§62ΠΡΩ. ἐμοὶ γοῦν δοκεῖ δρᾶν οὕτως.
普:无论如何,在我看来这样做法是对的。
ΣΩ. ἔστω δή τις ἡμῖν φρονῶν ἄνθρωπος αὐτῆς περὶ δικαιοσύνης ὅτι ἔστιν, καὶ λόγον ἔχων ἑπόμενον τῷ νοεῖν, καὶ δὴ καὶ περὶ τῶν ἄλλων πάντων τῶν ὄντων ὡσαύτως διανοούμενος.
苏:那么,让我们假设我们中间有一个明智的人,他理解正义本身是什么,并且拥有符合其理解的理路,而且对其他所有存在的事物也同样如此思考。
ΠΡΩ. ἔστω γὰρ οὖν.
普:是的,就这么假设吧。
ΣΩ. ἆρʼ οὖν οὗτος ἱκανῶς ἐπιστήμης ἕξει, κύκλου μὲν καὶ σφαίρας αὐτῆς τῆς θείας τὸν λόγον ἔχων, τὴν δὲ ἀνθρωπίνην ταύτην σφαῖραν καὶ τοὺς κύκλους τούτους ἀγνοῶν, καὶ χρώμενος ἐν οἰκοδομίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως κανόσι καὶ τοῖς κύκλοις;
苏:那么,如果这个人拥有神圣的圆和球本身的理路,却不知道这个人类的球和这些圆,并在盖房子或做其他事情时,同样使用不精确的尺规和圆,他能说拥有了足够的知识吗?
ΠΡΩ. γελοίαν διάθεσιν ἡμῶν, ὦ Σώκρατες, ἐν ταῖς θείαις οὖσαν μόνον ἐπιστήμαις λέγομεν.
普:苏格拉底,如果我们只停留在神圣的知识中,那我们就是在说我们自己处于一种可笑的状态了。
ΣΩ. πῶς φῄς;
苏:怎么说?
ἦ τοῦ ψευδοῦς κανόνος ἅμα καὶ τοῦ κύκλου τὴν οὐ βέβαιον οὐδὲ καθαρὰν τέχνην ἐμβλητέον κοινῇ καὶ συγκρατέον;
难道我们必须把那不确定也不纯粹的、关于不精准的尺规和圆的技艺,也一同投进去混合起来吗?
ΠΡΩ. ἀναγκαῖον γάρ, εἰ μέλλει τις ἡμῶν καὶ τὴν ὁδὸν ἑκάστοτε ἐξευρήσειν οἴκαδε.
普:因为这是必要的,如果有人想要在任何时候连回家的路都找得到的话。
ΣΩ. ἦ καὶ μουσικήν, ἣν ὀλίγον ἔμπροσθεν ἔφαμεν στοχάσεώς τε καὶ μιμήσεως μεστὴν οὖσαν καθαρότητος ἐνδεῖν;
苏:那么,还有我们刚才说过的、充斥着揣测和模仿而缺乏纯粹性的音乐,也该混在一起吗?
ΠΡΩ. ἀναγκαῖον φαίνεται ἔμοιγε, εἴπερ γε ἡμῶν ὁ βίος ἔσται καὶ ὁπωσοῦν ποτε βίος.
普:在我看来这是必不可少的,只要我们的生活在任何意义上还能称得上是生活。
ΣΩ. βούλει δῆτα, ὥσπερ θυρωρὸς ὑπʼ ὄχλου τις ὠθούμενος καὶ βιαζόμενος, ἡττηθεὶς ἀναπετάσας τὰς θύρας ἀφῶ πάσας τὰς ἐπιστήμας εἰσρεῖν καὶ μείγνυσθαι ὁμοῦ καθαρᾷ τὴν ἐνδεεστέραν;
苏:那么,你是不是想让我像一个被人群推搡强迫的守门人一样,屈服之后大开大门,允许所有的知识都流进来,让那不完美的知识与纯粹的知识混合在一起?
ΠΡΩ. οὔκουν ἔγωγε οἶδα, ὦ Σώκρατες, ὅτι τις ἂν βλάπτοιτο πάσας λαβὼν τὰς ἄλλας ἐπιστήμας, ἔχων τὰς πρώτας.
普:苏格拉底,一个已经拥有了首要知识的人,如果把其他所有的知识也都接纳进来,会受到什么伤害,我可不知道。
ΣΩ. μεθιῶ δὴ τὰς συμπάσας ῥεῖν εἰς τὴν τῆς Ὁμήρου καὶ μάλα ποιητικῆς μισγαγκείας ὑποδοχήν;
苏:那么,我就让它们全部流入荷马那极具诗意的‘溪流汇合处’的容纳之所吗?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:完全可以。
ΣΩ. μεθεῖνται·
苏:它们被放进来了;现在我们必须回到快乐的泉水。
καὶ πάλιν ἐπὶ τὴν τῶν ἡδονῶν πηγὴν ἰτέον. ὡς γὰρ διενοήθημεν αὐτὰς μειγνύναι, τὰ τῶν ἀληθῶν μόρια πρῶτον, οὐκ ἐξεγένεθʼ ἡμῖν, ἀλλὰ διὰ τὸ πᾶσαν ἀγαπᾶν ἐπιστήμην εἰς ταὐτὸν μεθεῖμεν ἁθρόας καὶ πρόσθεν τῶν ἡδονῶν.
因为正如我们最初打算混合它们时——首先是真实的部分——但我们没能做到;相反,由于接纳了所有的知识,我们甚至在混合快乐之前,就把所有的知识都一股脑放进同一个地方了。
ΠΡΩ. ἀληθέστατα λέγεις.
普:你说得极为真实。
ΣΩ. ὥρα δὴ βουλεύεσθαι νῷν καὶ περὶ τῶν ἡδονῶν, πότερα καὶ ταύτας πάσας ἁθρόας ἀφετέον ἢ καὶ τούτων πρώτας μεθετέον ἡμῖν ὅσαι ἀληθεῖς.
苏:那么,现在也是我们俩商议快乐的时候了,是应该把这些也一股脑放进来,还是首先只放进其中那些真实的快乐?
ΠΡΩ. πολύ τι διαφέρει πρός γε ἀσφάλειαν πρώτας τὰς ἀληθεῖς ἀφεῖναι.
普:为了安全起见,先放进那些真实的快乐确实大有不同。
ΣΩ. μεθείσθων δή.
苏:那么就放它们进来。
τί δὲ μετὰ ταῦτα;
这之后呢?
ἆρʼ οὐκ εἰ μέν τινες ἀναγκαῖαι, καθάπερ ἐκεῖ, συμμεικτέον καὶ ταύτας;
难道我们不应该像刚才那样,如果有某些必要的快乐,就把它们也混进来吗?
ΠΡΩ. τί δʼ οὔ; τάς γε ἀναγκαίας δήπουθεν.
普:当然,必要的那些自然要混进来。
§63ΣΩ. εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβές τε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέρον τε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.
苏:而且,如果就像一生都了解所有的技艺是无害且有益的一样,我们现在对快乐也说同样的话——如果一生都享受所有的快乐对我们所有人来说确实是有益且无害的,那么我们必须将它们全部混合在一起。
ΠΡΩ. πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν;
普:那么对于这些事情本身,我们该怎么说?
καὶ πῶς ποιῶμεν;
该怎么做呢?
ΣΩ. οὐχ ἡμᾶς, ὦ Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι.
苏:普罗塔科,不该由我们自己来相互盘问,而应当向快乐本身和智慧本身打听,像这样询问它们对彼此的看法。
ΠΡΩ. τὸ ποῖον;
普:怎么问呢?
ΣΩ.
ὦ φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης ἢ χωρὶς τοῦ φρονεῖν;
苏:「亲爱的朋友们,无论该称呼你们为快乐还是用其他什么名字,你们是愿意与所有的智慧同住,还是愿意在没有理智的情况下生活?
οἶμαι μὲν πρὸς ταῦτα τόδʼ αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν. ΠΡΩ. τὸ ποῖον;
」我想,对此她们最必然会这样回答:普:怎么回答?
ΣΩ. ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη,
τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτʼ ὠφέλιμον· πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθʼ ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλά τε πάντα καὶ αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.
苏:正如之前所说,「任何一类事物想要独自、孤立地保持纯粹,这既不完全可能,也无益处;然而,在所有的事物类别中,我们认为,以一对一的方式与我们同住的最好的类别,就是那个去认识其他一切事物、并且在可能范围内完美地认识我们自身每一个能力的类别。
ΠΡΩ.
καὶ καλῶς γε εἰρήκατε τὰ νῦν,
φήσομεν.
」普:「而且你们现在说得极好,」我们会对她们说。
ΣΩ. ὀρθῶς.
苏:对。
πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον· ἆρʼ ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει;
在这之后,我们接着必须追问智慧和理性:「你们在混合中还需要快乐吗?
φαῖμεν ἂν αὖ τὸν νοῦν τε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. ποίων,
φαῖεν ἂν ἴσως,
ἡδονῶν;
」如果我们反过来询问理性和智慧,它们大概会问:「什么样的」「快乐?
ΠΡΩ. εἰκός.
」普:很有可能。
ΣΩ. ὁ δέ γʼ ἡμέτερος λόγος μετὰ τοῦτʼ ἐστὶν ὅδε. πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς,
φήσομεν,
ἆρʼ ἔτι προσδεῖσθʼ ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας;
苏:在这之后,我们的回答将是:「在那些真实的快乐之外,」我们会说,「你们还需要那些最大、最强烈的快乐来当你们的同住者吗?
καὶ πῶς, ὦ Σώκρατες,
ἴσως φαῖεν ἄν,
αἵ γʼ ἐμποδίσματά τε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας, καὶ γίγνεσθαί τε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τά τε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, διʼ ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν;
」「怎么会呢,苏格拉底,」它们大概会说,「那些快乐给我们带来了无数的障碍,用狂乱来扰乱我们所居住的灵魂,甚至从一开始就不允许我们产生,并且对于我们所产生的后代,它们大都由于粗心大意而引入遗忘,从而彻底毁掉。 」