§30ΣΩ. τί δέ;
苏:那么这个呢?
τόδε ἆρα ἄξιον;
这难道值得问吗?
ἢ πῶς ἐρεῖς;
或者你会怎么说?
ΠΡΩ. λέγε τὸ ποῖον.
普:请说说是哪样的事物。
ΣΩ. τὸ παρʼ ἡμῖν σῶμα ἆρʼ οὐ ψυχὴν φήσομεν ἔχειν;
苏:我们难道不说我们体内的身体拥有灵魂吗?
ΠΡΩ. δῆλον ὅτι φήσομεν.
普:显然我们应当这样说。
ΣΩ. πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;
苏:我亲爱的普拉塔科斯啊,如果宇宙整体的身体并非恰巧拥有灵魂,并非拥有与我们体内相同且在各方面都更美的事物,那么我们体内的身体又是从哪里获得它的呢?
ΠΡΩ. δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.
普:苏格拉底,显然没有别的来源。
ΣΩ. οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρʼ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δʼ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δʼ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.
苏:普拉塔科斯啊,我们难道会认为,那四个事物——限定、无限、混合,以及作为第四个元素存在于万物之中的原因的类——在我们体内的事物中,它提供了灵魂,培养了身体,并在身体受损时进行医治,在其他事物中也组织和治疗其他问题,因而被称为各种各样的智慧;然而,当这些相同的事物存在于整个天体和其中巨大的部分之中,并且更是美丽和纯粹时,在这些事物之中,那最美丽、最尊贵之物的本性却竟然没有被构造出来吗?
ΠΡΩ. ἀλλʼ οὐδαμῶς τοῦτό γʼ ἂν λόγον ἔχοι.
普:不,因为那绝说不过去。
ΣΩ. οὐκοῦν εἰ μὴ τοῦτο, μετʼ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπʼ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατʼ ἄν.
苏:那么,如果不是这样,遵循那个论点,我们说得更好些,即正如我们经常说的那样,宇宙中存在着大量的无限,以及充分的限定,并且在它们之上有一个不容忽视的原因,它整顿和安排了年、季、月,这最公正地应当被称为智慧与理性。
ΠΡΩ. δικαιότατα δῆτα.
普:最公正不过了。
ΣΩ. σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.
苏:但是,智慧和理性如果没有灵魂是绝对无法产生的。
ΠΡΩ. οὐ γὰρ οὖν.
普:当然不能。
ΣΩ. οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δʼ ἄλλοις ἄλλα καλά, καθʼ ὅτι φίλον ἑκάστοις λέγεσθαι.
苏:因此,你会说,在宙斯的本性中,由于原因的力量,产生了一个王者的灵魂和一个王者的理性,而在其他情况下,则产生其他美丽的事物,这取决于各神明喜欢如何被称呼。
ΠΡΩ. μάλα γε.
普:非常正确。
ΣΩ. τοῦτον δὴ τὸν λόγον ἡμᾶς μή τι μάτην δόξῃς, ὦ Πρώταρχε, εἰρηκέναι, ἀλλʼ ἔστι τοῖς μὲν πάλαι ἀποφηναμένοις ὡς ἀεὶ τοῦ παντὸς νοῦς ἄρχει σύμμαχος ἐκείνοις.
苏:普拉塔科斯啊,你千万不要以为我们白白说出了这个道理;相反,它支持了那些很久以前就表明理性始终统治着宇宙的人们。
ΠΡΩ. ἔστι γὰρ οὖν.
普:确实如此。
ΣΩ. τῇ δέ γε ἐμῇ ζητήσει πεπορικὼς ἀπόκρισιν, ὅτι νοῦς ἐστὶ γένους τῆς τοῦ πάντων αἰτίου λεχθέντος.
苏:此外,它也为我的探求提供了回答,即理性属于被称为万物原因的那个类别。
ἔχεις γὰρ δήπου νῦν ἡμῶν ἤδη τὴν ἀπόκρισιν.
因为你现在确实已经得到了我们的回答。
ΠΡΩ. ἔχω καὶ μάλα ἱκανῶς· καίτοι με ἀποκρινάμενος ἔλαθες.
普:我得到了,而且非常充分;不过你是在我没注意的时候回答我的。
ΣΩ. ἀνάπαυλα γάρ, ὦ Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε ἡ παιδιά.
苏:普拉塔科斯啊,因为在严肃的工作中,游戏有时是一种休息。
ΠΡΩ. καλῶς εἶπες.
普:说得好。
§31ΣΩ. νῦν δήπου, ὦ ἑταῖρε, οὗ μὲν γένους ἐστὶ καὶ τίνα ποτὲ δύναμιν κέκτηται, σχεδὸν ἐπιεικῶς ἡμῖν τὰ νῦν δεδήλωται.
苏:朋友啊,现在关于它属于什么类别以及它拥有怎样的力量,我们大概已经相当清楚了。
ΠΡΩ. πάνυ μὲν οὖν.
普:当然如此。
ΣΩ. καὶ μὴν ἡδονῆς γε ὡσαύτως πάλαι τὸ γένος ἐφάνη.
苏:而且同样地,关于快乐的类别,很久以前也已经显现出来了。
ΠΡΩ. καὶ μάλα.
普:确实如此。
ΣΩ. μεμνώμεθα δὴ καὶ ταῦτα περὶ ἀμφοῖν, ὅτι νοῦς μὲν αἰτίας ἦν συγγενὴς καὶ τούτου σχεδὸν τοῦ γένους, ἡδονὴ δὲ ἄπειρός τε αὐτὴ καὶ τοῦ μήτε ἀρχὴν μήτε μέσα μήτε τέλος ἐν αὑτῷ ἀφʼ ἑαυτοῦ ἔχοντος μηδὲ ἕξοντός ποτε γένους.
苏:那么我们也记住关于这两者的这些情况:理性与原因同类,且几乎属于这一类别;而快乐本身是无限的,属于在自身中、凭自身既不拥有也永远不会拥有起点、中点或终点的类别。
ΠΡΩ. μεμνησόμεθα· πῶς γὰρ οὔ;
普:我们会记住的;怎么会不呢?
ΣΩ. δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς.
苏:在此之后,我们必须看看它们两者分别存在于什么之中,以及在产生时是通过什么经历产生的。
πρῶτον τὴν ἡδονήν· ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα.
首先是快乐;正如我们之前检验了它的类别一样,这些事情我们也必须首先检验。
λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.
但另一方面,我们若不结合痛苦,就绝不能充分检验快乐。
ΠΡΩ. ἀλλʼ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα.
普:如果必须走这条路,那我们就走这条路吧。
ΣΩ. ἆρʼ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι;
苏:那么,关于它们的产生,你的看法是否和我一样?
ΠΡΩ. τὸ ποῖον;
普:什么样的事?
ΣΩ. ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν.
苏:在我看来,痛苦和快乐在混合类别中是依自然同时产生的。
ΠΡΩ. κοινὸν δέ γε, ὦ φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν.
普:不过,亲爱的苏格拉底,关于那‘混合的’,请提醒我们,在上述事物中你究竟想指的是哪一个。
ΣΩ. ἔσται ταῦτʼ εἰς δύναμιν, ὦ θαυμάσιε.
苏:我会尽力而为的,我奇妙的朋友。
ΠΡΩ. καλῶς εἶπες.
普:说得好。
ΣΩ. κοινὸν τοίνυν ὑπακούωμεν ὃ δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν.
苏:那么,我们就把‘混合的’理解为我们所说的四个中的第三个。
ΠΡΩ. ὃ μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν ᾧ καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο;
普:就是你在无限和限定之后提到的那个,在其中你放进了健康,我想还有和谐?
ΣΩ. κάλλιστʼ εἶπες.
苏:你说得极好。
τὸν νοῦν δὲ ὅτι μάλιστʼ ἤδη πρόσεχε.
现在请尽可能集中注意力。
ΠΡΩ. λέγε μόνον.
普:你只管说吧。
ΣΩ. λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ.
苏:那么我说,当我们体内的和谐在动物中被瓦解时,自然状态的瓦解和痛苦的产生便在那个时刻同时发生。
ΠΡΩ. πάνυ λέγεις εἰκός.
普:你说的非常合乎情理。
ΣΩ. πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ διʼ ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι.
苏:但另一方面,当它再次被调和并回到其自身本性时,我们必须说快乐产生了,如果确实必须用简短的语言尽快说明最重大的事情的话。
ΠΡΩ. οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν.
普:苏格拉底,我认为你说得对,但让我们试着把这同样的事情说得更明白些。
ΣΩ. οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν;
苏:那么理解那些普遍且显而易见的事物不是最容易的吗?
ΠΡΩ. ποῖα;
普:什么样的事物?
ΣΩ. πείνη μέν που λύσις καὶ λύπη;
苏:饥饿大概是一种瓦解和一种痛苦吧?
ΠΡΩ. ναί.
普:是的。
ΣΩ. ἐδωδὴ δέ, πλήρωσις γιγνομένη πάλιν, ἡδονή;
苏:而进食,即再次被填满,是一种快乐?
ΠΡΩ. ναί.
普:是的。