Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §53-54

快乐的纯粹性与作为生成的快乐之局限

第 27 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科以白色的纯粹性为例,论证了少量纯净的快乐优于大量混杂的快乐。随后他们梳理了“生成”与“存在”的关系,阐明作为生成过程的快乐其自身绝非“善”。

§53ΠΡΩ. τί οὖν προελώμεθα;
普:那么,我们应该挑选哪一个呢?
ΣΩ. τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος.
苏:如果你愿意,让我们首先来检验白色这一属。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:好的,非常乐意。
ΣΩ. πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη;
苏:那么,对于我们来说,白色的纯粹性是什么,又是怎样的?
πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη;
是最大、最多的白色,还是最无杂质的白色,即其中没有任何其他颜色的一部分存在?
ΠΡΩ. δῆλον ὅτι τὸ μάλιστʼ εἰλικρινὲς ὄν.
普:显然是那最纯净的。
ΣΩ. ὀρθῶς.
苏:对。
ἆρʼ οὖν οὐ τοῦτο ἀληθέστατον, ὦ Πρώταρχε, καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλʼ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον;
普罗塔科,那么我们难道不应该把这设定为所有白色中最真实、同时最美的东西,而不是那最多或最大的吗?
ΠΡΩ. ὀρθότατά γε.
普:极正确。
ΣΩ. σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς.
苏:因此,如果我们说,少量的纯白色,比混杂的大量白色同时更白、更美、也更真实,我们的说法就完全正确了。
ΠΡΩ. ὀρθότατα μὲν οὖν.
普:极正确。
ΣΩ. τί οὖν;
苏:那么又如何?
οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλʼ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτʼ ἄν.
关于快乐的论证,我们想必不需要很多这样的例子,而是从这里直接理解就足够了:即使是任何微小的快乐,只要它不混杂痛苦,就比巨大的快乐更令人愉快、更真实、也更美,少量的也比多量的如此。
ΠΡΩ. σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν.
普:非常正确,而且这个例子已经足够了。
ΣΩ. τί δὲ τὸ τοιόνδε;
苏:那这个又如何?
ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς;
关于快乐,我们难道没有听说过它总是生成,而快乐根本没有任何存在吗?
κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν.
因为确实,现在又有一些聪明人试图向我们指出这一论点,我们应该对他们表示感谢。
ΠΡΩ. τί δή;
普:为什么呢?
ΣΩ. διαπερανοῦμαί σοι τοῦτʼ αὐτὸ ἐπανερωτῶν, ὦ Πρώταρχε φίλε.
苏:我亲爱的普罗塔科,我将通过向你提问来解释这件事本身。
ΠΡΩ. λέγε καὶ ἐρώτα μόνον.
普:请说吧,只管提问。
ΣΩ. ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθʼ αὑτό, τὸ δʼ ἀεὶ ἐφιέμενον ἄλλου.
苏:确实存在着两样东西,一样是它自身独立存在的,另一样是总是追求他物的。
ΠΡΩ. πῶς τούτω καὶ τίνε λέγεις;
普:你说的这两个是什么,又是怎么回事?
ΣΩ. τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δʼ ἐλλιπὲς ἐκείνου.
苏:一样是本性上总是最高贵的,另一样则是相对于它而有所匮乏的。
ΠΡΩ. λέγʼ ἔτι σαφέστερον.
普:请说得更明白些。
ΣΩ. παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν.
苏:我们想必观察过美丽而优秀的少年,以及他们勇敢的爱人。
ΠΡΩ. σφόδρα γε.
普:非常正确。
ΣΩ. τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει κατὰ πάνθʼ ὅσα λέγομεν εἶναι.
苏:那么,在我们所说的存在着的一切事物中,去寻找与这两者相似的另外两样东西吧。
ΠΡΩ. τὸ τρίτον ἔτʼ ἐρῶ;
普:我要问第三次吗?
λέγε σαφέστερον, ὦ Σώκρατες, ὅτι λέγεις.
苏格拉底,请说得更明白些,你到底在说什么。
ΣΩ. οὐδέν τι ποικίλον, ὦ Πρώταρχε·
苏:没有什么复杂的,普罗塔科。
ἀλλʼ ὁ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δʼ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί, τὸ δʼ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται.
只不过是论证在开我们的玩笑,它的意思是:在存在的事物中,一样总是为了某物而存在,另一样则是那个“目的”,为了这个目的,那为了某物而生成的事物每次才会生成。
ΠΡΩ. μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.
普:由于说了好几次,我终于勉强理解了。
§54ΣΩ. τάχα δʼ ἴσως, ὦ παῖ, μᾶλλον μαθησόμεθα προελθόντος τοῦ λόγου.
苏:不过,我的孩子,也许随着论证的推进,我们会理解得更好。
ΠΡΩ. τί γὰρ οὔ;
普:怎么会不呢?
ΣΩ. δύο δὴ τάδε ἕτερα λάβωμεν.
苏:那么让我们再取另外两个东西。
ΠΡΩ. ποῖα;
普:哪两个?
ΣΩ. ἓν μέν τι γένεσιν πάντων, τὴν δὲ οὐσίαν ἕτερον ἕν.
苏:一个是万物的生成,另一个是存在。
ΠΡΩ. δύο ἀποδέχομαί σου ταῦτα, οὐσίαν καὶ γένεσιν.
普:我接受你这两个概念,存在和生成。
ΣΩ. ὀρθότατα.
苏:极正确。
πότερον οὖν τούτων ἕνεκα ποτέρου, τὴν γένεσιν οὐσίας ἕνεκα φῶμεν ἢ τὴν οὐσίαν εἶναι γενέσεως ἕνεκα;
那么,这两个中哪一个是为了另一个而存在的?
ΠΡΩ. τοῦτο ὃ προσαγορεύεται οὐσία εἰ γενέσεως ἕνεκα τοῦτʼ ἔστιν ὅπερ ἐστί, νῦν πυνθάνῃ;
我们是说生成是为了存在,还是存在是为了生成?
ΣΩ. φαίνομαι.
普:你现在是在问:那个被称为存在的东西,它之所以是其所是,是为了生成吗?
ΠΡΩ. πρὸς θεῶν ἆρʼ ἐπανερωτᾷς με τοιόνδε τι;
苏:看来是的。
λέγʼ, ὦ Πρώταρχε, μοί, πότερα πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον ἢ πλοῖα ἕνεκα ναυπηγίας, καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ἐστίν;
普:天哪,难道你是在问我这样一件事吗?
ΣΩ. λέγω τοῦτʼ αὐτό, ὦ Πρώταρχε.
“告诉我,普罗塔科,你是说造船是为了船,还是船是为了造船,以及所有诸如此类的事情?
ΠΡΩ. τί οὖν οὐκ αὐτὸς ἀπεκρίνω σαυτῷ, ὦ Σώκρατες;
” 苏:我正是这个意思,普罗塔科。
ΣΩ. οὐδὲν ὅτι οὔ·
普:苏格拉底,那么你为什么不自己回答自己呢?
σὺ μέντοι τοῦ λόγου συμμέτεχε.
苏:当然可以回答,不过你也要参与到论证中来。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:非常乐意。
ΣΩ. φημὶ δὴ γενέσεως μὲν ἕνεκα φάρμακά τε καὶ πάντα ὄργανα καὶ πᾶσαν ὕλην παρατίθεσθαι πᾶσιν, ἑκάστην δὲ γένεσιν ἄλλην ἄλλης οὐσίας τινὸς ἑκάστης ἕνεκα γίγνεσθαι, σύμπασαν δὲ γένεσιν οὐσίας ἕνεκα γίγνεσθαι συμπάσης.
苏:我的确是说,药剂、所有工具以及一切材料,都是为了生成而提供给万物的;而每一个具体的生成都是为了某一个具体的存在而发生的;整个生成则是为了整个存在而发生的。
ΠΡΩ. σαφέστατα μὲν οὖν.
普:极清晰。
ΣΩ. οὐκοῦν ἡδονή γε, εἴπερ γένεσίς ἐστιν, ἕνεκά τινος οὐσίας ἐξ ἀνάγκης γίγνοιτʼ ἄν.
苏:那么快乐,既然它是一种生成,必然是为了某种存在而发生的。
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτʼ ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι· τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ὦ ἄριστε, μοῖραν θετέον.
苏:然而,那为了某物而生成之物每次都是为了它而发生的“目的”,是属于善的范畴;而那为了某物而生成之物,我优秀的年轻朋友,必须被放在另一个范畴。
ΠΡΩ. ἀναγκαιότατον.
普:极必然。
ΣΩ. ἆρʼ οὖν ἡδονή γε εἴπερ γένεσίς ἐστιν, εἰς ἄλλην ἢ τὴν τοῦ ἀγαθοῦ μοῖραν αὐτὴν τιθέντες ὀρθῶς θήσομεν;
苏:那么快乐,既然它是一种生成,如果我们将它放在善以外的另一个范畴,我们能放得正确吗?
ΠΡΩ. ὀρθότατα μὲν οὖν.
普:极正确。
ΣΩ. οὐκοῦν ὅπερ ἀρχόμενος εἶπον τούτου τοῦ λόγου, τῷ μηνύσαντι τῆς ἡδονῆς πέρι τὸ γένεσιν μέν, οὐσίαν δὲ μηδʼ ἡντινοῦν αὐτῆς εἶναι, χάριν ἔχειν δεῖ·
苏:所以,正如我在这段论证开始时所说的,我们应该感谢那位指出快乐是生成、而其自身毫无存在的人。
δῆλον γὰρ ὅτι οὗτος τῶν φασκόντων ἡδονὴν ἀγαθὸν εἶναι καταγελᾷ.
因为显然,这人嘲笑了那些声称快乐就是善的人。
ΠΡΩ. σφόδρα γε.
普:非常正确。
ΣΩ. καὶ μὴν αὑτὸς οὗτος ἑκάστοτε καὶ τῶν ἐν ταῖς γενέσεσιν ἀποτελουμένων καταγελάσεται.
苏:而且,这同一位学者在每一次也会嘲笑那些在生成中获得满足的人。
ΠΡΩ. πῶς δὴ καὶ ποίων λέγεις;
普:你到底说的是怎样的、以及哪些人呢?
ΣΩ. τῶν ὅσοι ἐξιώμενοι ἢ πείνην ἢ δίψαν ἤ τι τῶν τοιούτων, ὅσα γένεσις ἐξιᾶται, χαίρουσι διὰ τὴν γένεσιν ἅτε ἡδονῆς οὔσης αὐτῆς, καί φασι ζῆν οὐκ ἂν δέξασθαι μὴ διψῶντές τε καὶ πεινῶντες καὶ τἆλλα ἅ τις ἂν εἴποι πάντα τὰ ἑπόμενα τοῖς τοιούτοις παθήμασι μὴ πάσχοντες.
苏:即那些在消除饥饿、口渴或任何此类事情时,因为那是生成而感到高兴,因为生成本身就是快乐。 他们还说,如果自己不感到口渴、饥饿,以及不经历所有其他伴随此类体验的事情,他们就不会接受活着。

词汇与语法注释

  1. ¦53a¦ἀκρατέστατον — 形容词 ἄκρατος(无杂质的、纯粹的)的最高级。由于字形上与 ἀκρατής(无节制的、缺乏自制力的)的最高级完全相同而容易产生误读,但从上下文(不含任何其他颜色成分的纯白色)来看,显然是指“最无杂质的、极纯净的”。
  2. ¦53e¦τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί, τὸ δʼ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται — 使用关系词句的复杂对比结构。前半句“存在的事物中,一样总是为了某物而存在”(τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί)与后半句“而另一样则是”(τὸ δʼ)相对应。后者的主格补足语是由关系词引导的词组“οὗ χάριν”(为了它),而在其中嵌入了分词短语“τὸ τινὸς ἕνεκα γιγνόμενον”(为了某物而生成的事物)作为主语。整句意为“即那个目的,为了这个目的,那为了某物而生成的事物每次才会生成”。
  3. ¦54b¦πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον ἢ πλοῖα ἕνεκα ναυπηγίας — 介词 ἕνεκα(为了)的倒置(后置)以及受其支配的属格位置。前半句中,“πλοίων”(船的,属格)受“ἕνεκα”支配,但其间插入了作为不定式逻辑主语的对格“ναυπηγίαν”(造船,对格),形成了语序倒置(hyperbaton)。后半句中的“πλοῖα”(中性复数主格/对格)作为省略了的不定式“γίγνεσθαι”的逻辑主语,其后连接着“ἕνεκα ναυπηγίας”(为了造船)。

引用这一段

柏拉图, 菲力帕斯篇 §53-54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:53-54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。