαστή, οὐχ ὥς τι αἰσχρὸν ποιοῦντι, καὶ ἑλόντι τε καλὸν δοκεῖ εἶναι καὶ μὴ ἑλόντι αἰσχρόν, καὶ πρὸς τὸ ἐπιχειρεῖν ἑλεῖν ἐξουσίαν ὁ νόμος δέδωκε τῷ ἐραστῇ θαυμαστὰ ἔργα ἐργαζομένῳ ἐπαινεῖσθαι, ἃ εἴ τις τολμῴη ποιεῖν ἄλλʼ ὁτιοῦν διώκων καὶ βουλόμενος διαπράξασθαι πλὴν τοῦτο, φιλοσοφίας τὰ μέγιστα καρποῖτʼ ἂν ὀνείδη—εἰ γὰρ ἢ χρήματα βουλόμενος παρά του λαβεῖν ἢ ἀρχὴν ἄρξαι ἤ τινα ἄλλην δύναμιν ἐθέλοι ποιεῖν οἷάπερ οἱ ἐρασταὶ πρὸς τὰ παιδικά, ἱκετείας τε καὶ ἀντιβολήσεις ἐν ταῖς δεήσεσιν ποιούμενοι, καὶ ὅρκους ὀμνύντες, καὶ κοιμήσεις ἐπὶ θύραις, καὶ ἐθέλοντες δουλείας δουλεύειν οἵας οὐδʼ ἂν δοῦλος οὐδείς, ἐμποδίζοιτο ἂν μὴ πράττειν οὕτω τὴν πρᾶξιν καὶ ὑπὸ φίλων καὶ ὑπὸ ἐχθρῶν, τῶν μὲν ὀνειδιζόντων κολακείας καὶ ἀνελευθερίας, τῶν δὲ νουθετούντων καὶ αἰσχυνομένων ὑπὲρ αὐτῶν—τῷ δʼ ἐρῶντι πάντα ταῦτα ποιοῦντι χάρις ἔπεστι, καὶ δέδοται ὑπὸ τοῦ νόμου ἄνευ ὀνείδους πράττειν, ὡς πάγκαλόν τι πρᾶγμα διαπραττομένου· ὃ δὲ δεινότατον, ὥς γε λέγουσιν οἱ πολλοί, ὅτι καὶ ὀμνύντι μόνῳ συγγνώμη παρὰ θεῶν ἐκβάντι τῶν ὅρκων—ἀφροδίσιον γὰρ ὅρκον οὔ φασιν εἶναι· οὕτω καὶ οἱ θεοὶ καὶ οἱ ἄνθρωποι πᾶσαν ἐξουσίαν πεποιήκασι τῷ ἐρῶντι, ὡς ὁ νόμος φησὶν ὁ ἐνθάδε—ταύτῃ μὲν οὖν οἰηθείη ἄν τις πάγκαλον νομίζεσθαι ἐν τῇδε τῇ πόλει καὶ τὸ ἐρᾶν καὶ τὸ φίλους γίγνεσθαι τοῖς ἐρασταῖς.
因为,如果考虑到人们说公开的爱比隐秘的爱更美好,特别是爱那些最高贵、最优秀的人,即使他们比别人更丑陋,并且,众人对爱者的鼓励也是令人惊叹的,并不像是在对待一个做着可耻之事的人,且如果他追求成功,这就被认为是美好的,如果不成功,就被认为是可耻的,且为了尝试追求成功,法律赋予了爱者去做那些令人惊叹的事并获得赞许的自由,如果有人为了追求和渴望达成除此以外的任何其他目的而敢于做出同样的事,他将会从哲学中收获极大的指责——因为,如果有人出于想要从某人那里获得金钱,或者担任官职,或者获得某种其他权力的渴望,而愿意做出爱人们对被爱青年所做的那种事,即在请求中进行哀求和恳求、宣誓、在门前露宿,并甘愿承受连奴隶都不会承受的奴役,他将会被朋友和敌人都阻拦去这样做,敌人会指责他阿谀奉承和没有骨气,朋友们则会劝诫他并为他感到羞愧——但对做这一切的爱者来说,却伴随着一种恩宠,且法律允许他毫无耻辱地这样做,仿佛他正在成就一件极美妙的事;而最奇妙的是,正如多数人所说,只有当他宣誓后违背誓言时,神明才会给予宽恕——因为人们说恋爱的誓言并不算作誓言;如此,无论神明还是人类都赋予了爱者一切自由,正如我们这里的法律所言——因此,从这一方面来看,人们会认为在这个城邦里,恋爱以及同爱人结为好友,都被看作是极美好的事。
ἐπειδὰν δὲ παιδαγωγοὺς ἐπιστήσαντες οἱ πατέρες τοῖς ἐρωμένοις μὴ ἐῶσι διαλέγεσθαι τοῖς ἐρασταῖς, καὶ τῷ παιδαγωγῷ ταῦτα προστεταγμένα ᾖ, ἡλικιῶται δὲ καὶ ἑταῖροι ὀνειδίζωσιν ἐάν τι ὁρῶσιν τοιοῦτον γιγνόμενον, καὶ τοὺς ὀνειδίζοντας αὖ οἱ πρεσβύτεροι μὴ διακωλύωσι μηδὲ λοιδορῶσιν ὡς οὐκ ὀρθῶς λέγοντας, εἰς δὲ ταῦτά τις αὖ βλέψας ἡγήσαιτʼ ἂν πάλιν αἴσχιστον τὸ τοιοῦτον ἐνθάδε νομίζεσθαι.
但当父亲们为被爱的少年指派了监护人,不准许他们与爱者交谈,并且这也成了给监护人的命令,而同龄人和同伴们若看到有此类事情发生就予以指责,并且年长者也不去制止或责备那些指责的人,说他们说得不对,若有人转向看着这些现象,又会认为此类事情在这里被视作最可耻的。
τὸ δὲ οἶμαι ὧδʼ ἔχει· οὐχ ἁπλοῦν ἐστιν, ὅπερ ἐξ ἀρχῆς ἐλέχθη οὔτε καλὸν εἶναι αὐτὸ καθʼ αὑτὸ οὔτε αἰσχρόν, ἀλλὰ καλῶς μὲν πραττόμενον καλόν, αἰσχρῶς δὲ αἰσχρόν.
但我认为,事情其实是这样的:它并不简单,正如起初所说的那样,它本身既非美好也非可耻,而是:行得美妙便美好,行得丑恶便可耻。
αἰσχρῶς μὲν οὖν ἐστι πονηρῷ τε καὶ πονηρῶς χαρίζεσθαι, καλῶς δὲ χρηστῷ τε καὶ καλῶς.
所谓丑恶,就是以丑恶的方式向卑劣的人献好;所谓美好,就是以美好的方式向高尚的人献好。
πονηρὸς δʼ ἐστὶν ἐκεῖνος ὁ ἐραστὴς ὁ πάνδημος, ὁ τοῦ σώματος μᾶλλον ἢ τῆς ψυχῆς ἐρῶν· καὶ γὰρ οὐδὲ μόνιμός ἐστιν, ἅτε οὐδὲ μονίμου ἐρῶν πράγματος.
而那个俗世的爱人就是卑劣的,因为他爱肉体过于爱灵魂;实际上,他也绝非持久,因为他所爱的并非持久之物。
ἅμα γὰρ τῷ τοῦ σώματος ἄνθει λήγοντι, οὗπερ ἤρα, οἴχεται ἀποπτάμενος, πολλοὺς λόγους καὶ ὑποσχέσεις καταισχύνας· ὁ δὲ τοῦ ἤθους χρηστοῦ ὄντος ἐραστὴς διὰ βίου μένει, ἅτε μονίμῳ συντακείς.
因为一旦他所爱的肉体之花凋谢,他便飞走消失了,辜负了先前的许多甜言蜜语和承诺;但那爱慕高尚品格的爱人则终生不渝,因为他与那持久不衰的东西融合在了一起。

词汇与语法注释

  1. 182eἐνθυμηθέντι — 句首的与格分词 `ἐνθυμηθέντι` 起到“判断与格”(对于思考的人而言)的作用,实际上呼应了183c中主句 `οἰηθείη ἄν τις`(有人会认为)的主语 `τις`。由于在到达主句之前插入了极长的 ὅτι 从句和条件句,使得其在语法上与主句主语的呼应显得较为松散。
  2. 183aφιλοσοφίας τὰ μέγιστα καρποῖτʼ ἂν ὀνείδη — `φιλοσοφίας` 可以被解释为来源属格(“从哲学中”),或者指代追求智慧之人的群体。动词 `καρπόομαι`(收获果实)与具有否定意味的宾语 `ὀνείδη`(指责、耻辱)搭配,是一种反讽的表达法(“收获了极大的指责之果”)。
  3. 183eοἴχεται ἀποπτάμενος — 动词 `οἴχομαι`(离去)与不定过去时分词 `ἀποπτάμενος`(飞走)连用,是一个惯用表达,用以强调动作的迅速完成和立即消失(“飞走而遁形”)。

引用这一段

柏拉图, 会饮篇 §183. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:183

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。