Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §32

期待的快乐与痛苦及中立状态

第 14 段,共 34 段 · 希腊语

内容简介

苏格拉底以口渴、闷热和寒冷为例,指出身体的快乐和痛苦与和谐的自然恢复和瓦解相关,并引入了快乐和痛苦的另一种形式,即对这些状态的心理预期(希望和恐惧)。他还提出了一种既无瓦解也无恢复的中立状态,此时既没有快乐也没有痛苦。

§32ΣΩ. δίψος δʼ αὖ φθορὰ καὶ λύπη, ἡ δὲ τοῦ ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή·
苏:反之,口渴是瓦解和痛苦,而液体再次充满干燥之处的力量则是快乐。
διάκρισις δέ γʼ αὖ καὶ διάλυσις ἡ παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη, κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψῦξις ἡδονή.
此外,因闷热引起的状态,即反自然的离散和分解,是痛苦;而重新顺应自然的恢复和冷却则是快乐。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:确实如此。
ΣΩ. καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη· πάλιν δʼ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή.
苏:对于寒冷,动物体液反自然的凝固是痛苦;而当它们再次回到原状并消融时,这顺应自然的途径则是快乐。
καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος ὁ λόγος ὃς ἂν φῇ τὸ ἐκ τῆς ἀπείρου καὶ πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἔλεγον ἐν τῷ πρόσθεν, ὅταν μὲν τοῦτο φθείρηται, τὴν μὲν φθορὰν λύπην εἶναι, τὴν δʼ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν.
总之,请考虑以下论点对你来说是否妥当,即当由无限和限定顺应自然而产生的、我刚才提到的有生命的形式被瓦解时,这种瓦解就是痛苦;而走向它们自身本质的途径,即这一所有事物的复原,反之又是快乐。
ΠΡΩ. ἔστω· δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν.
普:就这样吧;因为在我看来,这至少呈现出了某种轮廓。
ΣΩ. τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις;
苏:那么,我们是否将这视为在这些体验中,痛苦和快乐各自的一种形式?
ΠΡΩ. κείσθω.
普:就这样定吧。
ΣΩ. τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν παθημάτων προσδόκημα τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ἡδὺ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπηρῶν φοβερὸν καὶ ἀλγεινόν.
苏:那么,针对这些体验的预想,对于灵魂自身而言,请将那在快乐之事前的期待设想为快乐和令人振奋的,而在痛苦之事前的期待设想为可怕和痛苦的。
ΠΡΩ. ἔστι γὰρ οὖν τοῦθʼ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.
普:这确实是快乐和痛苦的另一种形式,它脱离了身体,仅通过预想在灵魂自身中产生。
ΣΩ. ὀρθῶς ὑπέλαβες.
苏:你理解得完全正确。
ἐν γὰρ τούτοις οἶμαι, κατά γε τὴν ἐμὴν δόξαν, εἰλικρινέσιν τε ἑκατέροις γιγνομένοις, ὡς δοκεῖ, καὶ ἀμείκτοις λύπης τε καὶ ἡδονῆς, ἐμφανὲς ἔσεσθαι τὸ περὶ τὴν ἡδονήν, πότερον ὅλον ἐστὶ τὸ γένος ἀσπαστόν, ἢ τοῦτο μὲν ἑτέρῳ τινὶ τῶν προειρημένων δοτέον ἡμῖν γενῶν, ἡδονῇ δὲ καὶ λύπῃ, καθάπερ θερμῷ καὶ ψυχρῷ καὶ πᾶσι τοῖς τοιούτοις, τοτὲ μὲν ἀσπαστέον αὐτά, τοτὲ δὲ οὐκ ἀσπαστέον, ὡς ἀγαθὰ μὲν οὐκ ὄντα, ἐνίοτε δὲ καὶ ἔνια δεχόμενα τὴν τῶν ἀγαθῶν ἔστιν ὅτε φύσιν.
因为我认为,根据我的观点,当这两者在产生时——正如所显现的那样——各自保持纯粹,并且不与痛苦和快乐混杂时,关于快乐的事情就会变得明朗,即它是整个类别都值得追求,还是我们应当将这一属性赋予上述其他类别中的某一个,而对于快乐和痛苦,就像对于热和冷以及所有此类事物一样,我们有时应当追求它们,有时则不应当追求,因为它们本身并不是善,但有时且在某些情况下,它们有时会接纳善的本性。
ΠΡΩ. ὀρθότατα λέγεις, ὅτι ταύτῃ πῃ δεῖ διαπορηθῆναι τὸ νῦν μεταδιωκόμενον.
普:你说的极其正确,因为目前所追求的问题,确实必须在这一方面进行彻底的探究。
ΣΩ. πρῶτον μὲν τοίνυν τόδε συνίδωμεν· εἴπερ ὄντως ἔστι τὸ λεγόμενον, διαφθειρομένων μὲν αὐτῶν ἀλγηδών, ἀνασῳζομένων δὲ ἡδονή, τῶν μήτε διαφθειρομένων μήτε ἀνασῳζομένων ἐννοήσωμεν πέρι, τίνα ποτὲ ἕξιν δεῖ τότε ἐν ἑκάστοις εἶναι τοῖς ζῴοις, ὅταν οὕτως ἴσχῃ.
苏:那么首先,让我们看清这一点:如果所说的话确实属实,即它们被瓦解是痛苦,被复原是快乐,那么让我们考虑那些既不被瓦解也不被复原的状态,当动物处于这种状态时,在每个动物中究竟应当存在怎样的状态。
σφόδρα δὲ προσέχων τὸν νοῦν εἰπέ· ἆρα οὐ πᾶσα ἀνάγκη πᾶν ἐν τῷ τότε χρόνῳ ζῷον μήτε τι λυπεῖσθαι μήτε ἥδεσθαι μήτε μέγα μήτε σμικρόν;
请非常专注地听,然后告诉我:在那个时候,每一个动物在任何程度上——无论大还是小——既不感到痛苦也不感到快乐,这难道不是绝对必然的吗?
ΠΡΩ. ἀνάγκη μὲν οὖν.
普:确实是必然的。

词汇与语法注释

  1. 32aτὸ ἐκ τῆς ἀπείρου καὶ πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος — 此处的“εἶδος”指源于前文(31c-d)作为无限和限定之结合而提出的“第三类”(混合类、和谐)的有生命形式或存在,即具有灵魂的生物。
  2. 32bτὴν δʼ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν — 尽管存在变体读法 αὑτοῦ,但 αὑτῶν 指的是“它们自身(组成要素)的本质”。短语“εἰς τὴν αὑτῶν οὐσίαν”表示复原的目的地,而“ὁδόν”(途径)则意味着回归的过程。
  3. 32cαὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν παθημάτων προσδόκημα — “αὐτῆς τῆς ψυχῆς”是属格,强调“灵魂自身”,以此与前文提到的身体或生理上的快乐与痛苦相对照。“κατὰ τὸ ... προσδόκημα”意为“根据对这些体验的预想”,引入了属于灵魂自身的第二种快乐与痛苦的来源。
  4. 32dεἰλικρινέσιν τε ἑκατέροις γιγνομένοις — 这是与格分词,与与格“ἐν τούτοις”(在这些事中)一致。分词的逻辑主语是“ἑκατέροις”(两者,即预想中的快乐与痛苦),表示条件或时间:“当这两者纯粹地产生时”。

引用这一段

柏拉图, 菲力帕斯篇 §32. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:32

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。