§33ΣΩ. οὐκοῦν ἔστι τις τρίτη ἡμῶν ἡ τοιαύτη διάθεσις παρά τε τὴν τοῦ χαίροντος καὶ παρὰ τὴν τοῦ λυπουμένου;
苏:那么,除了快乐者的状态和痛苦者的状态之外,我们难道不是还有这样一种第三种状态吗?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. ἄγε δὴ τοίνυν, ταύτης προθυμοῦ μεμνῆσθαι.
苏:来吧,请努力记住这一点。
πρὸς γὰρ τὴν τῆς ἡδονῆς κρίσιν οὐ σμικρὸν μεμνῆσθαι ταύτην ἔσθʼ ἡμῖν ἢ μή.
因为记住与否,对于我们对快乐的判定决非小事。
βραχὺ δέ τι περὶ αὐτῆς, εἰ βούλει, διαπεράνωμεν.
如果愿意,让我们关于它作一个简短的探讨。
ΠΡΩ. λέγε ποῖον.
普:请说是怎样的。
ΣΩ. τὸν τοῦ φρονεῖν βίον οἶσθʼ ὡς τοῦτον τὸν τρόπον οὐδὲν ἀποκωλύει ζῆν.
苏:你知道,没有任何事情能阻碍人们以此种方式度过明智的生活。
ΠΡΩ. τὸν τοῦ μὴ χαίρειν μηδὲ λυπεῖσθαι λέγεις;
普:你是指既不快乐也不痛苦的生活吗?
ΣΩ. ἐρρήθη γάρ που τότε ἐν τῇ παραβολῇ τῶν βίων μηδὲν δεῖν μήτε μέγα μήτε σμικρὸν χαίρειν τῷ τὸν τοῦ νοεῖν καὶ φρονεῖν βίον ἑλομένῳ.
苏:是的,因为在先前对生活的比较中,我想曾经说过,对于选择思考和明智生活的人来说,完全没有必要感到任何或大或小的快乐。
ΠΡΩ. καὶ μάλα οὕτως ἐρρήθη.
普:确实是这样说的。
ΣΩ. οὐκοῦν οὕτως ἂν ἐκείνῳ γε ὑπάρχοι· καὶ ἴσως οὐδὲν ἄτοπον εἰ πάντων τῶν βίων ἐστὶ θειότατος.
苏:那么,这种状态至少应该属于那个人;而且,如果这在所有生活中是最神圣的,也许一点也不奇怪。
ΠΡΩ. οὔκουν εἰκός γε οὔτε χαίρειν θεοὺς οὔτε τὸ ἐναντίον.
普:神明既不感到快乐,也不感到相反的痛苦,这当然是合乎常理的。
ΣΩ. πάνυ μὲν οὖν οὐκ εἰκός· ἄσχημον γοῦν αὐτῶν ἑκάτερον γιγνόμενόν ἐστιν.
苏:确实非常不合常理;因为这两者中任何一个发生在他们身上都是不体面的。
ἀλλὰ δὴ τοῦτο μὲν ἔτι καὶ εἰς αὖθις ἐπισκεψόμεθα, ἐὰν πρὸς λόγον τι ᾖ, καὶ τῷ νῷ πρὸς τὰ δευτερεῖα, ἐὰν μὴ πρὸς τὰ πρωτεῖα δυνώμεθα προσθεῖναι, προσθήσομεν.
不过,这件事我们还要留待以后再来审视,如果它与论证有关,即使我们不能将理智放在第一位,我们也会为了让它获得第二位而将其加入进来。
ΠΡΩ. ὀρθότατα λέγεις.
普:你说的极其正确。
ΣΩ. καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὃ τῆς ψυχῆς αὐτῆς ἔφαμεν εἶναι, διὰ μνήμης πᾶν ἐστι γεγονός.
苏:此外,我们曾说属于灵魂自身的另一种快乐形式,全都是通过记忆产生的。
ΠΡΩ. πῶς;
普:怎么会呢?
ΣΩ. μνήμην, ὡς ἔοικεν, ὅτι ποτʼ ἔστιν πρότερον ἀναληπτέον, καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει τὰ περὶ ταῦθʼ ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι.
苏:看来我们首先应当弄清记忆到底是什么,而且可能在记忆之前,我们还必须先探讨感觉,如果我们希望这些问题能够以妥当的方式在某种程度上明晰起来。
ΠΡΩ. πῶς φῄς;
普:你是什么意思?
ΣΩ. θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ διʼ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ.
苏:请假设在每次发生于我们身体的体验中,有些在传到灵魂之前就已经在身体中熄灭了,让灵魂保持不受影响的状态;而另一些则穿过两者,在两者中引起某种震动,这种震动既是各自特有的,又是共有的。
ΠΡΩ. κείσθω.
普:就这样定吧。
ΣΩ. τὰ μὲν δὴ μὴ διʼ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν φῶμεν λανθάνειν, τὰ δὲ διʼ ἀμφοῖν μὴ λανθάνειν, ἆρʼ ὀρθότατα ἐροῦμεν;
苏:那么,如果我们说那些没有穿过两者的体验为我们的灵魂所不知,而穿过两者的则不为灵魂所不知,我们说得最正确吗?
ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会不正确呢?
ΣΩ. τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβῃς ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν· ἔστι γὰρ λήθη μνήμης ἔξοδος, ἡ δʼ ἐν τῷ λεγομένῳ νῦν οὔπω γέγονε.
苏:那么,请绝不要误以为我这里所说的“不知”是指遗忘的产生;因为遗忘是记忆的流失,而在现在所说的这种情况下,记忆还未产生。
τοῦ δὴ μήτε ὄντος μήτε γεγονότος πω γίγνεσθαι φάναι τινὰ ἀποβολὴν ἄτοπον.
如果说对既不存在也尚未产生的东西发生“丧失”,那是荒谬的。
ἦ γάρ;
不是吗?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. τὰ τοίνυν ὀνόματα μετάβαλε μόνον.
苏:那么,你只需改变这些名称。
ΠΡΩ. πῶς;
普:怎么做?