Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §66-67

善的价值位阶与理智胜过快乐

第 34 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科确定了善的价值序列,依次为适度、美、理智、知识和纯洁的快乐,并确认理智远优于快乐。他们通过回顾最初的争论结束了对话,判定快乐的力量仅排在第五位,而非第一位。

§66ΠΡΩ. ἡδονὰς δέ γέ που, καὶ ταῦτα σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπʼ αὐταῖς ἢ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.
普:但是至于快乐,特别是那些几乎是最大的快乐,每当我们看到任何人享受它们时,看到伴随着它们的或者是滑稽可笑、或者是极度丑陋的事情,我们自己也会感到羞愧,并且尽可能把它们遮掩遮盖起来,把所有这些事情都留给黑夜,仿佛光线不应该看见它们一样。
ΣΩ. πάντῃ δὴ φήσεις, ὦ Πρώταρχε, ὑπό τε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδʼ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πῃ περὶ μέτρον καὶ τὸ μέτριον καὶ καίριον καὶ πάντα ὁπόσα χρὴ τοιαῦτα νομίζειν, τὴν ἀίδιον ᾑρῆσθαι.
苏:那么普罗塔科,你肯定会通过派人送信以及对在场的人宣告,以各种方式说:快乐绝不是第一位的拥有物,也不是第二位的,而是第一位的拥有物已经在这方面被选定在适度、对称、适时以及所有必须被认为具有这类永恒本性的事物之中。
ΠΡΩ. φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.
普:至少从现在所说的话来看,似乎是这样。
ΣΩ. δεύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθʼ ὁπόσα τῆς γενεᾶς αὖ ταύτης ἐστίν.
苏:第二位的拥有物则是关于对称、美、完整、充足,以及所有同样属于这一类的事物。
ΠΡΩ. ἔοικε γοῦν.
普:至少看起来是这样。
ΣΩ. τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις.
苏:那么第三位的,根据我的预测,如果你把理智和智慧放进去,你不会偏离真理太远。
ΠΡΩ. ἴσως.
普:也许。
ΣΩ. ἆρʼ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτʼ εἶναι τὰ πρὸς τοῖς τρισὶ τέταρτα, εἴπερ τοῦ ἀγαθοῦ γέ ἐστι μᾶλλον τῆς ἡδονῆς συγγενῆ;
苏:那么,我们刚才归于灵魂本身的那些——被说成是科学(知识)、技术和正确意见的东西—— 难道不就是这前三者之外的第四位吗,如果它们确实比快乐与善更为亲近的话?
ΠΡΩ. τάχʼ ἄν.
普:也许是。
ΣΩ. πέμπτας τοίνυν, ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμαις, τὰς δὲ αἰσθήσεσιν ἑπομένας;
苏:那么第五位的,就是我们通过界定其无痛苦而确立为快乐的、称之为灵魂本身的纯洁快乐,有些伴随着知识,有些伴随感觉?
ΠΡΩ. ἴσως.
普:也许。
ΣΩ. ἕκτῃ δʼ ἐν γενεᾷ, φησὶν Ὀρφεύς, καταπαύσατε κόσμον ἀοιδῆς·
苏:“在第六代中,”奥非乌斯说,“结束歌唱的秩序吧。
ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει.
”但是我们的讨论也似乎已经在第六次判定中结束了。
τὸ δὴ μετὰ ταῦθʼ ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις.
在这之后,除了给已经说过的论证加上一个“头部”(冠冕)之外,我们别无它事。
ΠΡΩ. οὐκοῦν χρή.
普:那确实是必须的。
ΣΩ. ἴθι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπεξέλθωμεν.
苏:来吧,让我们以“第三次向拯救者献祭”的方式,重申并完成同样的论点。
ΠΡΩ. ποῖον δή;
普:是哪一个论点?
ΣΩ. Φίληβος τἀγαθὸν ἐτίθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ.
苏:菲力布斯曾认为,对我们来说,善就是快乐,是一切而又完全的快乐。
ΠΡΩ. τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.
普:苏格拉底,你刚才说“第三次”,似乎是指我们必须从头重复最初的那个论点。
ΣΩ. ναί, τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν.
苏:是的,但让我们听听接下来的内容。
ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νυνδὴ διελήλυθα, καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ.
因为我当时洞察到了我现在所阐述的这些,并且不仅对菲力布斯的观点感到反感,也常常对其他无数人的观点感到反感,所以我说:对于人类的生活来说,理智远比快乐更好、更优越。
ΠΡΩ. ἦν ταῦτα.
普:当时确实是这样。
ΣΩ. ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς εἰ φανείη τι τούτοιν ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν συνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο.
苏:而且我当时预料到还有许多其他东西,我说过,如果在这两者之外显现出更优越的东西,为了理智获得第二名,我将与理智并肩与快乐斗争,而快乐连第二名也将被剥夺。
§67ΠΡΩ. εἶπες γὰρ οὖν.
普:你确实说过这样的话。
ΣΩ. καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη.
苏:而且在那之后,最充分证明的是:这两者中没有一个自身是充足的。
ΠΡΩ. ἀληθέστατα.
普:确实极为真实。
ΣΩ. οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδʼ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;
苏:那么,在当前的论证中,理智和快乐不就都完全被免除了作为“善本身”的资格,因为它们两者都缺乏自足性以及充足和完美的能量?
ΠΡΩ. ὀρθότατα.
普:最正确不过。
ΣΩ. φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γʼ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.
苏:但当显现出另一个比这两者都更优越的第三者时,理智在现在与胜利者的理念相比,已经显现出比快乐要亲近和契合无数倍。
ΠΡΩ. πῶς γὰρ οὔ;
普:因为怎么可能不是呢?
ΣΩ. οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτʼ ἂν ἡ τῆς ἡδονῆς δύναμις.
苏:因此,根据讨论现在所宣布的判定,快乐的力量将会排在第五位。
ΠΡΩ. ἔοικεν.
普:似乎是这样。
ΣΩ. πρῶτον δέ γε οὐδʼ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἆλλα σύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν·
苏:但是第一位却绝非如此,哪怕所有的牛、马和所有其他野兽都通过追求享乐来这么说。
οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων.
许多人相信它们,就像占卜者相信鸟类一样,判定快乐是我们过上好生活的最强有力(最好)的东西,并认为野兽的欲望是比在哲学的缪斯下每次被神示般说出的论证更为权威的证人。
ΠΡΩ. ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.
普:苏格拉底,我们现在大家都承认你确实说得最真实。
ΣΩ. οὐκοῦν καὶ ἀφίετέ με;
苏:那么,你们也释放我(让我走)了吗?
ΠΡΩ. σμικρὸν ἔτι τὸ λοιπόν, ὦ Σώκρατες· οὐ γὰρ δήπου σύ γε ἀπερεῖς πρότερος ἡμῶν, ὑπομνήσω δέ σε τὰ λειπόμενα.
普:还剩一点点,苏格拉底;因为你绝不会比我们先放弃,我会提醒你所剩下的是什么。

词汇与语法注释

  1. 66aτὴν ἀίδιον ᾑρῆσθαι — ᾑρῆσθαι 是动词 αἱρέω(选择)的完成时被动不定式。宾格的 τὴν ἀΐδιον(此处省略了阴性名词如 φύσιν,意为“永恒的本性”或“永恒的类别”)充当该不定式的逻辑主语(宾格主语)。在主句 φήσεις ὡς 引入的间接陈述中,它表示“第一位的拥有物已经在适度的领域中作为永恒的本性被选定”。
  2. 66cτάχʼ ἄν — 这是一个极度省略的回答,使用了语气小词 ἄν。针对苏格拉底的提问(ἆρʼ οὐκ...;),它表达了某种潜在的可能性或推测(意为“也许会是这样”,相当于省略了动词的 τάχα ἂν εἴη 或 λέγοις)。
  3. 67bπρῶτον δέ γε οὐδʼ ἂν ... φῶσι — 主句中的动词或核心结论(例如“快乐绝不是第一位的”)在此处被省略。带有虚拟语气/假设语气(使用虚拟式 φῶσι)的让步从句(οὐδʼ ἂν ... φῶσι,“即使……说”)先行,整体上暗示了一个强烈的否定性结论,即“但第一位的拥有物绝非如此,即使所有的野兽通过追求享乐来如此宣称”。

引用这一段

柏拉图, 菲力帕斯篇 §66-67. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:66-67

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。