Humanitext Reader

柏拉图 · 会饮篇 §177-178

赞颂爱神的提议与斐德若关于古老爱神的演说

第 5 段,共 36 段 · 希腊语

内容简介

埃里希马库斯向众人提议轮流发表颂扬爱神埃罗斯的演说并获得一致赞同。首位发言的斐德若指出埃罗斯是诸神中最古老的一员,并阐述了爱人与被爱者之间的羞耻心和荣誉感如何激励个人与城邦做出伟大而高尚的功绩。

§177φάναι δὴ πάντας καὶ βούλεσθαι καὶ κελεύειν αὐτὸν εἰσηγεῖσθαι.
阿里斯托德莫斯说,大家一致表示赞同,并催促埃里希马库斯提出建议。
εἰπεῖν οὖν τὸν Ἐρυξίμαχον ὅτι ἡ μέν μοι ἀρχὴ τοῦ λόγου ἐστὶ κατὰ τὴν Εὐριπίδου Μελανίππην· οὐ γὰρ ἐμὸς ὁ μῦθος, ἀλλὰ Φαίδρου τοῦδε, ὃν μέλλω λέγειν.
于是埃里希马库斯说:“我谈话的开端类似于欧里庇得斯的《梅拉尼佩》;因为我要讲的故事不是我自己的,而是这位斐德若的。
Φαῖδρος γὰρ ἑκάστοτε πρός με ἀγανακτῶν λέγει οὐ δεινόν, φησίν, ὦ Ἐρυξίμαχε, ἄλλοις μέν τισι θεῶν ὕμνους καὶ παίωνας εἶναι ὑπὸ τῶν ποιητῶν πεποιημένους, τῷ δὲ Ἔρωτι, τηλικούτῳ ὄντι καὶ τοσούτῳ θεῷ, μηδὲ ἕνα πώποτε τοσούτων γεγονότων ποιητῶν πεποιηκέναι μηδὲν ἐγκώμιον;
斐德若总是气愤地对我说:‘埃里希马库斯,难道这不是很过分吗? 诗人给其他某些神写了赞美诗和凯歌,但对于爱神埃罗斯这样一个如此伟大、如此重要的神,在那么多已经出现的诗人中,居然从来没有任何人写过哪怕一篇颂词?
εἰ δὲ βούλει αὖ σκέψασθαι τοὺς χρηστοὺς σοφιστάς, Ἡρακλέους μὲν καὶ ἄλλων ἐπαίνους καταλογάδην συγγράφειν, ὥσπερ ὁ βέλτιστος Πρόδικος—καὶ τοῦτο μὲν ἧττον καὶ θαυμαστόν, ἀλλʼ ἔγωγε ἤδη τινὶ ἐνέτυχον βιβλίῳ ἀνδρὸς σοφοῦ, ἐν ᾧ ἐνῆσαν ἅλες ἔπαινον θαυμάσιον ἔχοντες πρὸς ὠφελίαν, καὶ ἄλλα τοιαῦτα συχνὰ ἴδοις ἂν ἐγκεκωμιασμένα—τὸ οὖν τοιούτων μὲν πέρι πολλὴν σπουδὴν ποιήσασθαι, ἔρωτα δὲ μηδένα πω ἀνθρώπων τετολμηκέναι εἰς ταυτηνὶ τὴν ἡμέραν ἀξίως ὑμνῆσαι· ἀλλʼ οὕτως ἠμέληται τοσοῦτος θεός.
如果你再愿意看一看那些优秀的智者,他们用散文撰写赫拉克勒斯等人的赞辞,就像优秀的普罗迪科斯那样——这还不算太奇怪,但我自己最近读到过一位智者的书,里面对盐的作用大加赞美,你还可以看到其他许多诸如此类微不足道的东西受到热烈颂扬——然而,人们对这些东西如此热心,直到今天却还没有一个人类敢于以配得上爱神的方式来歌颂他,以至于这样一位伟大的神受到了如此的冷落。
ταῦτα δή μοι δοκεῖ εὖ λέγειν Φαῖδρος.
’在我看来,斐德若这些话说得对。
ἐγὼ οὖν ἐπιθυμῶ ἅμα μὲν τούτῳ ἔρανον εἰσενεγκεῖν καὶ χαρίσασθαι, ἅμα δʼ ἐν τῷ παρόντι πρέπον μοι δοκεῖ εἶναι ἡμῖν τοῖς παροῦσι κοσμῆσαι τὸν θεόν.
因此,我既渴望向他提供一份(话语的)份子钱,让他高兴,同时也觉得,在当前的场合下,由我们在座的这些人来赞颂这位神是合适的事情。
εἰ οὖν συνδοκεῖ καὶ ὑμῖν, γένοιτʼ ἂν ἡμῖν ἐν λόγοις ἱκανὴ διατριβή·
如果你们也同意,我们用谈话就能度过一个非常充实的时光。
δοκεῖ γάρ μοι χρῆναι ἕκαστον ἡμῶν λόγον εἰπεῖν ἔπαινον Ἔρωτος ἐπὶ δεξιὰ ὡς ἂν δύνηται κάλλιστον, ἄρχειν δὲ Φαῖδρον πρῶτον, ἐπειδὴ καὶ πρῶτος κατάκειται καὶ ἔστιν ἅμα πατὴρ τοῦ λόγου.
因为我认为我们每个人都应该按照从左到右的顺序,尽可能美妙地发表一篇赞美埃罗斯的演讲,并且由斐德若第一个开始,因为他坐在第一位,同时也是这个话题的父亲。
οὐδείς σοι, ὦ Ἐρυξίμαχε, φάναι τὸν Σωκράτη, ἐναντία ψηφιεῖται.
”“埃里希马库斯,”苏格拉底说,“没有人会投反对票的。
οὔτε γὰρ ἄν που ἐγὼ ἀποφήσαιμι, ὃς οὐδέν φημι ἄλλο ἐπίστασθαι ἢ τὰ ἐρωτικά, οὔτε που Ἀγάθων καὶ Παυσανίας, οὐδὲ μὴν Ἀριστοφάνης, ᾧ περὶ Διόνυσον καὶ Ἀφροδίτην πᾶσα ἡ διατριβή, οὐδὲ ἄλλος οὐδεὶς τουτωνὶ ὧν ἐγὼ ὁρῶ.
因为我自己当然不会拒绝,我自称除了爱欲之外什么都不懂;阿伽通和帕萨尼亚斯肯定不会拒绝,致力于狄奥尼索斯和阿佛洛狄忒事业的阿里斯托芬更不会,我所看到的在座的其他人也不会。
καίτοι οὐκ ἐξ ἴσου γίγνεται ἡμῖν τοῖς ὑστάτοις κατακειμένοις· ἀλλʼ ἐὰν οἱ πρόσθεν ἱκανῶς καὶ καλῶς εἴπωσιν, ἐξαρκέσει ἡμῖν.
不过,对于我们这些坐在最后的人来说,这可能是不公平的;但如果前面的人讲得足够好、足够美妙,我们也心满意足了。
ἀλλὰ τύχῃ ἀγαθῇ καταρχέτω Φαῖδρος καὶ ἐγκωμιαζέτω τὸν ἔρωτα.
祝好运,让斐德若开始并颂扬爱欲吧。
ταῦτα δὴ καὶ οἱ ἄλλοι πάντες ἄρα συνέφασάν τε καὶ ἐκέλευον ἅπερ ὁ Σωκράτης.
”众人听了,也都表示同意,并像苏格拉底一样催促他。
πάντων μὲν οὖν ἃ ἕκαστος εἶπεν, οὔτε πάνυ ὁ Ἀριστόδημος ἐμέμνητο οὔτʼ αὖ ἐγὼ ἃ ἐκεῖνος ἔλεγε πάντα· ἃ δὲ μάλιστα καὶ ὧν ἔδοξέ μοι ἀξιομνημόνευτον, τούτων ὑμῖν ἐρῶ ἑκάστου τὸν λόγον.
至于每个人说的所有话,阿里斯托德莫斯并没有完全记住,而我也不可能完全记得他对我说的所有话;但我会把其中最主要、最值得纪念的每个人的演讲讲给你们听。
§178πρῶτον μὲν γάρ, ὥσπερ λέγω, ἔφη Φαῖδρον ἀρξάμενον ἐνθένδε ποθὲν λέγειν, ὅτι μέγας θεὸς εἴη ὁ Ἔρως καὶ θαυμαστὸς ἐν ἀνθρώποις τε καὶ θεοῖς, πολλαχῇ μὲν καὶ ἄλλῃ, οὐχ ἥκιστα δὲ κατὰ τὴν γένεσιν.
首先,就像我所说,阿里斯托德莫斯说斐德若大约是从这里开始讲的:埃罗斯是一个在人类和神明中都伟大而神奇的神,这表现在很多方面,尤其表现在他的起源上。
τὸ γὰρ ἐν τοῖς πρεσβύτατον εἶναι τὸν θεὸν τίμιον, ἦ δʼ ὅς, τεκμήριον δὲ τούτου· γονῆς γὰρ Ἔρωτος οὔτʼ εἰσὶν οὔτε λέγονται ὑπʼ οὐδενὸς οὔτε ἰδιώτου οὔτε ποιητοῦ, ἀλλʼ Ἡσίοδος πρῶτον μὲν Χάος φησὶ γενέσθαι— " αὐτὰρ ἔπειτα Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεί, ἠδʼ Ἔρος " Ἡσιόδῳ δὲ καὶ Ἀκουσίλεως σύμφησιν μετὰ τὸ Χάος δύο τούτω γενέσθαι, Γῆν τε καὶ ἔρωτα.
“在诸神中,他是最古老的之一,这是很尊贵的,”他说,“证明就是:无论是普通散文作家还是诗人,都没有人提到过埃罗斯的父母,相反,赫西俄德说首先产生的是混沌,‘接着是 / 宽胸的盖亚,她永远是万物安全的居所,/ 还有埃罗斯。 ’与赫西俄德一致的还有阿库西劳斯,他也认为在混沌之后产生了大地和埃罗斯这两个。
Παρμενίδης δὲ τὴν γένεσιν λέγει— " πρώτιστον μὲν ἔρωτα θεῶν μητίσατο πάντων.
而巴门尼德在谈到诞生时说:‘在所有的神明中,她最先想到了埃罗斯。
" οὕτω πολλαχόθεν ὁμολογεῖται ὁ Ἔρως ἐν τοῖς πρεσβύτατος εἶναι.
’ 这样,从多方面都达成了一致,即埃罗斯在诸神中是最古老的。
πρεσβύτατος δὲ ὢν μεγίστων ἀγαθῶν ἡμῖν αἴτιός ἐστιν.
由于他是最古老的,他成了我们最大福祉的源泉。
οὐ γὰρ ἔγωγʼ ἔχω εἰπεῖν ὅτι μεῖζόν ἐστιν ἀγαθὸν εὐθὺς νέῳ ὄντι ἢ ἐραστὴς χρηστὸς καὶ ἐραστῇ παιδικά.
因为我无法说出,对于一个刚步入青年的人来说,还有什么比一个优秀的爱人更大的福祉,或者对于一个爱人来说,还有什么比一个心爱的青年更大的福祉。
ὃ γὰρ χρὴ ἀνθρώποις ἡγεῖσθαι παντὸς τοῦ βίου τοῖς μέλλουσι καλῶς βιώσεσθαι, τοῦτο οὔτε συγγένεια οἵα τε ἐμποιεῖν οὕτω καλῶς οὔτε τιμαὶ οὔτε πλοῦτος οὔτʼ ἄλλο οὐδὲν ὡς ἔρως.
因为,对于那些立志要过上美好生活的人来说,应当终生遵循的指导方针,无论是亲属关系、名誉、财富还是其他任何东西,都不能像埃罗斯那样美妙地赋予他们。
λέγω δὲ δὴ τί τοῦτο;
那我所说的指导方针指的是什么呢?
τὴν ἐπὶ μὲν τοῖς αἰσχροῖς αἰσχύνην, ἐπὶ δὲ τοῖς καλοῖς φιλοτιμίαν· οὐ γὰρ ἔστιν ἄνευ τούτων οὔτε πόλιν οὔτε ἰδιώτην μεγάλα καὶ καλὰ ἔργα ἐξεργάζεσθαι.
就是对丑恶之事的羞耻感,以及对美好之事的荣誉感;因为没有这些,无论是国家还是个人,都无法完成伟大而美好的事业。
φημὶ τοίνυν ἐγὼ ἄνδρα ὅστις ἐρᾷ, εἴ τι αἰσχρὸν ποιῶν κατάδηλος γίγνοιτο ἢ πάσχων ὑπό του διʼ ἀνανδρίαν μὴ ἀμυνόμενος, οὔτʼ ἂν ὑπὸ πατρὸς ὀφθέντα οὕτως ἀλγῆσαι οὔτε ὑπὸ ἑταίρων οὔτε ὑπʼ ἄλλου οὐδενὸς ὡς ὑπὸ παιδικῶν.
因此我主张,一个恋爱中的男人,如果他因为做了任何丑恶的事而被发现,或者因为懦弱而在遭受别人侮辱时没有还击,那么他在父亲面前、在朋友面前,或者在其他任何人面前被看到,都远不如在心爱的青年面前被看到那样痛苦。
ταὐτὸν δὲ τοῦτο καὶ τὸν ἐρώμενον ὁρῶμεν, ὅτι διαφερόντως τοὺς ἐραστὰς αἰσχύνεται, ὅταν ὀφθῇ ἐν αἰσχρῷ τινι ὤν.
我们同样也可以在被爱的青年身上看到这一点:当他被发现处于某种丑恶的境地时,他对自己的爱人会感到格外的羞耻。
εἰ οὖν μηχανή τις γένοιτο ὥστε πόλιν γενέσθαι ἢ στρατόπεδον ἐραστῶν τε καὶ παιδικῶν, οὐκ ἔστιν ὅπως ἂν ἄμεινον οἰκήσειαν τὴν ἑαυτῶν ἢ ἀπεχόμενοι πάντων τῶν αἰσχρῶν καὶ φιλοτιμούμενοι πρὸς ἀλλήλους, καὶ μαχόμενοί γʼ ἂν μετʼ ἀλλήλων οἱ τοιοῦτοι νικῷεν ἂν ὀλίγοι ὄντες ὡς ἔπος εἰπεῖν πάντας ἀνθρώπους.
因此,如果有什么办法能让一个城市或者一支军队完全由爱人与被爱者组成,那么他们将无法以更好的方式来治理自己的国家,因为他们会杜绝一切丑恶的行为,并在彼此之间争夺荣誉。 而且,这样的人并肩战斗,即使人数很少,也几乎可以战胜所有的人类。 ”

词汇与语法注释

  1. 177aτὸ οὖν τοιούτων μὲν πέρι πολλὴν σπουδὴν ποιήσασθαι — 该宾格不定式结构 `τὸ ... ποιήσασθαι ... τετολμηκέναι` 承接前文间接引语中的反问句 `οὐ δεινόν ...;`(……难道不是一件可怕的事吗?),在语法上作为形容词 `δεινόν` 的主语起名词性作用。
  2. 177cἔρανον εἰσενεγκεῖν — 这是一个源自 `ἔρανος`(每个人带份子钱或食物参加的聚餐)的比喻性表达,在此意指“以演讲或智慧分享的形式为集会做出应有的贡献”,并与与格的 `τούτῳ`(向他,即斐德若)连用表示“向他支付这份份额”。
  3. 178aἔφη Φαῖδρον ἀρξάμενον ἐνθένδε ποθὲν λέγειν — 这呈现了一个双重间接引语结构:主句动词 `ἔφη`(主语为阿里斯托德莫斯)由阿波罗多洛斯转述,而在此转述中,阿里斯托德莫斯又通过宾格加不定式结构(`Φαῖδρον ... λέγειν`)来转述斐德若的发言。
  4. 178cὃ γὰρ χρὴ ἀνθρώποις ἡγεῖσθαι παντὸς τοῦ βίου — 关系代词 `ὃ` 的先行词是后面的 `τοῦτο`(指羞耻心和荣誉感)。在非人称动词 `χρή` 之后的不定式 `ἡγεῖσθαι` 在此处意为“引导”或“作为指针”,而属格的 `παντὸς τοῦ βίου` 则是表示时间持续的属格(“贯穿其一生”)。

引用这一段

柏拉图, 会饮篇 §177-178. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg011.humanitext-grc2:177-178

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。