§176μετὰ ταῦτα, ἔφη, κατακλινέντος τοῦ Σωκράτους καὶ δειπνήσαντος καὶ τῶν ἄλλων, σπονδάς τε σφᾶς ποιήσασθαι, καὶ ᾁσαντας τὸν θεὸν καὶ τἆλλα τὰ νομιζόμενα, τρέπεσθαι πρὸς τὸν πότον·
阿里斯托德莫斯说,在这之后,当苏格拉底入座并用完晚餐,其他的人也吃完之后,他们举行了奠酒仪式,向神唱了赞歌,并履行了其他既定的仪式,然后便开始饮酒。
τὸν οὖν Παυσανίαν ἔφη λόγου τοιούτου τινὸς κατάρχειν. εἶεν, ἄνδρες, φάναι, τίνα τρόπον ῥᾷστα πιόμεθα;
这时,帕萨尼亚斯便开口提议道:“诸位,我们怎样才能喝得最轻松呢?
ἐγὼ μὲν οὖν λέγω ὑμῖν ὅτι τῷ ὄντι πάνυ χαλεπῶς ἔχω ὑπὸ τοῦ χθὲς πότου καὶ δέομαι ἀναψυχῆς τινος—οἶμαι δὲ καὶ ὑμῶν τοὺς πολλούς·
至于我,向你们老实说,我因为昨天的狂饮现在还难受得很,需要缓一缓——我想你们大多数人也是如此,因为你们昨天都在场。
παρῆστε γὰρ χθές—σκοπεῖσθε οὖν τίνι τρόπῳ ἂν ὡς ῥᾷστα πίνοιμεν.
所以,请大家考虑一下,我们怎样才能喝得尽可能轻松些。
τὸν οὖν Ἀριστοφάνη εἰπεῖν, τοῦτο μέντοι εὖ λέγεις, ὦ Παυσανία, τὸ παντὶ τρόπῳ παρασκευάσασθαι ῥᾳστώνην τινὰ τῆς πόσεως· καὶ γὰρ αὐτός εἰμι τῶν χθὲς βεβαπτισμένων.
” 阿里斯托芬接着说道:“帕萨尼亚斯,你这话确实说得好,我们一定要想方设法让这次饮酒变得轻松些;因为我自己也是昨天被灌透了的人之一。
ἀκούσαντα οὖν αὐτῶν ἔφη Ἐρυξίμαχον τὸν Ἀκουμενοῦ ἦ καλῶς, φάναι, λέγετε.
” 听到他们的话,阿枯墨诺斯之子埃里希马库斯说:“你们说得太好了。
καὶ ἔτι ἑνὸς δέομαι ὑμῶν ἀκοῦσαι πῶς ἔχει πρὸς τὸ ἐρρῶσθαι πίνειν, Ἀγάθωνος.
不过我还想听听你们中另一个人的情况,看看他饮酒的体力如何,那就是阿伽通。
οὐδαμῶς, φάναι, οὐδʼ αὐτὸς ἔρρωμαι.
” “别提了,”阿伽通说,“我自己也没什么体力了。
Ἕρμαιον ἂν εἴη ἡμῖν, ἦ δʼ ὅς, ὡς ἔοικεν, ἐμοί τε καὶ Ἀριστοδήμῳ καὶ Φαίδρῳ καὶ τοῖσδε, εἰ ὑμεῖς οἱ δυνατώτατοι πίνειν νῦν ἀπειρήκατε· ἡμεῖς μὲν γὰρ ἀεὶ ἀδύνατοι.
” “这对于我们来说可真是个意外的幸运,”他说,“看来,对我、阿里斯托德莫斯、斐德若以及这里的其他人都是如此,如果你们这些最能喝的人现在都认输了的话;因为我们向来是不能喝的。
Σωκράτη δʼ ἐξαιρῶ λόγου· ἱκανὸς γὰρ καὶ ἀμφότερα, ὥστʼ ἐξαρκέσει αὐτῷ ὁπότερʼ ἂν ποιῶμεν.
至于苏格拉底,我把他排除在讨论之外,因为他两种情况都能适应,所以不论我们怎么做,对他来说都足够了。
ἐπειδὴ οὖν μοι δοκεῖ οὐδεὶς τῶν παρόντων προθύμως ἔχειν πρὸς τὸ πολὺν πίνειν οἶνον, ἴσως ἂν ἐγὼ περὶ τοῦ μεθύσκεσθαι οἷόν ἐστι τἀληθῆ λέγων ἧττον ἂν εἴην ἀηδής.
既然依我看,在座的没有一个愿意多喝酒的,那么如果由我来说出关于醉酒的真相,也许就不会那么令人讨厌了。
ἐμοὶ γὰρ δὴ τοῦτό γε οἶμαι κατάδηλον γεγονέναι ἐκ τῆς ἰατρικῆς, ὅτι χαλεπὸν τοῖς ἀνθρώποις ἡ μέθη ἐστίν· καὶ οὔτε αὐτὸς ἑκὼν εἶναι πόρρω ἐθελήσαιμι ἂν πιεῖν οὔτε ἄλλῳ συμβουλεύσαιμι, ἄλλως τε καὶ κραιπαλῶντα ἔτι ἐκ τῆς προτεραίας.
因为对我来说,我认为从医学中已经看得很清楚了:醉酒对人类是有害的;而我自己绝不愿主动多喝,也不建议别人这么做,尤其是对那些前一天宿醉未醒的人。
ἀλλὰ μήν, ἔφη φάναι ὑπολαβόντα Φαῖδρον τὸν Μυρρινούσιον, ἔγωγέ σοι εἴωθα πείθεσθαι ἄλλως τε καὶ ἅττʼ ἂν περὶ ἰατρικῆς λέγῃς· νῦν δʼ, ἂν εὖ βουλεύωνται, καὶ οἱ λοιποί.
” “确实如此,”米里努斯区的斐德若接着说,“我一向习惯听从你的话,尤其是关于医学方面的发言;现在,如果其他人也聪明的话,也会听从你的。
ταῦτα δὴ ἀκούσαντας συγχωρεῖν πάντας μὴ διὰ μέθης ποιήσασθαι τὴν ἐν τῷ παρόντι συνουσίαν, ἀλλʼ οὕτω πίνοντας πρὸς ἡδονήν.
” 众人听了这话,一致同意这次聚会不以醉酒为目的,而是像这样随各自的高兴来饮酒。
ἐπειδὴ τοίνυν, φάναι τὸν Ἐρυξίμαχον, τοῦτο μὲν δέδοκται, πίνειν ὅσον ἂν ἕκαστος βούληται, ἐπάναγκες δὲ μηδὲν εἶναι, τὸ μετὰ τοῦτο εἰσηγοῦμαι τὴν μὲν ἄρτι εἰσελθοῦσαν αὐλητρίδα χαίρειν ἐᾶν, αὐλοῦσαν ἑαυτῇ ἢ ἂν βούληται ταῖς γυναιξὶ ταῖς ἔνδον, ἡμᾶς δὲ διὰ λόγων ἀλλήλοις συνεῖναι τὸ τήμερον·
“既然如此,”埃里希马库斯说,“这件事已经决定了,每个人想喝多少就喝多少,绝不强求,那么接下来我建议,让刚才进来的那个女笛手退下,让她自己吹,或者如果她愿意,去里面给妇女们吹,而我们今天则通过谈话来进行交流。
καὶ διʼ οἵων λόγων, εἰ βούλεσθε, ἐθέλω ὑμῖν εἰσηγήσασθαι.
至于谈论什么样的话题,如果你们愿意,我乐意向你们提出建议。 ”