Humanitext Reader

柏拉图 · 会饮篇 §179-180

爱的自我牺牲与两种爱神的区分

第 6 段,共 36 段 · 希腊语

内容简介

斐德若通过阿尔刻斯提斯和阿喀琉斯的流传神话,阐述了由爱神激发的勇气与自我牺牲之美德。随后,帕萨尼亚斯开始演讲,指出爱神实际上分为“天上的”和“俗世的”两种。

§179ἐρῶν γὰρ ἀνὴρ ὑπὸ παιδικῶν ὀφθῆναι ἢ λιπὼν τάξιν ἢ ὅπλα ἀποβαλὼν ἧττον ἂν δήπου δέξαιτο ἢ ὑπὸ πάντων τῶν ἄλλων, καὶ πρὸ τούτου τεθνάναι ἂν πολλάκις ἕλοιτο.
因为一个恋爱中的男人,宁愿被其他所有人看见他脱离队伍或丢弃武器,也绝不愿被他心爱的青年看见,为了避免这一点,他甚至会宁可选择死上多次。
καὶ μὴν ἐγκαταλιπεῖν γε τὰ παιδικὰ ἢ μὴ βοηθῆσαι κινδυνεύοντι— οὐδεὶς οὕτω κακὸς ὅντινα οὐκ ἂν αὐτὸς ὁ Ἔρως ἔνθεον ποιήσειε πρὸς ἀρετήν, ὥστε ὅμοιον εἶναι τῷ ἀρίστῳ φύσει·
而且,至于遗弃心爱的青年,或者在他身处险境时不加援助——绝没有一个人会卑劣到如此地步,以至于爱神本人都无法赋予他通往德行的神圣灵感,使他变得与天生最优秀的人一样。
καὶ ἀτεχνῶς, ὃ ἔφη Ὅμηρος, "μένος ἐμπνεῦσαι" ἐνίοις τῶν ἡρώων τὸν θεόν, τοῦτο ὁ Ἔρως τοῖς ἐρῶσι παρέχει γιγνόμενον παρʼ αὑτοῦ.
简直正如荷马所说,神向某些英雄“灌注了力量”,爱神也把这件由他自身产生的事赐予了恋爱中的人。
καὶ μὴν ὑπεραποθνῄσκειν γε μόνοι ἐθέλουσιν οἱ ἐρῶντες, οὐ μόνον ὅτι ἄνδρες, ἀλλὰ καὶ αἱ γυναῖκες.
此外,唯有恋爱中的人肯为他人牺牲生命,这不仅限于男子,连女子也是如此。
τούτου δὲ καὶ ἡ Πελίου θυγάτηρ Ἄλκηστις ἱκανὴν μαρτυρίαν παρέχεται ὑπὲρ τοῦδε τοῦ λόγου εἰς τοὺς Ἕλληνας, ἐθελήσασα μόνη ὑπὲρ τοῦ αὑτῆς ἀνδρὸς ἀποθανεῖν, ὄντων αὐτῷ πατρός τε καὶ μητρός, οὓς ἐκείνη τοσοῦτον ὑπερεβάλετο τῇ φιλίᾳ διὰ τὸν ἔρωτα, ὥστε ἀποδεῖξαι αὐτοὺς ἀλλοτρίους ὄντας τῷ ὑεῖ καὶ ὀνόματι μόνον προσήκοντας, καὶ τοῦτʼ ἐργασαμένη τὸ ἔργον οὕτω καλὸν ἔδοξεν ἐργάσασθαι οὐ μόνον ἀνθρώποις ἀλλὰ καὶ θεοῖς, ὥστε πολλῶν πολλὰ καὶ καλὰ ἐργασαμένων εὐαριθμήτοις δή τισιν ἔδοσαν τοῦτο γέρας οἱ θεοί, ἐξ Ἅιδου ἀνεῖναι πάλιν τὴν ψυχήν, ἀλλὰ τὴν ἐκείνης ἀνεῖσαν ἀγασθέντες τῷ ἔργῳ·
关于这一点,佩利亚斯的女儿阿尔刻斯提斯在希腊人中为这个论点提供了充分的证据:她甘愿独自为自己的丈夫去死,尽管丈夫还有父亲和母亲,但由于爱,她在爱意上大大超越了他们,以至于表明他们对儿子来说只是外人,徒有亲属之名。 她做出了这件事,不仅在人类看来,甚至在诸神看来都是如此美好,以至于尽管有许多人做过许多美好的事,诸神只赐予了极少数人这样一种殊荣——让他们的灵魂从哈得斯那里重新回来,但因对她的行为深感钦佩,诸神让她的灵魂回来了。
οὕτω καὶ θεοὶ τὴν περὶ τὸν ἔρωτα σπουδήν τε καὶ ἀρετὴν μάλιστα τιμῶσιν.
这样,诸神也最看重关于爱的热情与美德。
Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου, φάσμα δείξαντες τῆς γυναικὸς ἐφʼ ἣν ἧκεν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαι ἐδόκει, ἅτε ὢν κιθαρῳδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνῄσκειν ὥσπερ Ἄλκηστις, ἀλλὰ διαμηχανᾶσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου.
相反,对于俄阿格罗斯之子俄耳甫斯,诸神却让他一无所得地离开哈得斯,只向他展示了他为之而来的妻子的幻影,却没有把她本人交给他,因为在诸神看来他显得软弱无能,毕竟他只是个弹琴艺人,不敢像阿尔刻斯提斯那样为了爱去死,而是百般设法生前进入哈得斯。
τοιγάρτοι διὰ ταῦτα δίκην αὐτῷ ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν γενέσθαι, οὐχ ὥσπερ Ἀχιλλέα τὸν τῆς Θέτιδος ὑὸν ἐτίμησαν καὶ εἰς μακάρων νήσους ἀπέπεμψαν, ὅτι πεπυσμένος παρὰ τῆς μητρὸς ὡς ἀποθανοῖτο ἀποκτείνας Ἕκτορα, μὴ ποιήσας δὲ τοῦτο οἴκαδε ἐλθὼν γηραιὸς τελευτήσοι, ἐτόλμησεν ἑλέσθαι βοηθήσας τῷ ἐραστῇ Πατρόκλῳ καὶ τιμωρήσας οὐ μόνον ὑπεραποθανεῖν ἀλλὰ καὶ ἐπαποθανεῖν τετελευτηκότι·
因此,为此诸神惩罚了他,使他的死丧生于妇人之手,诸神并没有像对待忒提斯之子阿喀琉斯那样器重他,并把他送往幸福之岛;因为阿喀琉斯从母亲那里得知,如果他杀掉赫克托耳,自己就会死,如果不这样做,就能回到家乡老死,但他仍然毅然选择去救援并为他的爱人帕特罗克洛斯复仇,不仅为之牺牲,甚至在对方死后殉情而死。
ὅθεν δὴ καὶ ὑπεραγασθέντες οἱ θεοὶ διαφερόντως αὐτὸν ἐτίμησαν, ὅτι τὸν ἐραστὴν οὕτω περὶ πολλοῦ ἐποιεῖτο.
因此,诸神极度赞赏,给予了他格外的尊崇,因为他如此珍视他的爱人。
§180Αἰσχύλος δὲ φλυαρεῖ φάσκων Ἀχιλλέα Πατρόκλου ἐρᾶν, ὃς ἦν καλλίων οὐ μόνον Πατρόκλου ἀλλʼ ἅμα καὶ τῶν ἡρώων ἁπάντων, καὶ ἔτι ἀγένειος, ἔπειτα νεώτερος πολύ, ὥς φησιν Ὅμηρος.
埃斯库罗斯声称阿喀琉斯是帕特罗克洛斯的爱人,这纯属胡说八道,因为阿喀琉斯不仅比帕特罗克洛斯更美,而且比所有的英雄都要美,并且还没有长胡子,正如荷马所说,他要年轻得多。
ἀλλὰ γὰρ τῷ ὄντι μάλιστα μὲν ταύτην τὴν ἀρετὴν οἱ θεοὶ τιμῶσιν τὴν περὶ τὸν ἔρωτα, μᾶλλον μέντοι θαυμάζουσιν καὶ ἄγανται καὶ εὖ ποιοῦσιν ὅταν ὁ ἐρώμενος τὸν ἐραστὴν ἀγαπᾷ, ἢ ὅταν ὁ ἐραστὴς τὰ παιδικά.
然而实际上,虽然诸神极看重这关于爱的德行,但当被爱者眷恋爱人时,他们却比当爱人眷恋被爱者时更为惊叹、赞赏并给予恩惠。
θειότερον γὰρ ἐραστὴς παιδικῶν· ἔνθεος γάρ ἐστι.
因为爱人比被爱者更为神圣,因为他有神灵附身。
διὰ ταῦτα καὶ τὸν Ἀχιλλέα τῆς Ἀλκήστιδος μᾶλλον ἐτίμησαν, εἰς μακάρων νήσους ἀποπέμψαντες.
由于这些原因,他们也比阿尔刻斯提斯更器重阿喀琉斯,把他送到了幸福之岛。
οὕτω δὴ ἔγωγέ φημι ἔρωτα θεῶν καὶ πρεσβύτατον καὶ τιμιώτατον καὶ κυριώτατον εἶναι εἰς ἀρετῆς καὶ εὐδαιμονίας κτῆσιν ἀνθρώποις καὶ ζῶσι καὶ τελευτήσασιν.
因此,我的确主张,在诸神之中,埃罗斯是最古老、最尊贵、也是人类不论生前还是死后获得美德与幸福的最主宰的神。
Φαῖδρον μὲν τοιοῦτόν τινα λόγον ἔφη εἰπεῖν, μετὰ δὲ Φαῖδρον ἄλλους τινὰς εἶναι ὧν οὐ πάνυ διεμνημόνευε· οὓς παρεὶς τὸν Παυσανίου λόγον διηγεῖτο.
阿里斯托德莫斯说,斐德若大致作了这样一番演讲,在斐德若之后还有其他几个人,他记不太清了;因此跳过他们,他开始叙述帕萨尼亚斯的演讲。
εἰπεῖν δʼ αὐτὸν ὅτι οὐ καλῶς μοι δοκεῖ, ὦ Φαῖδρε, προβεβλῆσθαι ἡμῖν ὁ λόγος, τὸ ἁπλῶς οὕτως παρηγγέλθαι ἐγκωμιάζειν ἔρωτα.
据说帕萨尼亚斯这样说:“斐德若,在我看来,我们被简单地要求去颂扬埃罗斯,这种论题提出来的方式并不太妥当。
εἰ μὲν γὰρ εἷς ἦν ὁ Ἔρως, καλῶς ἂν εἶχε, νῦν δὲ οὐ γάρ ἐστιν εἷς·
如果埃罗斯是单一的,那自然很好,但现在他并非单一。
μὴ ὄντος δὲ ἑνὸς ὀρθότερόν ἐστι πρότερον προρρηθῆναι ὁποῖον δεῖ ἐπαινεῖν.
既然不是单一的,那么更正确的做法是先说清楚应当赞美哪一种。
ἐγὼ οὖν πειράσομαι τοῦτο ἐπανορθώσασθαι, πρῶτον μὲν ἔρωτα φράσαι ὃν δεῖ ἐπαινεῖν, ἔπειτα ἐπαινέσαι ἀξίως τοῦ θεοῦ.
因此,我将试图予以纠正,首先说明应当赞美哪一个埃罗斯,然后以配得上这位神的方式来赞美他。
πάντες γὰρ ἴσμεν ὅτι οὐκ ἔστιν ἄνευ Ἔρωτος Ἀφροδίτη.
因为我们都知道,没有阿佛洛狄忒就没有埃罗斯。
μιᾶς μὲν οὖν οὔσης εἷς ἂν ἦν Ἔρως· ἐπεὶ δὲ δὴ δύο ἐστόν, δύο ἀνάγκη καὶ Ἔρωτε εἶναι.
如果她只有一个,那埃罗斯也只有一个;但既然实际上有两个,那么必然也有两个埃罗斯。
πῶς δʼ οὐ δύο τὼ θεά;
又怎么会没有两个女神呢?
ἡ μέν γέ που πρεσβυτέρα καὶ ἀμήτωρ Οὐρανοῦ θυγάτηρ, ἣν δὴ καὶ Οὐρανίαν ἐπονομάζομεν· ἡ δὲ νεωτέρα Διὸς καὶ Διώνης, ἣν δὴ Πάνδημον καλοῦμεν.
一个显然是较年长、没有母亲的乌拉诺斯之女,我们称她为乌拉尼亚;另一个是较年轻的、宙斯和狄俄涅之女,我们称她为潘得摩斯。
ἀναγκαῖον δὴ καὶ ἔρωτα τὸν μὲν τῇ ἑτέρᾳ συνεργὸν Πάνδημον ὀρθῶς καλεῖσθαι, τὸν δὲ Οὐράνιον.
因此,与前一位女神协同工作的埃罗斯必然应当被正确地称为潘得摩斯,而与后一位协同工作的则被称为乌拉尼奥斯。
ἐπαινεῖν μὲν οὖν δεῖ πάντας θεούς, ἃ δʼ οὖν ἑκάτερος εἴληχε πειρατέον εἰπεῖν.
当然,所有的神都应当赞美,但我们应该试着阐明他们各自所分得的职责。
πᾶσα γὰρ πρᾶξις ὧδʼ ἔχει· αὐτὴ ἐφʼ ἑαυτῆς πραττομένη οὔτε καλὴ οὔτε αἰσχρά.
因为一切行为都是如此:其本身被行使时,既非美好,也非丑恶。 ”

词汇与语法注释

  1. 179aἐρῶν γὰρ ἀνὴρ ὑπὸ παιδικῶν ὀφθῆναι ἢ λιπὼν τάξιν ἢ ὅπλα ἀποβαλὼν ἧττον ἂν δήπου δέξαιτο — 被动不定式 `ὀφθῆναι` 用作动词 `δέξαιτο`(“接受、甘愿”)的宾语。其逻辑主语与主句主语 `ἐρῶν ἀνὴρ` 一致,因而省略。后文的代格分词 `λιπὼν` 和 `ἀποβαλὼν` 均为与该主语一致的主格。
  2. 179bοὐδεῖς οὕτω κακὸς ὅντινα οὐκ ἂν αὐτὸς ὁ Ἔρως ἔνθεον ποιήσειε — 在关系代词 `ὅντινα` 引导的从句中,助词 `ἄν` 与祈愿式 `ποιήσειε` 连用,表示潜在的可能性或假设性的结果,其作用类似于表结果的 `οὕτω... ὥστε` 结构。
  3. 179cὥστε ἀποδεῖξαι αὐτοὺς ἀλλοτρίους ὄντας τῷ ὑεῖ καὶ ὀνόματι μόνον προσήκοντας — 在由 `ὥστε` 引导的不定式从句中,`ἀποδεῖξαι` 的逻辑主语是阿尔刻斯提斯(与主句主语相同,故省略),而 `αὐτούς`(父母)则是其宾格宾语。现在分词 `ὄντας` 和 `προσήκοντας` 用作宾语补足语(谓语性用法),与 `αὐτούς` 一致。
  4. 180cτὸ ἁπλῶς οὕτως παρηγγέλθαι ἐγκωμιάζειν ἔρωτα — 冠词性不定式短语 `τὸ ... παρηγγέλθαι`(被动完成时不定式)用作同位语,具体解释了前文主语性从句 `οὐ καλῶς ... προβεβλῆσθαι ἡμῖν τὸν λόγον` 的实际内容。

引用这一段

柏拉图, 会饮篇 §179-180. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:179-180

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。