Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §34-35

回忆的定义与欲望源自灵魂的论证

第 16 段,共 34 段 · 希腊语

内容简介

苏格拉底定义了感觉、记忆和回忆,理清了它们之间的关系,进而论证了诸如饥渴等身体欲望并非产生于身体,而是通过对充盈的记忆产生于灵魂之中。

§34ΣΩ. ἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην καλεῖς ἀναισθησίαν ἐπονόμασον.
苏:当灵魂不受身体震动的影响时,对于“为灵魂所不知”的状态,将你现在称为“遗忘”的改称为“无感觉”。
ΠΡΩ. ἔμαθον.
普:我明白了。
ΣΩ. τὸ δʼ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δʼ αὖ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοιʼ ἄν.
苏:另一方面,灵魂和身体在一个共同的体验中共同产生,并共同被运动——如果你将这种运动称为“感觉”,你所说就不会不妥。
ΠΡΩ. ἀληθέστατα λέγεις.
普:你说的极其正确。
ΣΩ. οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν;
苏:那么,我们现在是否已经理解了我们想要称之为“感觉”的东西是什么?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. σωτηρίαν τοίνυν αἰσθήσεως τὴν μνήμην λέγων ὀρθῶς ἄν τις λέγοι κατά γε τὴν ἐμὴν δόξαν.
苏:那么,如果说记忆是感觉的保存,至少依我之见,这个人所说就是正确的。
ΠΡΩ. ὀρθῶς γὰρ οὖν.
普:确实正确。
ΣΩ. μνήμης δὲ ἀνάμνησιν ἆρʼ οὐ διαφέρουσαν λέγομεν;
苏:但是,我们难道不是说回忆与记忆是不同的吗?
ΠΡΩ. ἴσως.
普:也许。
ΣΩ. ἆρʼ οὖν οὐ τόδε;
苏:难道不就是这样吗?
ΠΡΩ. τὸ ποῖον;
普:是怎样的?
ΣΩ. ὅταν ἃ μετὰ τοῦ σώματος ἔπασχέν ποθʼ ἡ ψυχή, ταῦτʼ ἄνευ τοῦ σώματος αὐτὴ ἐν ἑαυτῇ ὅτι μάλιστα ἀναλαμβάνῃ, τότε ἀναμιμνῄσκεσθαί που λέγομεν.
苏:当灵魂在不借助身体的情况下,尽可能完全在自身中恢复它曾经与身体一起体验过的东西时,我们那时便说它是在“回忆”。
ἦ γάρ;
不是吗?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:确实如此。
ΣΩ. καὶ μὴν καὶ ὅταν ἀπολέσασα μνήμην εἴτʼ αἰσθήσεως εἴτʼ αὖ μαθήματος αὖθις ταύτην ἀναπολήσῃ πάλιν αὐτὴ ἐν ἑαυτῇ, καὶ ταῦτα σύμπαντα ἀναμνήσεις που λέγομεν.
苏:而且,当灵魂失去了关于感觉或学习内容的记忆,之后再次靠自己在自身中重新回想起这些时,我们也将所有这些称为“回忆”。
ΠΡΩ. ὀρθῶς λέγεις.
普:你说的对。
ΣΩ. οὗ δὴ χάριν ἅπαντʼ εἴρηται ταῦτʼ, ἔστι τόδε.
苏:所有这一切被说出来的目的,是在于以下这点。
ΠΡΩ. τὸ ποῖον;
普:是哪一点?
ΣΩ. ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν, καὶ ἅμα ἐπιθυμίαν·
苏:为了让我们能够尽可能最清晰、最显明地把握不借助身体的灵魂的快乐,以及同时把握欲望;因为通过这些,这两者似乎都在某种程度上被揭示出来。
διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι. ΠΡΩ. λέγωμεν τοίνυν, ὦ Σώκρατες, ἤδη τὸ μετὰ ταῦτα.
普:那么,苏格拉底,我们现在就说接下来的事情吧。
ΣΩ. πολλά γε περὶ γένεσιν ἡδονῆς καὶ πᾶσαν μορφὴν αὐτῆς ἀναγκαῖον, ὡς ἔοικε, λέγοντας σκοπεῖν.
苏:对于谈论快乐的产生及其每种形式的人来说,看来有必要考察许多事情。
καὶ γὰρ νῦν πρότερον ἔτι φαίνεται ληπτέον ἐπιθυμίαν εἶναι τί ποτʼ ἔστι καὶ ποῦ γίγνεται.
因为即使是现在,在欲望是什么以及它在何处产生之前,我们似乎还需要先把握它。
ΠΡΩ. σκοπῶμεν τοίνυν· οὐδὲν γὰρ ἀπολοῦμεν.
普:那么我们来考察吧;因为我们不会失去任何东西。
ΣΩ. ἀπολοῦμεν μὲν οὖν ταῦτά γε, ὦ Πρώταρχε· εὑρόντες ὃ νῦν ζητοῦμεν, ἀπολοῦμεν τὴν περὶ αὐτὰ ταῦτα ἀπορίαν.
苏:相反,普罗塔科,我们将失去这些东西本身;因为通过找到我们现在所寻找的,我们将失去关于这些事物本身的困惑(迷茫)。
ΠΡΩ. ὀρθῶς ἠμύνω· τὸ δʼ ἐφεξῆς τούτοις πειρώμεθα λέγειν.
普:回击得好;让我们试着说一说接下来的事情。
ΣΩ. οὐκοῦν νυνδὴ πείνην τε καὶ δίψος καὶ πολλὰ ἕτερα τοιαῦτα ἔφαμεν εἶναί τινας ἐπιθυμίας;
苏:那么我们刚才不是说,饥饿和口渴以及许多其他类似的事情是某种“欲望”吗?
ΠΡΩ. σφόδρα γε.
普:确实如此。
ΣΩ. πρὸς τί ποτε ἄρα ταὐτὸν βλέψαντες οὕτω πολὺ διαφέροντα ταῦθʼ ἑνὶ προσαγορεύομεν ὀνόματι;
苏:那么,我们究竟是看到了什么相同的东西,从而用一个名字来称呼这些差异如此巨大的东西呢?
ΠΡΩ. μὰ Δίʼ οὐ ῥᾴδιον ἴσως εἰπεῖν, ὦ Σώκρατες, ἀλλʼ ὅμως λεκτέον.
普:凭宙斯发誓,苏格拉底,这也许不容易说,但还是必须说。
ΣΩ. ἐκεῖθεν δὴ ἐκ τῶν αὐτῶν πάλιν ἀναλάβωμεν.
苏:那么,让我们再次从同样的地方重新开始。
ΠΡΩ. πόθεν δή;
普:从哪里?
ΣΩ. διψῇ γέ που λέγομεν ἑκάστοτέ τι;
苏:我们每次都说我们在“渴求”什么,不是吗?
ΠΡΩ. πῶς δʼ οὔ;
普:怎么会不呢?
ΣΩ. τοῦτο δέ γʼ ἐστὶ κενοῦται;
苏:而这不就是“被排空”吗?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. ἆρʼ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία;
苏:那么口渴是一种欲望吗?
ΠΡΩ. ναί, πώματός γε.
普:是的,是对饮料的欲望。
§35ΣΩ. πώματος, ἢ πληρώσεως πώματος;
苏:是对饮料的欲望,还是对饮料装满(充盈)的欲望?
ΠΡΩ. οἶμαι μὲν πληρώσεως.
普:我认为是对充盈的欲望。
ΣΩ. ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.
苏:那么,我们之中被排空的部分,看来是在欲望着与它所体验到的相反的东西;因为被排空者热望被充满。
ΠΡΩ. σαφέστατά γε.
普:极其明白。
ΣΩ. τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;
苏:那么,对于第一次被排空的人来说,他有可能通过感觉或记忆去触及“充满”吗? 而这种“充满”是他无论在现在还是在过去都从未体验过的。
ΠΡΩ. καὶ πῶς;
普:这怎么可能呢?
ΣΩ. ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.
苏:但我们确实说,欲望者欲望着某物。
ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会不呢?
ΣΩ. οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ.
苏:因此,他并不是欲望他正在体验的东西。
διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως.
因为他口渴,这是排空;但他欲望的是充盈。
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.
苏:那么,口渴者的某种东西必须以某种方式触及充盈。
ΠΡΩ. ἀναγκαῖον.
普:必然如此。
ΣΩ. τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που.
苏:身体确实是不可能的;因为身体是被排空的。
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο;
苏:那么剩下的就是灵魂在触及充盈,显然是通过记忆;因为否则还能通过其他什么来触及呢?
ΠΡΩ. σχεδὸν οὐδενί.
普:几乎没有别的。
ΣΩ. μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων;
苏:那么,你理解了从这些论证中我们得出了什么吗?
ΠΡΩ. τὸ ποῖον;
普:是什么呢?
ΣΩ. σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι.
苏:这个论证告诉我们,身体的欲望是不会产生的。
ΠΡΩ. πῶς;
普:为什么?
ΣΩ. ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.
苏:因为它表明,任何生物的追求始终与其身体的体验相反。
ΠΡΩ. καὶ μάλα.
普:确实如此。
ΣΩ. ἡ δʼ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων.
苏:而导向相反方向的冲动表明,存在着对与体验相反的事物的记忆。
ΠΡΩ. πάνυ γε.
普:完全如此。
ΣΩ. τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν.
苏:那么,通过证明是记忆导向了所欲望的对象,这个论证表明,所有冲动、欲望以及整个生物的主导原理都属于灵魂。
ΠΡΩ. ὀρθότατα.
普:极其正确。
ΣΩ. διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ.
苏:因此,这个论证绝不同意我们的身体会感到口渴或饥饿,或体验到任何类似的事情。
ΠΡΩ. ἀληθέστατα.
普:极其真实。
ΣΩ. ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν.
苏:我们关于这些同样的事情再来理解一下这一点。
βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς.
因为这个论证似乎想在这些事情本身中向我们展示某种生活。
ΠΡΩ. ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις;
普:在什么之中,你指的是关于什么样的生活?
ΣΩ. ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς.
苏:在被充满和被排空之中,以及在所有关于生物的保存和消亡的事情之中,以及我们之中的人在处于这两者之一时是否感到痛苦,以及在其他时候随着变化而感到快乐。
ΠΡΩ. ἔστι ταῦτα.
普:确实有这些。
ΣΩ. τί δʼ ὅταν ἐν μέσῳ τούτων γίγνηται;
苏:那么当处于这两者之间(中间)时又会怎样呢?
ΠΡΩ. πῶς ἐν μέσῳ;
普:怎么个中间法?

词汇与语法注释

  1. 34aἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην καλεῖς ἀναισθησίαν ἐπονόμασον. — 在介词短语 `ἀντὶ τοῦ λεληθέναι τὴν ψυχήν`(代替灵魂不被察觉)中,宾格的 `τὴν ψυχήν` 充当完成时不定式 `λεληθέναι` 的逻辑主语。整个句子的骨架是一个祈使句:“代替你现在称之为遗忘的东西(λήθην),将其改称为无感觉(ἀναισθησίαν)”。由 `ὅταν` 引导的条件时间状语从句为这种“不被察觉”的状态提供了具体的前提条件(即当灵魂不受身体震动影响时)。
  2. 34cἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν — 在由 `ἵνα` 引导的目的从句中使用了祈愿语气 `λάβοιμεν`。尽管主句动词 `εἴρηται`(完成时)在语法上属于主时态,但由于它含蓄地指代先前讨论中已经发生、说过的历史事实,因此触发了类似历史时态后目的从句中使用希求语气的规则。
  3. 35aὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν; — 一个结构复杂的疑问句。主语是分词短语 `ὁ τὸ πρῶτον κενούμενος`(初次被排空者)。惯用语 `ἔστιν ὁπόθεν`(“有什么途径/可能……”)引导了带有 `ἄν` 的潜在希求语气 `ἐφάπ走τοιτ' ἂν`。属格 `τούτου` 是动词 `ἐφάπτομαι`(触及、认识)的支配宾语,同时作为关系代词 `ὅ` 的先行词。关系从句内的双重否定 `μήτε... 迈μήτε` 强调了在现在和过去都完全没有这种体验。
  4. 35cὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν. — 从上下文来看,省略的主语是 `οὗτος ὁ λόγ号`(这一论证)。`μηνύει`(表明、指示)的直接宾语是 `τὴν ἐπιχείρησιν`(尝试、冲动),而 `ἐναντίαν`(相反的)是其叙述性形容词。`τοῖς ἐκείνου παθήμασιν` 是修饰 `ἐναντίαν` 的与格,其中指示代词 `ἐκείνου` 指代前文刚提到的 `σώματος`(身体)。

引用这一段

柏拉图, 菲力帕斯篇 §34-35. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:34-35

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。