§59ΣΩ. ἆρʼ οὖν ἐννοήσας τὸ τοιόνδε εἴρηκας ὃ λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται, πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως;
苏:那么,你现在说这些话,是不是心里想着这样的事情:大多数技艺以及所有在这些方面劳作的人,首先是在使用意见,并竭尽全力地寻找关于意见的事物?
εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθʼ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου;
即使有人自以为是在研究自然,你也知道他终其一生都在研究关于这个宇宙的事情,即它是如何生成的、如何受影响的、以及它又是如何起作用的?
φαῖμεν ἂν ταῦτα, ἢ πῶς;
我们要这样说,还是怎么说呢?
ΠΡΩ. οὕτως.
普:确实如此。
ΣΩ. οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον;
苏:那么,这样的人在我们中间承担劳作,并不是为了那些始终存在的事物,而是为了那些正在生成、将要生成和已经生成的事物,不是吗?
ΠΡΩ. ἀληθέστατα.
普:最真实不过了。
ΣΩ. τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθʼ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει;
苏:那么,对于这些事物中没有任何一个曾经、将要、或在当下以相同状态保持自身的东西,我们会说它能产生出最精确的真实性中的某种清晰度吗?
ΠΡΩ. καὶ πῶς;
普:怎么可能呢?
ΣΩ. περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδʼ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθʼ ἡμῖν καὶ ὁτιοῦν;
苏:那么,对于那些不具有任何稳定性的事物,我们怎么可能获得任何稳定的东西呢?
ΠΡΩ. οἶμαι μὲν οὐδαμῶς.
普:我想绝不可能。
ΣΩ. οὐδʼ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα.
苏:那么,关于它们,也就没有拥有最真实性的理智或任何学问了。
ΠΡΩ. οὔκουν εἰκός γε.
普:这当然不近情理。
ΣΩ. τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ.
苏:那么,你、我、高尔吉亚和菲ile布,都可以先放在一边不管,但必须在论证中郑重地见证这一点。
ΠΡΩ. τὸ ποῖον;
普:是什么呢?
ΣΩ. ὡς ἢ περὶ ἐκεῖνα ἔσθʼ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές·
苏:那就是,我们所拥有的稳定性、纯粹性、真实性以及我们所称的纯净性,要么是关于那些始终以相同方式保持同一状态、最不具混杂性的事物,要么是关于与它们最亲近的事物;而所有其他事物,都必须被称为第二等的、次要的。
τὰ δʼ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον. ΠΡΩ. ἀληθέστατα λέγεις.
普:你说得最真实不过了。
ΣΩ. τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρʼ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν;
苏:那么,把关于这类事物的最美丽名称赋予最美丽的对象,岂不是最公正的吗?
ΠΡΩ. εἰκός γε.
普:理当如此。
ΣΩ. οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γʼ ἄν τις τιμήσειε μάλιστα ὀνόματα;
苏:那么,“理智”和“智慧”难道不是人们最看重的名称吗?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. ταῦτʼ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι.
苏:那么,这些名称在关于真正存在的事物的思想中,被精确且正确地确立和称呼。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:确实如此。
ΣΩ. καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλʼ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα.
苏:而且,我当时拿来供作评判的名称,不外乎就是这些。
ΠΡΩ. τί μήν, ὦ Σώκρατες;
普:当然如此,苏格拉底。
ΣΩ. εἶεν.
苏:好。
τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι.
那么,关于智慧和快乐,如果有人说,为了它们彼此的混合,它们就像在我们这些匠人面前,作为从中或在其中必须制作出某种东西的原料而准备着,那么他就是在论证中做了一个极好的比喻。
ΠΡΩ. καὶ μάλα.
普:确实如此。
ΣΩ. τὸ δὴ μετὰ ταῦτα ἆρʼ οὐ μειγνύναι ἐπιχειρητέον;
苏:那么,在此之后,我们难道不应该尝试进行混合吗?
ΠΡΩ. τί μήν;
普:那是自然。
ΣΩ. οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι;
苏:那么,如果我们先说出并让自己回忆起以下这些事情,岂不是更妥当吗?
ΠΡΩ. τὰ ποῖα;
普:哪些事情?