Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §27-28

四种类别的重申与快感和理智的归属

第 11 段,共 34 段 · 希腊语

内容简介

苏格拉底确认“原因”为第四个类别并重申了四分法。他指出快感属于无限者,接着通过更深入的讨论,着手考察被智者视为天地之王的主体——理智与知识,应当归属于哪一个类别。

§27ΣΩ. καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν.
苏:而且,我们同样会发现,被制作的东西与生成的东西,除了名称以外没有任何区别,就像刚才一样。
ἢ πῶς;
或者,你认为怎样?
ΠΡΩ. οὕτως.
普:正是如此。
ΣΩ. ἆρʼ οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ;
苏:那么,制作的东西在自然上是否总是引导,而被制作的东西则随之产生,服从于前者?
ΠΡΩ. πάνυ γε.
普:完全如此。
ΣΩ. ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τʼ ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.
苏:所以,原因和为了生成而服从于原因的东西,是不同的、非同一的事物了?
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη;
苏:那么,生成的事物以及它们由以生成的东西,是否全都由那三个类别提供给我们了?
ΠΡΩ. καὶ μάλα.
普:确实如此。
ΣΩ. τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν λέγομεν τέταρτον, τὴν αἰτίαν, ὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον;
苏:而把这个工匠般制作所有这些事物的力量称为第四个,即原因,因为它已被表明与那三者有足够的区别?
ΠΡΩ. ἕτερον γὰρ οὖν.
普:因为它确实是不同的。
ΣΩ. ὀρθῶς μὴν ἔχει, διωρισμένων τῶν τεττάρων, ἑνὸς ἑκάστου μνήμης ἕνεκα ἐφεξῆς αὐτὰ καταριθμήσασθαι.
苏:既然这四个类别已经被界定,为了记住每一个,依序将它们列举出来确实是正确的。
ΠΡΩ. τί μήν;
普:当然。
ΣΩ. πρῶτον μὲν τοίνυν ἄπειρον λέγω, δεύτερον δὲ πέρας, ἔπειτʼ ἐκ τούτων τρίτον μεικτὴν καὶ γεγενημένην οὐσίαν·
苏:那么首先,我说的是无限,第二是限度,然后由这两者构成的第三个是混合且生成了的实在。
τὴν δὲ τῆς μείξεως αἰτίαν καὶ γενέσεως τετάρτην λέγων ἆρα μὴ πλημμελοίην ἄν τι;
如果我把这种混合与生成的原因称为第四个类别,我会犯什么错吗?
ΠΡΩ. καὶ πῶς;
普:怎么会呢?
ΣΩ. φέρε δή, τὸ μετὰ τοῦθʼ ἡμῖν τίς ὁ λόγος, καὶ τί ποτε βουληθέντες εἰς ταῦτα ἀφικόμεθα;
苏:来吧,我们接下来的论点是什么?
ἆρʼ οὐ τόδε ἦν;
我们究竟想要达到什么目的才来到这里的?
δευτερεῖα ἐζητοῦμεν πότερον ἡδονῆς γίγνοιτʼ ἂν ἢ φρονήσεως.
不就是这个吗:我们当时在寻求二等奖是属于快感还是属于智慧。
οὐχ οὕτως ἦν;
不就是这样吗?
ΠΡΩ. οὕτω μὲν οὖν.
普:确实如此。
ΣΩ. ἆρʼ οὖν ἴσως νῦν, ἐπειδὴ ταῦτα οὕτω διειλόμεθα, κάλλιον ἂν καὶ τὴν κρίσιν ἐπιτελεσαίμεθα πρώτου πέρι καὶ δευτέρου, περὶ ὧν δὴ τὸ πρῶτον ἠμφεσβητήσαμεν;
苏:那么或许现在,既然我们已经作了这样的划分,我们就能更好地对我们最初争论的第一和第二名作出裁决了?
ΠΡΩ. ἴσως.
普:也许吧。
ΣΩ. ἴθι δή· νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆς τε καὶ φρονήσεως.
苏:来吧,我们曾把快感与智慧相结合的混合生活定为获胜者,是这样吧?
ἦν οὕτως; ΠΡΩ. ἦν.
普:是的。
ΣΩ. οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους;
苏:那么,我们是否看清了这种生活是什么,它属于哪一类别?
ΠΡΩ. πῶς γὰρ οὔ;
普:怎么会看不清呢?
ΣΩ. καὶ μέρος γʼ αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους·
苏:我认为,我们会说它是第三个类别的一部分。
οὐ γὰρ δυοῖν τινοῖν ἐστι ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτʼ ἄν.
因为这不仅仅是某两样东西的结合,而是所有无限者被限度所约束的混合,所以这个获胜的生活能正确地被视为那一类别的一部分。
ΠΡΩ. ὀρθότατα μὲν οὖν.
普:极其正确。
ΣΩ. εἶεν·
苏:很好。
τί δὲ ὁ σός, ὦ Φίληβε, ἡδὺς καὶ ἄμεικτος ὤν;
但是菲莱布,你那快乐且无混合的生活又如何呢?
ἐν τίνι γένει τῶν εἰρημένων λεγόμενος ὀρθῶς ἄν ποτε λέγοιτο;
如果把它归入上述哪一个类别,才算是说得正确?
ὧδε δʼ ἀπόκριναί μοι πρὶν ἀποφήνασθαι.
在你作出声明之前,请先这样回答我。
ΦΙ. λέγε μόνον.
菲:你只管说吧。
ΣΩ. ἡδονὴ καὶ λύπη πέρας ἔχετον, ἢ τῶν τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένων ἐστόν;
苏:快感与痛苦是具有限度,还是属于接纳“更多”和“更少”的事物?
ΦΙ. ναί, τῶν τὸ μᾶλλον, ὦ Σώκρατες·
菲:是的,属于接纳“更多”的那一类,苏格拉底。
οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον.
因为如果快感在数量和“更多”上都不是生来无限的话,它就不会是完全的善了。
§28ΣΩ. οὐδέ γʼ ἄν, ὦ Φίληβε, λύπη πᾶν κακόν· ὥστʼ ἄλλο τι νῷν σκεπτέον ἢ τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ.
苏:同样地,菲莱布,痛苦也就不会是完全的恶了;因此,我们必须考虑是无限本性以外的某种事物,才使快感获得了一部分善。
τούτω δή σοι τῶν ἀπεράντων γε γένους ἔστων·
那么,就让这两者(快感与痛苦)属于无限者的类别吧。
φρόνησιν δὲ καὶ ἐπιστήμην καὶ νοῦν εἰς τί ποτε τῶν προειρημένων, ὦ Πρώταρχέ τε καὶ Φίληβε, νῦν θέντες οὐκ ἂν ἀσεβοῖμεν;
但是至于智慧、知识和理智,普罗塔科和菲莱布,现在把它们放在上述哪一个类别中,我们才不会犯下不敬之罪呢?
οὐ γάρ μοι δοκεῖ σμικρὸς ἡμῖν εἶναι ὁ κίνδυνος κατορθώσασι καὶ μὴ περὶ τὸ νῦν ἐρωτώμενον.
因为对于现在所问的问题,无论我们回答正确还是失误,对我们来说都不是一个小危险。
ΦΙ. σεμνύνεις γάρ, ὦ Σώκρατες, τὸν σεαυτοῦ θεόν.
菲:因为你这是在尊崇你自己的神,苏格拉底。
ΣΩ. καὶ γὰρ σύ, ὦ ἑταῖρε, τὴν σαυτοῦ· τὸ δʼ ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.
苏:我的朋友,你也在尊崇你自己的神。
ΠΡΩ. ὀρθῶς τοι λέγει Σωκράτης, ὦ Φίληβε, καὶ αὐτῷ πειστέον.
但尽管如此,我们还是必须回答所问的问题。
ΦΙ. οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;
普:苏格拉底说得确实对,菲莱布,我们应该听他的。
ΠΡΩ. πάνυ γε·
菲:那么普罗塔科,你不是已经选择替我说话了吗?
νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, ὦ Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι.
普:确实如此。
ΣΩ. πειστέον, ὦ Πρώταρχε·
然而现在,我差不多感到困惑了,所以我恳求你,苏格拉底,亲自做我们的代言人,免得我们对你的竞争者犯下错误,说出什么不和谐的话来。
οὐδὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις.
苏:我必须听从,普罗塔科;因为你吩咐的事情一点也不难。
ἀλλʼ ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;
但是,正如菲莱布所说,我真的在开玩笑中通过尊崇它们而使你困惑了吗?
ΠΡΩ. παντάπασί γε, ὦ Σώκρατες.
当我在询问理智和知识属于哪一类别时?
ΣΩ. ἀλλὰ μὴν ῥᾴδιον·
普:完全如此,苏格拉底。
πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς.
苏:但这其实很容易。
καὶ ἴσως εὖ λέγουσι.
因为所有的智者都一致认为——实际上是在尊崇他们自己——理智是我们天和地的君王。
διὰ μακροτέρων δʼ, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.
也许他们说得对。
ΠΡΩ. λέγʼ ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.
但是如果你愿意的话,让我们通过更长的篇幅来对这个类别本身进行考察。
ΣΩ. καλῶς εἶπες.
普:你想怎么说就怎么说,不要为我们顾虑篇幅的长短,苏格拉底,因为你不会让人感到厌烦的。
ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.
苏:说得好。
ΠΡΩ. πῶς;
让我们以这种方式,通过重新提问来开始吧。
ΣΩ. πότερον, ὦ Πρώταρχε, τὰ σύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῇ δύναμιν καὶ τὸ ὅπῃ ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν;
普:如何提问?
ΠΡΩ. οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες·
苏:普罗塔科,我们是应当说,宇宙万物以及这个被称为“整体”的世界,是由无理性和随机的力量以及偶然而起的作用所支配的,还是相反,正如我们的前人所说,是由理智和某种令人惊叹的智慧组织并指引着的?
ὃ μὲν γὰρ σὺ νῦν λέγεις, οὐδὲ ὅσιον εἶναί μοι φαίνεται.
普:绝非如此,令人惊叹的苏格拉底。
τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγʼ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδʼ ἂν δοξάσαιμι.
因为你刚才所说的第一个选项,在我看来甚至是不虔敬的。 而说理智整饬万物,才配得上宇宙、太阳、月亮、繁星以及整个天体运行的奇观;我绝不会对它们作其他评价,也绝不会有其他的想法。

词汇与语法注释

  1. 27aτὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ — 名词化分词 `τὸ δουλεῦον`(服从/服务者)受表示目的的介词短语 `εἰς γένεσιν`(为了生成)修饰,并支配与格 `αἰτίᾳ`(服从于原因)。该表达是前一句中“被制作的东西”的另一种换文,鲜明地揭示了第三类(生成者)与第四类(原因/制作者)之间的主从与因果关系。
  2. 27bὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον — 紧跟在由主句动词 `λέγομεν` 所引导的宾格名词短语之后的 `ὡς` 加分词(宾格)结构。虽然 `δεδηλωμένον` 可被视为非人称的宾格绝对结构(意为“既然已被表明”),但在此处,将其视为与前文的 `τέταρτον`(第四个)在性、数、格上相一致的修饰性分词更为自然。`ὡς` 引入主观原因或既定事实,意为“作为已被充分表明与那三者不同者”。
  3. 28aὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ — 此为说明性的 `ὡς` 从句,与前文的名词短语 `τὴν τοῦ ἀπείρου φύσιν`(无限的本性)呈同位语关系。其中的属格 `ἀγαθοῦ` 并非表示分离,而是修饰 `τι μέρος`(某种份额)的部分属格,意为“善的某种份额”。整句的句法结构译为“即无限的本性如何为快感提供了一部分善的份额”。

引用这一段

柏拉图, 菲力帕斯篇 §27-28. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:27-28

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。