§49ΣΩ. τῶν ἀρετῶν δʼ ἆρʼ οὐ σοφίας πέρι τὸ πλῆθος πάντως ἀντεχόμενον μεστὸν ἐρίδων καὶ δοξοσοφίας ἐστὶ ψευδοῦς;
苏:而在美德中,难道大众不是在智慧方面最不遗余力地争夺,以至于充满了争执和虚假的自负智慧吗?
ΠΡΩ. πῶς δʼ οὔ;
普:怎么会不呢?
ΣΩ. κακὸν μὲν δὴ πᾶν ἄν τις τὸ τοιοῦτον εἰπὼν ὀρθῶς ἂν εἴποι πάθος.
苏:如果有人把所有这一类的感受都称为恶,他就是说对了。
ΠΡΩ. σφόδρα γε.
普:确实如此。
ΣΩ. τοῦτο τοίνυν ἔτι διαιρετέον, ὦ Πρώταρχε, δίχα, εἰ μέλλομεν τὸν παιδικὸν ἰδόντες φθόνον ἄτοπον ἡδονῆς καὶ λύπης ὄψεσθαι μεῖξιν.
苏:因此,普罗塔科,如果我们要在看清那种孩子般的嫉妒的同时,也看清快乐与痛苦的奇异混合,就必须把这进一步一分为二。
πῶς οὖν τέμνομεν δίχα, λέγεις;
那么,你问我们该如何一分为二?
πάντες ὁπόσοι ταύτην τὴν ψευδῆ δόξαν περὶ ἑαυτῶν ἀνοήτως δοξάζουσι, καθάπερ ἁπάντων ἀνθρώπων, καὶ τούτων ἀναγκαιότατον ἕπεσθαι τοῖς μὲν ῥώμην αὐτῶν καὶ δύναμιν, τοῖς δὲ οἶμαι τοὐναντίον.
所有那些对自己抱有这种愚蠢的虚假信念的人,就像所有人类一样,他们中有些人必然伴随着力量和权能,而另一些人,我认为,则恰恰相反。
ΠΡΩ. ἀνάγκη.
普:这是必然的。
ΣΩ. ταύτῃ τοίνυν δίελε, καὶ ὅσοι μὲν αὐτῶν εἰσι μετʼ ἀσθενείας τοιοῦτοι καὶ ἀδύνατοι καταγελώμενοι τιμωρεῖσθαι, γελοίους τούτους φάσκων εἶναι τἀληθῆ φθέγξῃ·
苏:那么就按这样来划分:他们中那些伴随着软弱而处于这种状态、在被嘲笑时无力报复的人,你如果说他们是“可笑的”,那你说的就是真话;而对于那些有能力报复且强大的人,如果你称他们为“可怕的”和“敌对的”,那么你就会对自己给出关于他们最正确的解释。
τοὺς δὲ δυνατοὺς τιμωρεῖσθαι καὶ ἰσχυροὺς φοβεροὺς καὶ ἐχθροὺς προσαγορεύων ὀρθότατον τούτων σαυτῷ λόγον ἀποδώσεις. ἄγνοια γὰρ ἡ μὲν τῶν ἰσχυρῶν ἐχθρά τε καὶ αἰσχρά— βλαβερὰ γὰρ καὶ τοῖς πέλας αὐτή τε καὶ ὅσαι εἰκόνες αὐτῆς εἰσιν—ἡ δʼ ἀσθενὴς ἡμῖν τὴν τῶν γελοίων εἴληχε τάξιν τε καὶ φύσιν.
因为强者的无知是敌对而丑陋的——因为无知本身以及它所有的化身对邻人都是有害的——而那软弱的无知,则在我们这里分得了“可笑者”的地位和本性。
ΠΡΩ. ὀρθότατα λέγεις.
普:你说得极为正确。
ἀλλὰ γὰρ ἡ τῶν ἡδονῶν καὶ λυπῶν μεῖξις ἐν τούτοις οὔπω μοι καταφανής.
但是,在这些事物中快乐与痛苦的混合,对我来说还没有清晰显现。
ΣΩ. τὴν τοίνυν τοῦ φθόνου λαβὲ δύναμιν πρῶτον.
苏:那么,首先请把握住嫉妒的力量。
ΠΡΩ. λέγε μόνον.
普:你只管说吧。
ΣΩ. λύπη τις ἄδικός ἐστί που καὶ ἡδονή;
苏:它在某种程度上不是一种不正义的痛苦,同时也是一种快乐吗?
ΠΡΩ. τοῦτο μὲν ἀνάγκη.
普:这当然是必然的。
ΣΩ. οὐκοῦν ἐπὶ μὲν τοῖς τῶν ἐχθρῶν κακοῖς οὔτʼ ἄδικον οὔτε φθονερόν ἐστι τὸ χαίρειν;
苏:那么,因敌人的不幸而高兴,既非不正义,也不是出于嫉妒,对吧?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. τὰ δέ γε τῶν φίλων ὁρῶντας ἔστιν ὅτε κακὰ μὴ λυπεῖσθαι, χαίρειν δέ, ἆρα οὐκ ἄδικόν ἐστιν;
苏:但是,当我们看到朋友的不幸时,有时不仅不感到痛苦反而高兴,这难道不是不正义的吗?
ΠΡΩ. πῶς δʼ οὔ;
普:怎么会不呢?
ΣΩ. οὐκοῦν τὴν ἄγνοιαν εἴπομεν ὅτι κακὸν πᾶσιν;
苏:那么,我们是不是说过无知对所有人来说都是坏事?
ΠΡΩ. ὀρθῶς.
普:对的。
ΣΩ. τὴν οὖν τῶν φίλων δοξοσοφίαν καὶ δοξοκαλίαν καὶ ὅσα νυνδὴ διήλθομεν, ἐν τρισὶν λέγοντες εἴδεσιν γίγνεσθαι, γελοῖα μὲν ὁπόσα ἀσθενῆ, μισητὰ δʼ ὁπόσα ἐρρωμένα, φῶμεν ἢ μὴ φῶμεν ὅπερ εἶπον ἄρτι, τὴν τῶν φίλων ἕξιν ταύτην ὅταν ἔχῃ τις τὴν ἀβλαβῆ τοῖς ἄλλοις, γελοίαν εἶναι;
苏:那么,对于朋友们的自负智慧和自负美丽,以及我们刚才历数的、并说它们产生于三种类型之中的所有那些事情——凡是软弱的都是可笑的,凡是强大的都是可憎的——我们该不该赞同我刚才说的话,即:当某人在朋友中持有这种对他人无害的状态时,它是可笑的?
ΠΡΩ. πάνυ γε.
普:非常赞同。
ΣΩ. κακὸν δʼ οὐχ ὁμολογοῦμεν αὐτὴν ἄγνοιάν γε οὖσαν εἶναι;
苏:而且,既然它本身就是无知,我们难道不承认它是坏事吗?
ΠΡΩ. σφόδρα γε.
普:确实承认。
ΣΩ. χαίρομεν δὲ ἢ λυπούμεθα, ὅταν ἐπʼ αὐτῇ γελῶμεν;
苏:那么,当我们笑话它的时候,我们是感到高兴还是感到痛苦?
§50ΠΡΩ. δῆλον ὅτι χαίρομεν.
普:显然是高兴。
ΣΩ. ἡδονὴν δὲ ἐπὶ τοῖς τῶν φίλων κακοῖς, οὐ φθόνον ἔφαμεν εἶναι τὸν τοῦτʼ ἀπεργαζόμενον;
苏:而对朋友的不幸感到快乐,我们难道没有说过产生这种感觉的是嫉妒吗?
ΠΡΩ. ἀνάγκη.
普:只能如此。
ΣΩ. γελῶντας ἄρα ἡμᾶς ἐπὶ τοῖς τῶν φίλων γελοίοις φησὶν ὁ λόγος, κεραννύντας ἡδονὴν αὖ φθόνῳ, λύπῃ τὴν ἡδονὴν συγκεραννύναι·
苏:因此,论证表明,当我们嘲笑朋友们的可笑之处时,就是把快乐与嫉妒融合在一起,也就是把快乐与痛苦交融。
τὸν γὰρ φθόνον ὡμολογῆσθαι λύπην ψυχῆς ἡμῖν πάλαι, τὸ δὲ γελᾶν ἡδονήν, ἅμα γίγνεσθαι δὲ τούτω ἐν τούτοις τοῖς χρόνοις.
因为我们早已同意,嫉妒是灵魂的一种痛苦,而笑是快乐,并且这两者在这些时刻是同时产生的。
ΠΡΩ. ἀληθῆ.
普:确实如此。
ΣΩ. μηνύει δὴ νῦν ὁ λόγος ἡμῖν ἐν θρήνοις τε καὶ ἐν τραγῳδίαις καὶ κωμῳδίαις, μὴ τοῖς δράμασι μόνον ἀλλὰ καὶ τῇ τοῦ βίου συμπάσῃ τραγῳδίᾳ καὶ κωμῳδίᾳ, λύπας ἡδοναῖς ἅμα κεράννυσθαι, καὶ ἐν ἄλλοις δὴ μυρίοις.
苏:因此,现在的论证向我们表明,在哀悼中、在悲剧和喜剧中,不仅是在戏剧中,而且在人生的整个悲剧和喜剧中,痛苦都是与快乐融合在一起的,在其他无数的事情中也是如此。
ΠΡΩ. ἀδύνατον μὴ ὁμολογεῖν ταῦτα, ὦ Σώκρατες, εἰ καί τις φιλονικοῖ πάνυ πρὸς τἀναντία.
普:苏格拉底,这是无法不承认的,哪怕有人为了反对的观点而极其好胜地去争辩。
ΣΩ. ὀργὴν μὴν καὶ πόθον καὶ θρῆνον καὶ φόβον καὶ ἔρωτα καὶ ζῆλον καὶ φθόνον προυθέμεθα καὶ ὁπόσα τοιαῦτα, ἐν οἷς ἔφαμεν εὑρήσειν μειγνύμενα τὰ νῦν πολλάκις λεγόμενα.
苏:而且,我们之前提出了愤怒、渴望、哀悼、恐惧、爱情、嫉妒和羡妒,以及所有类似的情感,并说过在其中会发现我们现在常常说到的那些东西混合在一起。
ἦ γάρ;
难道不是吗?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. μανθάνομεν οὖν ὅτι θρήνου πέρι καὶ φθόνου καὶ ὀργῆς πάντα ἐστὶ τὰ νυνδὴ διαπερανθέντα;
苏:那么,我们明白刚才所讨论完的一切,都是关于哀悼、嫉妒和愤怒的吗?
ΠΡΩ. πῶς γὰρ οὐ μανθάνομεν;
普:怎么会不明白呢?
ΣΩ. οὐκοῦν πολλὰ ἔτι τὰ λοιπά;
苏:那么,剩下的事情还很多吧?
ΠΡΩ. καὶ πάνυ γε.
普:确实非常多。
ΣΩ. διὰ δὴ τί μάλισθʼ ὑπολαμβάνεις με δεῖξαί σοι τὴν ἐν τῇ κωμῳδίᾳ μεῖξιν;
苏:那么,你认为我为什么特别向你展示喜剧中的混合?
ἆρʼ οὐ πίστεως χάριν, ὅτι τήν γε ἐν τοῖς φόβοις καὶ ἔρωσι καὶ τοῖς ἄλλοις ῥᾴδιον κρᾶσιν ἐπιδεῖξαι· λαβόντα δὲ τοῦτο παρὰ σαυτῷ ἀφεῖναί με μηκέτι ἐπʼ ἐκεῖνα ἰόντα δεῖν μηκύνειν τοὺς λόγους, ἀλλʼ ἁπλῶς λαβεῖν τοῦτο, ὅτι καὶ σῶμα ἄνευ ψυχῆς καὶ ψυχὴ ἄνευ σώματος καὶ κοινῇ μετʼ ἀλλήλων ἐν τοῖς παθήμασι μεστά ἐστι συγκεκραμένης ἡδονῆς λύπαις;
难道不就是为了让你信服,因为在恐惧、爱情以及其他情感中,要展示这种交融是很容易的;而你自己在心里把握住这一点后,就能免除我再去一一论述它们从而拖长讨论的必要,而能直接把握这个道理:无论是没有魂的身体、没有身体的魂,还是两者在感受中相互结合,都充满了快乐与痛苦的交融?
νῦν οὖν λέγε πότερα ἀφίης με ἢ μέσας ποιήσεις νύκτας;
那么现在说吧,你是放过我,还是要把时间拖到半夜?
εἰπὼν δὲ σμικρὰ οἶμαί σου τεύξεσθαι μεθεῖναί με· τούτων γὰρ ἁπάντων αὔριον ἐθελήσω σοι λόγον δοῦναι, τὰ νῦν δὲ ἐπὶ τὰ λοιπὰ βούλομαι στέλλεσθαι πρὸς τὴν κρίσιν ἣν Φίληβος ἐπιτάττει.
我想,只要说一两句话,我就能求得你放我走;因为明天我愿意就这一切向你进行详尽说明,而现在我想朝着菲利布所规定的判定,向着剩下的部分迈进。
ΠΡΩ. καλῶς εἶπες, ὦ Σώκρατες· ἀλλʼ ὅσα λοιπὰ ἡμῖν διέξελθε ὅπῃ σοι φίλον.
普:说得好,苏格拉底;但请按照你喜欢的方式,为我们把剩下的一切阐述完吧。
ΣΩ. κατὰ φύσιν τοίνυν μετὰ τὰς μειχθείσας ἡδονὰς ὑπὸ δή τινος ἀνάγκης ἐπὶ τὰς ἀμείκτους πορευοίμεθʼ ἂν ἐν τῷ μέρει.
苏:那么,按照自然顺序,在探讨了混合的快乐之后,由于某种必然性,我们现在应当依次走向未混合的快乐。