§55ΠΡΩ. ἐοίκασι γοῦν.
普:确实如此。
ΣΩ. οὐκοῦν τῷ γίγνεσθαί γε τοὐναντίον ἅπαντες τὸ φθείρεσθαι φαῖμεν ἄν.
苏:那么,我们大家都会说,消灭与生成是完全相反的吧?
ΠΡΩ. ἀναγκαῖον.
普:必然。
ΣΩ. τὴν δὴ φθορὰν καὶ γένεσιν αἱροῖτʼ ἄν τις τοῦθʼ αἱρούμενος, ἀλλʼ οὐ τὸν τρίτον ἐκεῖνον βίον, τὸν ἐν ᾧ μήτε χαίρειν μήτε λυπεῖσθαι, φρονεῖν δʼ ἦν ὡς οἷόν τε καθαρώτατα.
苏:那么,选择这个的人,就是在选择消灭和生成,而不是那第三种生活,即在那之中既不感到快乐也不感到痛苦,而是尽可能纯粹地进行思考的生活。
ΠΡΩ. πολλή τις, ὡς ἔοικεν, ὦ Σώκρατες, ἀλογία συμβαίνει γίγνεσθαι, ἐάν τις τὴν ἡδονὴν ὡς ἀγαθὸν ἡμῖν τιθῆται.
普:苏格拉底,看来如果有人把快乐作为善为我们设定下来,就会产生极大的荒谬。
ΣΩ. πολλή, ἐπεὶ καὶ τῇδε ἔτι λέγωμεν.
苏:确实极大,因为我们还可以从这个方面来说。
ΠΡΩ. πῇ;
普:怎么说?
ΣΩ. πῶς οὐκ ἄλογόν ἐστι μηδὲν ἀγαθὸν εἶναι μηδὲ καλὸν μήτε ἐν σώμασι μήτʼ ἐν πολλοῖς ἄλλοις πλὴν ἐν ψυχῇ, καὶ ἐνταῦθα ἡδονὴν μόνον, ἀνδρείαν δὲ ἢ σωφροσύνην ἢ νοῦν ἤ τι τῶν ἄλλων ὅσα ἀγαθὰ εἴληχε ψυχή, μηδὲν τοιοῦτον εἶναι;
苏:如果在身体中,或者在除了灵魂之外的其他许多事物中,都没有任何好或美的东西,而只在灵魂之中才有,并且在灵魂之中也只有快乐是如此,而勇敢、节制、理智或灵魂分得的好东西中的任何其他事物,都不是这样的东西,这怎么能不荒谬呢?
πρὸς τούτοις δὲ ἔτι τὸν μὴ χαίροντα, ἀλγοῦντα δέ, ἀναγκάζεσθαι φάναι κακὸν εἶναι τότε ὅταν ἀλγῇ, κἂν ᾖ ἄριστος πάντων, καὶ τὸν χαίροντα αὖ, ὅσῳ μᾶλλον χαίρει, τότε ὅταν χαίρῃ, τοσούτῳ διαφέρειν πρὸς ἀρετήν.
此外,一个不感到快乐而感到痛苦的人,即使他是所有人中最优秀的,也必须被迫承认自己在感到痛苦的那时是一个恶人;相反,一个感到快乐的人,他越是快乐,在他快乐的那时,他在德性上就越是杰出。
ΠΡΩ. πάντʼ ἐστὶ ταῦτα, ὦ Σώκρατες, ὡς δυνατὸν ἀλογώτατα.
普:苏格拉底,所有这些事情都尽可能地荒谬。
ΣΩ. μὴ τοίνυν ἡδονῆς μὲν πάντως ἐξέτασιν πᾶσαν ἐπιχειρῶμεν ποιήσασθαι, νοῦ δὲ καὶ ἐπιστήμης οἷον φειδόμενοι σφόδρα φανῶμεν· γενναίως δέ, εἴ πῄ τι σαθρὸν ἔχει, πᾶν περικρούωμεν, ὡς ὅτι καθαρώτατόν ἐστʼ αὐτῶν φύσει, τοῦτο κατιδόντες εἰς τὴν κρίσιν χρώμεθα τὴν κοινὴν τοῖς τε τούτων καὶ τοῖς τῆς ἡδονῆς μέρεσιν ἀληθεστάτοις.
苏:因此,我们绝不要一方面试图对快乐进行各方面的考察,另一方面却显得对理智和科学过于宽容;相反,我们要勇敢地四处敲击,看看它们是否在什么地方有脆弱空洞之处,以便我们看清它们之中本性上最纯粹的部分,并将其用于对这些部分和快乐最真实的部分进行共同的裁决。
ΠΡΩ. ὀρθῶς.
普:对。
ΣΩ. οὐκοῦν ἡμῖν τὸ μὲν οἶμαι δημιουργικόν ἐστι τῆς περὶ τὰ μαθήματα ἐπιστήμης, τὸ δὲ περὶ παιδείαν καὶ τροφήν.
苏:那么,我想在关于诸学问的科学中,一部分是关于制作的,另一部分是关于教育和培养的。
ἢ πῶς;
还是怎样呢?
ΠΡΩ. οὕτως.
普:正是。
ΣΩ. ἐν δὴ ταῖς χειροτεχνικαῖς διανοηθῶμεν πρῶτα εἰ τὸ μὲν ἐπιστήμης αὐτῶν μᾶλλον ἐχόμενον, τὸ δʼ ἧττον ἔνι, καὶ δεῖ τὰ μὲν ὡς καθαρώτατα νομίζειν, τὰ δʼ ὡς ἀκαθαρτότερα.
苏:那么在手工技艺中,让我们首先思考它们是否一部分较多地与科学相连,而另一部分较少,并且我们应该将一些视为最纯粹的,另一些视为较不纯粹的。
ΠΡΩ. οὐκοῦν χρή.
普:应该如此。
ΣΩ. τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς;
苏:那么,我们是否应该把它们各自起主导作用的技艺分开来把握呢?
ΠΡΩ. ποίας καὶ πῶς;
普:哪些,以及如何把握?
ΣΩ. οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο.
苏:例如,如果有人从所有的技艺中分出算术、测量术和称重术,那么可以说,每一门技艺留下来的部分就会变得微不足道。
ΠΡΩ. φαῦλον μὲν δή.
普:确实微不足道。
§56ΣΩ. τὸ γοῦν μετὰ ταῦτʼ εἰκάζειν λείποιτʼ ἂν καὶ τὰς αἰσθήσεις καταμελετᾶν ἐμπειρίᾳ καί τινι τριβῇ, ταῖς τῆς στοχαστικῆς προσχρωμένους δυνάμεσιν ἃς πολλοὶ τέχνας ἐπονομάζουσι, μελέτῃ καὶ πόνῳ τὴν ῥώμην ἀπειργασμένας.
苏:无论何,在这之后留下来的就只有推测,以及通过经验和某种熟练去训练感觉,同时利用被许多人冠以技艺之名的推测能力,这些能力是通过练习和劳苦才磨砺出力量的。
ΠΡΩ. ἀναγκαιότατα λέγεις.
普:你说的极必然。
ΣΩ. οὐκοῦν μεστὴ μέν που μουσικὴ πρῶτον, τὸ σύμφωνον ἁρμόττουσα οὐ μέτρῳ ἀλλὰ μελέτης στοχασμῷ, καὶ σύμπασα αὐτῆς αὐλητική, τὸ μέτρον ἑκάστης χορδῆς τῷ στοχάζεσθαι φερομένης θηρεύουσα, ὥστε πολὺ μεμειγμένον ἔχειν τὸ μὴ σαφές, σμικρὸν δὲ τὸ βέβαιον.
苏:因此,首先音乐想必充满了这些,它不是靠测量,而是靠练习的推测来调和音调;而所有的双簧管演奏也是如此,它是靠推测去捕捉正在振动的每一根弦的音准,因而混杂着许多不明确,而可靠的成分极少。
ΠΡΩ. ἀληθέστατα.
普:极真实。
ΣΩ. καὶ μὴν ἰατρικήν τε καὶ γεωργίαν καὶ κυβερνητικὴν καὶ στρατηγικὴν ὡσαύτως εὑρήσομεν ἐχούσας.
苏:而且,我们还会发现医学、农学、航海术和将帅术同样也处于这种状态。
ΠΡΩ. καὶ πάνυ γε.
普:确实如此。
ΣΩ. τεκτονικὴν δέ γε οἶμαι πλείστοις μέτροις τε καὶ ὀργάνοις χρωμένην τὰ πολλὴν ἀκρίβειαν αὐτῇ πορίζοντα τεχνικωτέραν τῶν πολλῶν ἐπιστημῶν παρέχεται.
苏:但我认为,木工活使用了极多的测量工具和仪器,这些工具为它提供了极高的精确度,使得它比大多数科学更具技术性。
ΠΡΩ. πῇ;
普:怎么说?
ΣΩ. κατά τε ναυπηγίαν καὶ κατʼ οἰκοδομίαν καὶ ἐν πολλοῖς ἄλλοις τῆς ξυλουργικῆς.
苏:无论是在造船、造屋,还是在木工技艺的其他许多分支中。
κανόνι γὰρ οἶμαι καὶ τόρνῳ χρῆται καὶ διαβήτῃ καὶ στάθμῃ καί τινι προσαγωγίῳ κεκομψευμένῳ.
因为我认为它使用了直尺、车床、圆规、墨线,以及某种精巧的校准仪。
ΠΡΩ. καὶ πάνυ γε, ὦ Σώκρατες, ὀρθῶς λέγεις.
普:确实如此,苏格拉底,你说得很对。
ΣΩ. θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος.
苏:那么,我们将所谓的种种技艺分为两类:一类是在其工作中跟随音乐、分得较少精确度的,另一类是跟随木工、分得较多精确度的。
ΠΡΩ. κείσθω.
普:就这么设定吧。
ΣΩ. τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν.
苏:而在这些之中,最精确的技艺就是我们刚才最先提到的那些。
ΠΡΩ. ἀριθμητικὴν φαίνῃ μοι λέγειν καὶ ὅσας μετὰ ταύτης τέχνας ἐφθέγξω νυνδή.
普:在我看来,你是说算术以及你刚才随之提到的那些技艺。
ΣΩ. πάνυ μὲν οὖν.
苏:正是如此。
ἀλλʼ, ὦ Πρώταρχε, ἆρʼ οὐ διττὰς αὖ καὶ ταύτας λεκτέον;
但是,普罗塔科,难道我们不应该说这些反过来也是双重的吗?
ἢ πῶς;
还是怎样?
ΠΡΩ. ποίας δὴ λέγεις;
普:你指的是哪些?
ΣΩ. ἀριθμητικὴν πρῶτον ἆρʼ οὐκ ἄλλην μέν τινα τὴν τῶν πολλῶν φατέον, ἄλλην δʼ αὖ τὴν τῶν φιλοσοφούντων;
苏:首先对于算术,难道我们不应该说,一种是大众的算术,而另一种则是哲学研究者的算术吗?
ΠΡΩ. πῇ ποτε διορισάμενος οὖν ἄλλην, τὴν δὲ ἄλλην θείη τις ἂν ἀριθμητικήν;
普:那么,究竟要如何区分,才能把一类算术和另一类算术分别设定下来呢?
ΣΩ. οὐ σμικρὸς ὅρος, ὦ Πρώταρχε.
苏:普罗塔科,这不是一个微小的界限。
οἱ μὲν γάρ που μονάδας ἀνίσους καταριθμοῦνται τῶν περὶ ἀριθμόν, οἷον στρατόπεδα δύο καὶ βοῦς δύο καὶ δύο τὰ σμικρότατα ἢ καὶ τὰ πάντων μέγιστα· οἱ δʼ οὐκ ἄν ποτε αὐτοῖς συνακολουθήσειαν, εἰ μὴ μονάδα μονάδος ἑκάστης τῶν μυρίων μηδεμίαν ἄλλην ἄλλης διαφέρουσάν τις θήσει.
因为其中一类人在关于数字的事情中,数的是不相等的单位,例如两个营、两头牛、两个极其微小的东西、甚至是所有东西中最大的两个;而另一类人则绝不会同意他们,除非有人设定在成千上万的单位中,每一个单位都与其他任何一个单位毫无差别。
ΠΡΩ. καὶ μάλα εὖ λέγεις οὐ σμικρὰν διαφορὰν τῶν περὶ ἀριθμὸν τευταζόντων, ὥστε λόγον ἔχειν δύʼ αὐτὰς εἶναι.
普:你说的非常对,在忙于数字的人们之间确实有不小的差别,因而说算术有两种是合乎道理的。