§29ΣΩ. βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον συμφήσωμεν ὡς ταῦθʼ οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλʼ ἀτάκτως ἔχειν;
苏:那么,你是否希望我们也赞同前人,承认这些确实如此,而不只是认为应当毫无风险地复述他人的主张,甚至在某个厉害的人断言这些并非如此而是无序的时候,我们也共同承担风险、分担责难?
ΠΡΩ. πῶς γὰρ οὐκ ἂν βουλοίμην;
普:我怎能不希望呢?
ΣΩ. ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει.
苏:来吧,现在请留意我们接下来关于这些的论述。
ΠΡΩ. λέγε μόνον.
普:你只管说吧。
ΣΩ. τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι, φασίν, ἐνόντα ἐν τῇ συστάσει.
苏:我们大概能看到,在所有动物的身体本性中,都存在着火、水、风(气息)和土,它们包含在其构成之中,就像人们所说的那种遭遇暴风雨的人一样。
ΠΡΩ. καὶ μάλα· χειμαζόμεθα γὰρ ὄντως ὑπʼ ἀπορίας ἐν τοῖς νῦν λόγοις.
普:确实如此;因为在目前的讨论中,我们确实正因困惑而遭受暴风雨的折磨。
ΣΩ. φέρε δή, περὶ ἑκάστου τῶν παρʼ ἡμῖν λαβὲ τὸ τοιόνδε.
苏:来吧,关于我们体内的每一样事物,请接受下面这个看法。
ΠΡΩ. ποῖον;
普:什么样的看法?
ΣΩ. ὅτι μικρόν τε τούτων ἕκαστον παρʼ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον.
苏:也就是说,我们体内的这些元素每一个都很微小、贫弱,绝对算不上纯粹,其拥有的力量也配不上其本性。
ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν.
你可以先就其中一者来理解,然后对所有元素都作同样的思考。
οἷον πῦρ ἔστι μέν που παρʼ ἡμῖν, ἔστι δʼ ἐν τῷ παντί.
例如,火大概存在于我们体内,也存在于宇宙整体之中。
ΠΡΩ. τί μήν;
普:确实如此。
ΣΩ. οὐκοῦν σμικρὸν μέν τι τὸ παρʼ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δʼ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.
苏:所以,我们体内的火微小、软弱且贫弱,而宇宙中的火在数量上、美感上,以及属于火的一切力量上,都是令人惊叹的?
ΠΡΩ. καὶ μάλʼ ἀληθὲς ὃ λέγεις.
普:你说的非常正确。
ΣΩ. τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρʼ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπʼ ἐκείνου τό τʼ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντʼ ἴσχει ταῦτα;
苏:还有,宇宙整体的火是由我们体内的火来滋养、产生和增长的,还是相反,我、你以及其他所有动物体内的火,都是从那宇宙之火中获得这些的?
ΠΡΩ. τοῦτο μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.
普:你问的这个问题甚至不值得回答。
ΣΩ. ὀρθῶς·
苏:说得对。
ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν.
因为我认为,关于此间动物体内的土与宇宙中的土,以及我刚才问到的所有其他事物,你都会说出同样的话。
οὕτως ἀποκρινῇ;
你会这样回答吗?
ΠΡΩ. τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;
普:因为如果做出别样回答,还有谁能显得神智清醒呢?
ΣΩ. σχεδὸν οὐδʼ ὁστισοῦν·
苏:几乎任何人都不会。
ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου.
但请紧接着听下一步。
πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρʼ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;
我们看到刚才所说的所有这些事物结合为一个整体,难道不就是把它命名为“身体”吗?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.
苏:那么,关于我们称为“宇宙”的这个东西,也请接受同样的看法;因为它大概也是以同样的方式作为一个身体,由这些相同的元素组合而成的。
ΠΡΩ. ὀρθότατα λέγεις.
普:你说得极对。
ΣΩ. πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρʼ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρʼ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει;
苏:那么,究竟是我们体内的身体全然由这个宇宙身体来滋养,并获得和拥有我们刚才所说的关于它们的一切,还是这个宇宙身体从我们体内的身体中得到这些?
ΠΡΩ. καὶ τοῦθʼ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.
普:苏格拉底,这是另一个不值得发问的问题了。