§36ΣΩ. διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων ὧν γενομένων παύοιτʼ ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω·
苏:当一个人因遭受的痛苦经历而难过,却又记得那些一旦发生便能止息痛苦的快乐事物,而此时尚未得到充满——那么,这时,我们该说还是不该说,他正处于这些经历的中间?
τί τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι; ΠΡΩ. φῶμεν μὲν οὖν.
普:当然该说。
ΣΩ. πότερον ἀλγοῦνθʼ ὅλως ἢ χαίροντα;
苏:他是整体上在痛苦,还是在快乐?
ΠΡΩ. μὰ Δίʼ, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.
普:凭宙斯发誓,不,他是在承受某种双重的痛苦:就身体而言处于那种经历之中,就灵魂而言处于某种对期待的渴望之中。
ΣΩ. πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες;
苏:普罗塔科,你所说的“双重痛苦”是指什么?
ἆρʼ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει;
难道不是有时候我们当中被排空的人,处于得以充满的明确希望之中,而有时相反,他却毫无希望吗?
ΠΡΩ. καὶ μάλα γε.
普:确实如此。
ΣΩ. μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις ἀλγεῖν;
苏:那么,当他希望被充满时,由于记忆,你难道不觉得他在快乐,而同时由于被排空,他在这些情况下感到痛苦吗?
ΠΡΩ. ἀνάγκη.
普:必然如此。
ΣΩ. τότε ἄρʼ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει.
苏:因此,那时人类和其他生物既在感到痛苦,同时又在感到快乐。
ΠΡΩ. κινδυνεύει.
普:似乎是这样。
ΣΩ. τί δʼ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως;
苏:那如果他被排空时,对于获得充盈毫无希望,情况又如何?
ἆρʼ οὐ τότε τὸ διπλοῦν γίγνοιτʼ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι διπλοῦν;
难道那时不会产生关于痛苦的双重体验吗? 这不正是你刚才注意到,并以为它单纯就是双重的那种情况吗?
ΠΡΩ. ἀληθέστατα, ὦ Σώκρατες.
普:最真实不过了,苏格拉底。
ΣΩ. ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα.
苏:让我们把对这些体验的考察用于以下这点。
ΠΡΩ. τὸ ποῖον;
普:是哪一点?
ΣΩ. πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν;
苏:我们是要说这些痛苦和快乐是真实的还是虚假的?
ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δʼ οὔ;
还是说其中一些是真实的,另一些不是?
ΠΡΩ. πῶς δʼ, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι;
普:但是,苏格拉底,快乐或痛苦怎么会是虚假的呢?
ΣΩ. πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς;
苏:那么,普罗塔科,恐惧又怎么会是真实的或虚假的,或者期待是真实的或不是,或者信念是真实的或虚假的呢?
ΠΡΩ. δόξας μὲν ἔγωγʼ ἄν που συγχωροίην, τὰ δʼ ἕτερα ταῦτʼ οὐκ ἄν.
普:对于信念,我大概会承认,但对这些其他的,我绝不承认。
ΣΩ. πῶς φῄς;
苏:你这是什么意思?
λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν.
我们看来正在挑起一个绝非小可的论证。
ΠΡΩ. ἀληθῆ λέγεις.
普:你说的对。
ΣΩ. ἀλλʼ εἰ πρὸς τὰ παρεληλυθότα, ὦ παῖ ʼκείνου τἀνδρός, προσήκοντα, τοῦτο σκεπτέον.
苏:但是,那人的孩子啊,如果这与之前谈过的事情相关,我们就必须考察它。
ΠΡΩ. ἴσως τοῦτό γε.
普:也许确实是这一个。
ΣΩ. χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν ἢ καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων.
苏:因此,我们应当告别其他漫长的讨论,或任何与当前主题不相干的言论。
ΠΡΩ. ὀρθῶς.
普:对。
ΣΩ. λέγε δή μοι· θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα.
苏:那么告诉我吧;因为对于我们刚才提出的那些难题,我一直感到由衷的惊异。
πῶς δὴ φῄς;
你到底是怎么说的?
ψευδεῖς, αἱ δʼ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί;
难道不存在有些快乐是虚假的,而另一些是真实的吗?
ΠΡΩ. πῶς γὰρ ἄν;
普:因为怎么可能会有呢?
ΣΩ. οὔτε δὴ ὄναρ οὔθʼ ὕπαρ, ὡς φῄς, οὔτʼ ἐν μανίαις οὔτʼ ἐν παραφροσύναις οὐδεὶς ἔσθʼ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδʼ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δʼ οὔ.
苏:按你的说法,无论是在梦中还是在醒着时,是在疯狂中还是在胡言乱语中,决不存在任何人,他看似在快乐却实际上一点也不快乐,或者看似在痛苦却实际上并不痛苦?
ΠΡΩ. πάνθʼ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν.
普:苏格拉底,我们所有人都认为这些情况确实如此。
ΣΩ. ἆρʼ οὖν ὀρθῶς;
苏:那么这是否正确?
ἢ σκεπτέον εἴτʼ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται;
还是说,我们应该考察这种说法究竟是对还是错?
ΠΡΩ. σκεπτέον, ὥς γʼ ἐγὼ φαίην ἄν.
普:应当考察,至少我会这么说。