Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §60-61

自足性的确认与善的生活之混合开始

第 31 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科回顾了先前的讨论,重新确认了“自足性”作为善的标准。由于纯粹的理智和纯粹的快乐都无法单独构成充足的人类生活,他们开始探讨如何将两者结合以实现最令人满意的善的生活。

§60ΣΩ. ἃ καὶ πρότερον ἐμνήσθημεν·
苏:这就是我们之前提到过的事。
εὖ δʼ ἡ παροιμία δοκεῖ ἔχειν, τὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν.
那句俗话说得好,“把做好的事情在讨论中重复两遍、三遍是必要的”。
ΠΡΩ. τί μήν;
\n普:当然如此。
ΣΩ. φέρε δὴ πρὸς Διός·
\n苏:来吧,凭着宙斯起誓!
οἶμαι γὰρ οὑτωσί πως τὰ τότε λεχθέντα ῥηθῆναι.
因为我想,当时所说的话大概是这样表达的。
ΠΡΩ. πῶς;
\n普:怎么说的?
ΣΩ. Φίληβός φησι τὴν ἡδονὴν σκοπὸν ὀρθὸν πᾶσι ζῴοις γεγονέναι καὶ δεῖν πάντας τούτου στοχάζεσθαι, καὶ δὴ καὶ τἀγαθὸν τοῦτʼ αὐτὸ εἶναι σύμπασι, καὶ δύο ὀνόματα, ἀγαθὸν καὶ ἡδύ, ἑνί τινι καὶ φύσει μιᾷ τούτω ὀρθῶς τεθέντʼ ἔχειν·
\n苏:菲ile布声称,快乐是所有生物的正确目标,大家都必须以此为目标,而且这本身就是所有生物的“善”;而“善”和“愉快”这两个名称,是正确地赋予了某一个事物和某一种本性的。
Σωκράτης δʼ ἓν μὲν οὔ φησι τοῦτʼ εἶναι, δύο δὲ καθάπερ τὰ ὀνόματα, καὶ τό τε ἀγαθὸν καὶ ἡδὺ διάφορον ἀλλήλων φύσιν ἔχειν, μᾶλλον δὲ μέτοχον εἶναι τῆς τοῦ ἀγαθοῦ μοίρας τὴν φρόνησιν ἢ τὴν ἡδονήν.
至于苏格拉底,则声称这并非一,而是二,正如其名称一样,且“善”与“愉快”具有互不相同的本性,而且智慧比快乐更多地分有着善的份额。
οὐ ταῦτʼ ἔστιν τε καὶ ἦν τὰ τότε λεγόμενα, ὦ Πρώταρχε;
普罗塔科,当时所说的、以及现在所成立的,不就是这些吗?
ΠΡΩ. σφόδρα μὲν οὖν.
\n普:确实完全是这样。
ΣΩ. οὐκοῦν καὶ τόδε καὶ τότε καὶ νῦν ἡμῖν ἂν συνομολογοῖτο;
\n苏:那么,这件事在当时和现在,也应该得到我们的共同赞同吧?
ΠΡΩ. τὸ ποῖον;
\n普:什么事?
ΣΩ. τὴν τἀγαθοῦ διαφέρειν φύσιν τῷδε τῶν ἄλλων.
\n苏:即“善”的本性在以下这一点上与其他事物不同。
ΠΡΩ. τίνι;
\n 普:在哪一点上?
ΣΩ. ὧι παρείη τοῦτʼ ἀεὶ τῶν ζῴων διὰ τέλους πάντως καὶ πάντῃ, μηδενὸς ἑτέρου ποτὲ ἔτι προσδεῖσθαι, τὸ δὲ ἱκανὸν τελεώτατον ἔχειν.
\n苏:凡是终生、在一切方面、完全拥有此物的生物,就再也不需要任何其他东西,而是最完美地拥有了充足性。
οὐχ οὕτως;
难道不是这样吗?
ΠΡΩ. οὕτω μὲν οὖν.
\n普:正是如此。
ΣΩ. οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μηδὲ τὸ σμικρότατον ἔχουσαν;
\n苏:那么,我们难道没有在讨论中,尝试将它们各自独立出来并置于各自的生活中吗? 即把不与智慧混杂的快乐,以及同样不含有哪怕是最微小快乐的智慧,分别置于各自的生活中。
ΠΡΩ. ἦν ταῦτα.
\n普:确是这样。
ΣΩ. μῶν οὖν ἡμῖν αὐτῶν τότε πότερον ἱκανὸν ἔδοξεν εἶναί τῳ;
\n苏:那么,当时我们觉得它们中的哪一个,对任何人来说是充足的吗?
ΠΡΩ. καὶ πῶς;
\n普:怎么可能呢?
ΣΩ. εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆς αὐτῆς ἰδέας τιθέμενος καὶ σκοπῶν εἴ τις ἄνευ τούτων δέξαιτʼ ἄν οἱ καὶ ὁτιοῦν εἶναι ἢ καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθʼ ὡς πλείστην εἴθʼ ὡς σφοδροτάτην, ἣν μήτε ἀληθῶς δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθος μήτʼ αὖ μνήμην τοῦ πάθους μηδʼ ὁντινοῦν χρόνον ἔχοι.
\n苏:但是,如果我们当时有任何偏差,现在任何人都大可以重新拿出来,并说得更正确些。 我们要把记忆、智慧、知识和真实的意见归为同一种类,并审视是否有人会接受在没有这些东西的情况下,自己还能拥有或产生任何事物,更不用说去享受即使是最大或最强烈的快乐了——如果他既不能真实地认为自己正在享受,也完全不知道自己经历了什么体验,甚至无法对这种体验保持哪怕是片刻的记忆。
ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτʼ ἂν φρόνησιν ἔχειν μᾶλλον ἢ μετά τινων ἡδονῶν ἢ πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον ἢ μετὰ φρονήσεως αὖ τινος.
同样地,对于智慧,他也应该这样说:是否有人愿意接受不带任何哪怕是极微小的快乐的智慧,而不是带有某些快乐的智慧;或者,他是否愿意接受没有任何智慧的所有快乐,而不是带有某种智慧的快乐。
ΠΡΩ. οὐκ ἔστιν, ὦ Σώκρατες, ἀλλʼ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.
\n普:是不可能的,苏格拉底,而且实在没有必要一再追问这些问题了。
§61ΣΩ. οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη;
\n\n 苏:那么,那个最完美的、众人所渴望的、并且全然完满的“善”,就不会是这两者中的任何一个了吧?
ΠΡΩ. πῶς γὰρ ἄν;
\n普:怎么可能呢?
ΣΩ. τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς ἢ καί τινα τύπον αὐτοῦ ληπτέον, ἵνʼ, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν.
\n苏:因此,我们必须清晰地、或者至少以某种轮廓来把握这个“善”,以便像我们刚才所说的那样,能够决定把二等奖颁给谁。
ΠΡΩ. ὀρθότατα λέγεις.
\n普:你说得极为正确。
ΣΩ. οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν;
\n苏:那么,我们已经找到了一条通往“善”的途径了吗?
ΠΡΩ. τίνα;
\n普:什么途径?
ΣΩ. καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν πρῶτον ὀρθῶς ἵνʼ οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου.
\n苏:就像有人在寻找某个人时,如果首先正确地打听到了他住在哪里,那么对于找到所要寻找的目标,必定大有帮助。
ΠΡΩ. πῶς δʼ οὔ;
\n普:当然如此。
ΣΩ. καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατʼ ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλʼ ἐν τῷ μεικτῷ.
\n苏:而现在,某种论证也向我们表明,正如一开始所说的那样,我们不应在不混杂的生活中寻找“善”,而应在混杂的生活中寻找。
ΠΡΩ. πάνυ γε.
\n普:完全是这样。
ΣΩ. ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἢ ἐν τῷ μή;
\n苏:那么,在良好地混杂了的生活中,比起在未混杂的生活中,我们所寻找的东西会显得更加清晰,这种希望是不是更大呢?
ΠΡΩ. πολύ γε.
\n普:大得多。
ΣΩ. τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν, εἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθʼ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως.
\n苏:那么,普罗塔科,让我们向神明祈祷并进行混合吧,无论是狄奥尼索斯,还是赫菲斯托斯,或者是哪位神明获得了这种调和的荣耀。
ΠΡΩ. πάνυ μὲν οὖν.
\n普:完全赞成。
ΣΩ. καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναι—μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατος—ἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι.
\n苏:而且,就像在我们这些斟酒人面前立着几眼泉水一样——人们或许会把快乐的泉水比作蜜泉,而把智慧的泉水比作某种清冽健康的水泉——我们必须努力将它们尽可能完美地混合在一起。
ΠΡΩ. πῶς γὰρ οὔ;
\n普:当然如此。
ΣΩ. φέρε δὴ πρότερον· ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν;
\n 苏:那么首先,如果我们把所有的快乐与所有的智慧混合在一起,是不是最能成功地做好这件事?
ΠΡΩ. ἴσως.
\n普:也许吧。
ΣΩ. ἀλλʼ οὐκ ἀσφαλές.
\n苏:但这并不安全。
ᾗ δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν.
关于如何能以更安全的方式混合,我想我可以提出一个意见。
ΠΡΩ. λέγε τίνα.
\n普:请说是怎样的意见。
ΣΩ. ἦν ἡμῖν ἡδονή τε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα; ΠΡΩ. πῶς γὰρ οὔ;
\n苏:在我们看来,快乐之中确实有此一种比彼一种更为真实的,而技艺之中也确实有此一种比彼一种更为精确的,不是吗? \n普:当然如此。
ΣΩ. καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, ἡ μὲν ἐπὶ τὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, ἡ δʼ ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί.
\n苏:而且知识也与知识不同,一种是看向那些生成和消灭的事物,另一种则是看向那些既不生成也不消灭、而是始终以相同方式保持同一状态的事物。
ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι.
我们从真实性来考察,认为后者比前者更为真实。
ΠΡΩ. πάνυ μὲν οὖν ὀρθῶς.
\n普:确实非常正确。
ΣΩ. οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, ἤ τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων;
\n苏:那么,如果我们首先把两者最真实的部分混合在一起看看,这些部分调和之后,是否足以产生并为我们提供最令人满意的使用生活,还是说我们仍需要其他东西,哪怕是那些不属于这一类的部分?

词汇与语法注释

  1. 60aτὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν — 冠词 `τό` 使 `δεῖν`(无人称动词 `δεῖ` 的不定式)名词化,构成 `τὸ ... δεῖν` 结构,作为 `δοκεῖ ἔχειν` 的主语(或同位语从句)。`ἐπαναπολεῖν` 是依赖于 `δεῖν` 的不定式。
  2. 60bτεθέντʼ ἔχειν — 结合了 `τεθέντα`(`τίθημι` 的完成时被动分词中性复数,宾格)与 `ἔχειν`。其中 `ἔχειν` 用作不及物动词表示“处于……状态”,或作为某种迂回完成式,表明主语 `δύο ὀνόματα`(两个名称)“被赋予并保持在(对特定对象的)状态”。
  3. 60dμὴ ὅτι — 意思是“更不用说”、“何况”的惯用表达。此处接在前面的条件从句 `εἴ适 ... δέξαιτʼ ἄν`(如果有人会接受……)之后,引入强烈的否定对比或让步,意在说明在缺乏理智等的生活中,“即使是最大强烈的快乐也绝不会有人接受”。
  4. 61bὥσπερ καὶ κατʼ ἀρχάς — 意为“正如最开始时一样”,指代在对话初期(具体在 22a-c 附近,即双方同意混合的生活是最好的那一幕)所进行的讨论。

引用这一段

柏拉图, 菲力帕斯篇 §60-61. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:60-61

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。