Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §57-58

哲学知识的纯粹性与作为最高技艺的辩证法

第 29 段,共 34 段 · 希腊语

内容简介

苏格拉底与普罗塔科一致认为,哲学上的数学(算术与测量术)在精确度和纯粹性上远胜于实用数学;他们随后断定,不顾实用益处与名声、纯粹因热爱而追求真理本身的“辩证法”能力,拥有最真实、最纯粹的理智与智慧。

§57ΣΩ. τί δέ;
苏:那么这又如何呢?
λογιστικὴ καὶ μετρητικὴ ἡ κατὰ τεκτονικὴν καὶ κατʼ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ λογισμῶν καταμελετωμένων—πότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν;
木工和商业中的计算术与测量术,同哲学中的几何学以及经过精心训练的计算术相比——我们应当说它们各自是一门,还是设定为两门呢?
ΠΡΩ. τῇ πρόσθεν ἑπόμενος ἔγωγʼ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.
普:遵循先前的讨论,根据我的表决,我会将它们各自设定为两门。
ΣΩ. ὀρθῶς.
苏:对。
οὗ δʼ ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς;
但是,你是否明白我们为什么把这些事情提到桌面上来呢?
ΠΡΩ. ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον.
普:也许明白,但我还是希望你来阐明现在所问的问题。
ΣΩ. δοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος, οὐχ ἧττον ἢ ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας ἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή.
苏:那么在我看来,这个论证就像我们刚开始阐述它时一样,在此寻找快乐的对应物,旨在考察是否有一门知识比另一门知识更纯粹,正如一种快乐比另一种快乐更纯粹一样。
ΠΡΩ. καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθʼ ἕνεκα τούτων ἐπικεχείρηκεν.
普:这显然非常明白,即论证着手这些事情正是为了这个目的。
ΣΩ. τί οὖν;
苏:那么又如何呢?
ἆρʼ οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπʼ ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης;
我们在此前的讨论中,不是已经发现针对不同的对象存在不同的技艺,且一门技艺比另一门技艺更清晰,而另一门则较不清晰吗?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:确实如此。
ΣΩ. ἐν τούτοις δὲ ἆρʼ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον ἡ τῶν φιλοσοφούντων ἢ μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει;
苏:但在这些情况下,论证先是把某一门技艺当作同名异义的东西说出来,建立起它似乎是单一门技艺的看法,然后又重新把它们视作两门,追问关于这两个事物本身的清晰与纯粹,究竟是哲学研究者的技艺还是非哲学研究者的技艺具有更高的精确度?
ΠΡΩ. καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν.
普:在我看来,论证确实是在追问这个问题。
ΣΩ. τίνʼ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν;
苏:那么,普罗塔科,我们给它一个什么样的回答呢?
ΠΡΩ. ὦ Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν.
普:苏格拉底,我们在诸学问的清晰度上,已经达到了令人惊异的巨大差异。
ΣΩ. οὐκοῦν ἀποκρινούμεθα ῥᾷον;
苏:那么我们回答起来不是更容易了吗?
ΠΡΩ. τί μήν;
普:那是自然。
καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δʼ αὐτῶν αἱ περὶ τὴν τῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺς διαφέρουσιν.
而且必须说,这些技艺与其他技艺有极大的不同,而在这些技艺本身之中,那些与真正致力于哲学研究的人的追求相关的技艺,在关于测量和数字的精确度与真实性上,其优越程度是不可思议的。
ΣΩ. ἔστω ταῦτα κατὰ σέ, καὶ σοὶ δὴ πιστεύοντες θαρροῦντες ἀποκρινόμεθα τοῖς δεινοῖς περὶ λόγων ὁλκήν— ΠΡΩ. τὸ ποῖον;
苏:就照你说的办吧。 我们信赖你,自信地向那些善于进行辩论博弈的能人们做出回答—— 普:回答什么?
ΣΩ. ὡς εἰσὶ δύο ἀριθμητικαὶ καὶ δύο μετρητικαὶ καὶ ταύταις ἄλλαι τοιαῦται συνεπόμεναι συχναί, τὴν διδυμότητα ἔχουσαι ταύτην, ὀνόματος δὲ ἑνὸς κεκοινωμέναι.
苏:那就是:存在着两种算术和两种测量术,以及伴随它们的许多其他类似技艺,它们都具有这种双重性,却共同享有一个名称。
ΠΡΩ. διδῶμεν τύχῃ ἀγαθῇ τούτοις οὓς φῂς δεινοὺς εἶναι ταύτην τὴν ἀπόκρισιν, ὦ Σώκρατες.
普:苏格拉底,祝愿好运,我们就把这个回答给那些你所说的能人们吧。
ΣΩ. ταύτας οὖν λέγομεν ἐπιστήμας ἀκριβεῖς μάλιστʼ εἶναι;
苏:那么我们是否说这些知识是最精确的呢?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:确实如此。
ΣΩ. ἀλλʼ ἡμᾶς, ὦ Πρώταρχε, ἀναίνοιτʼ ἂν ἡ τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν.
苏:但是,普罗塔科,如果我们把任何其他学问评判在它之前,那么辩证法的能力就会唾弃我们。
ΠΡΩ. τίνα δὲ ταύτην αὖ δεῖ λέγειν;
普:那么,这又该说是什么能力呢?
§58ΣΩ. δῆλον ὁτιὴ πᾶς ἂν τήν γε νῦν λεγομένην γνοίη·
苏:显然,任何人都明白现在所说的这门学问。
τὴν γὰρ περὶ τὸ ὂν καὶ τὸ ὄντως καὶ τὸ κατὰ ταὐτὸν ἀεὶ πεφυκὸς πάντως ἔγωγε οἶμαι ἡγεῖσθαι σύμπαντας ὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται μακρῷ ἀληθεστάτην εἶναι γνῶσιν.
因为我完全认为,凡是稍微附有一点点理智的人,都会认为关于存在、真正存在以及本性上始终保持同一状态的事物的知识,是迄今为止最真实的知识。
σὺ δὲ τί;
你呢?
πῶς τοῦτο, ὦ Πρώταρχε, διακρίνοις ἄν;
普罗塔科,你会如何评判这件事?
ΠΡΩ. ἤκουον μὲν ἔγωγε, ὦ Σώκρατες, ἑκάστοτε Γοργίου πολλάκις ὡς ἡ τοῦ πείθειν πολὺ διαφέροι πασῶν τεχνῶν —πάντα γὰρ ὑφʼ αὑτῇ δοῦλα διʼ ἑκόντων ἀλλʼ οὐ διὰ βίας ποιοῖτο, καὶ μακρῷ ἀρίστη πασῶν εἴη τῶν τεχνῶν—νῦν δʼ οὔτε σοὶ οὔτε δὴ ἐκείνῳ βουλοίμην ἂν ἐναντία τίθεσθαι.
普:苏格拉底,我曾经常常听高尔吉亚说,说服的技术大大多于并优于一切技艺——因为它能使一切事物心甘情愿而非通过暴力成为自己的奴隶,而且是迄今为止所有技艺中最优秀的。 但现在,我既不想与你作对,也不想与他作对。
ΣΩ. τὰ ὅπλα μοι δοκεῖς βουληθεὶς εἰπεῖν αἰσχυνθεὶς ἀπολιπεῖν.
苏:在我看来,你似乎本想拿起武器战斗,却因为感到羞怯而放弃了武器。
ΠΡΩ. ἔστω νῦν ταῦτα ταύτῃ ὅπῃ σοι δοκεῖ.
普:那么,就让这些事情按照你想的那样去办吧。
ΣΩ. ἆρʼ οὖν αἴτιος ἐγὼ τοῦ μὴ καλῶς ὑπολαβεῖν σε;
苏:那么,你没有很好地理解我的意思,是我的原因吗?
ΠΡΩ. τὸ ποῖον;
普:是指什么?
ΣΩ. οὐκ, ὦ φίλε Πρώταρχε, τοῦτο ἔγωγε ἐζήτουν πω, τίς τέχνη ἢ τίς ἐπιστήμη πασῶν διαφέρει τῷ μεγίστη καὶ ἀρίστη καὶ πλεῖστα ὠφελοῦσα ἡμᾶς, ἀλλὰ τίς ποτε τὸ σαφὲς καὶ τἀκριβὲς καὶ τὸ ἀληθέστατον ἐπισκοπεῖ, κἂν εἰ σμικρὰ καὶ σμικρὰ ὀνινᾶσα, τοῦτʼ ἔστιν ὃ νῦν δὴ ζητοῦμεν.
苏:不,亲爱的普罗塔科,我刚才绝不是在寻找这个—— 哪一门技艺或哪一门学问因为最大、最善且对我们益处最多而超越所有其他技艺;相反,我们现在寻找的是,究竟是哪一门在审视清晰性、精确性和最真实性,即便它很微小,带来的益处也很微小。
ἀλλʼ ὅρα—οὐδὲ γὰρ ἀπεχθήσῃ Γοργίᾳ, τῇ μὲν ἐκείνου ὑπάρχειν τέχνῃ διδοὺς πρὸς χρείαν τοῖς ἀνθρώποις κρατεῖν, ᾗ δʼ εἶπον ἐγὼ νῦν πραγματείᾳ, καθάπερ τοῦ λευκοῦ πέρι τότε ἔλεγον, κἂν εἰ σμικρόν, καθαρὸν δʼ εἴη, τοῦ πολλοῦ καὶ μὴ τοιούτου διαφέρειν, τούτῳ γʼ αὐτῷ τῷ ἀληθεστάτῳ, καὶ νῦν δὴ σφόδρα διανοηθέντες καὶ ἱκανῶς διαλογισάμενοι, μήτʼ εἴς τινας ὠφελίας ἐπιστημῶν βλέψαντες μήτε τινὰς εὐδοκιμίας, ἀλλʼ εἴ τις πέφυκε τῆς ψυχῆς ἡμῶν δύναμις ἐρᾶν τε τοῦ ἀληθοῦς καὶ πάντα ἕνεκα τούτου πράττειν, ταύτην εἴπωμεν διεξερευνησάμενοι—τὸ καθαρὸν νοῦ τε καὶ φρονήσεως εἰ ταύτην μάλιστα ἐκ τῶν εἰκότων ἐκτῆσθαι φαῖμεν ἂν ἤ τινα ἑτέραν ταύτης κυριωτέραν ἡμῖν ζητητέον.
但是你看——因为你绝不会得罪高尔吉亚,如果你把“在对人类的使用上占据统治地位”让渡给他的技艺,而把我刚才所说的那种探求——就像我当时谈到白色时所说的那样,哪怕是微小的,只要是纯粹的,就与大量的非纯粹的白色不同,并在“最真实”这同一特性上超越它——让渡给它。 现在,我们进行了非常认真的思考和充分的讨论,不去看学问的任何实际益处,也不看任何名声,而是看看如果我们的灵魂中本性上存在着某种热爱真理并为此付出一切努力的力量,那么在彻底探求之后,我们应该说:我们是说这一力量最有可能拥有理智和智慧的纯粹部分,还是我们必须寻找另一门比它更具权威性的学问?
ΠΡΩ. ἀλλὰ σκοπῶ, καὶ χαλεπὸν οἶμαι συγχωρῆσαί τινα ἄλλην ἐπιστήμην ἢ τέχνην τῆς ἀληθείας ἀντέχεσθαι μᾶλλον ἢ ταύτην.
普:但我正在考虑,而且我认为,很难承认有任何其他学问或技艺比这一门更紧紧地把握真理。

词汇与语法注释

  1. 57aτῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ λογισμῶν καταμελετωμένων — 属格冠词 τῆς 充当比较属格,用以与前文木工和商业中的计算与测量相比较。分词 καταμελετωμένων 是属格复数现在时被动(或中动)分词,修饰前面的几何学与计算术,表示这些哲学学科是“经过精心训练或深入钻研的”。
  2. 57bδοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος ... προβεβληκέναι σκοπῶν — 主语 οὗτος ὁ λόγος(此论证)与动词 δοκεῖ 及完成时不定式 προβεβληκέναι 连用。此处将“论证(logos)”拟人化,现在时主动分词 ζητῶν(寻找)和 σκοπῶν(考察)在性、数、格上均与主语 ὁ λόγος 保持一致。
  3. 57eἀναίνοιτʼ ἂν ἡ τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν — 主句中带 ἄν 的祈愿神气(ἀναίνοιτʼ ἂν)与条件从句中的祈愿神气(κρίναιμεν)相结合,构成了表示潜在可能性(未来较不确定条件)的条件句。冠词不定式属格 τοῦ διαλέγεσθαι 则修饰名词 δύναμις。
  4. 58aὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται — 与格关系代词 ὅσοις 与动词 προσήρτηται(附着)连用,充当所有或关系与格。属格 νοῦ 是修饰中性形容词 σμικρόν 的部分属格,意为“即便是一丁点理智”。
  5. 58dτὸ καθαρὸν νοῦ τε καὶ φρονήσεως εἰ ταύτην μάλιστα ἐκ τῶν εἰκότων ἐκτῆσθαι φαῖμεν ἂν — 在这一复杂的句型中,主句动词是潜在祈愿神气 φαῖμεν ἂν(“我们会说”)。在其引入的间接引语中,指代能力的阴性单数代词 ταύτην 充当不定式 ἐκτῆσθαι(拥有)的对格主语,而 τὸ καθαρὸν νοῦ τε καὶ φρονήσεως(理智与智慧的纯粹部分)则是该不定式的直接宾语。

引用这一段

柏拉图, 菲力帕斯篇 §57-58. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:57-58

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。