§18ΦΙ. κἀμοὶ ταῦτά γε αὐτά·
菲:对我来说,情况也完全一样。
ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς ὁ λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος;
但是,这个论证为什么现在对我们说出来,它究竟想要达到什么目的呢?
ΣΩ. ὀρθῶς μέντοι τοῦθʼ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτηκε Φίληβος.
苏:不过,普罗塔科,菲莱布向我们提的这个问题倒是很对。
ΠΡΩ. πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ.
普:完全如此,那么请你回答他吧。
ΣΩ. δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων.
苏:我会这样做的,只要再稍微讨论一下这些事情。
ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς φαμεν, οὐκ ἐπʼ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλʼ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλʼ ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τε ἐκ πάντων εἰς ἕν.
因为正如有人如果把握了任何一个“一”,像我们所说的那样,他绝不应该立刻看向无限的本性,而是应该看向某个数目;同样,相反地,当有人被迫首先把握无限时,他不应该立刻看向“一”,而是应该反过来去理解某个每一个都具有某种多(数量)的数目,并最终从所有这些数中走向“一”。
πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν.
让我们再次在文字的例子中理解现在所说的话。
ΠΡΩ. πῶς;
普:怎么理解?
ΣΩ. ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος—ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι στοιχεῖον ἐπωνόμασε· καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδʼ ἂν ἓν αὐτὸ καθʼ αὑτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς ὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπʼ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.
苏:当某个神或神圣的人看出声音是无限的——正如传说在埃及有一个叫西斯的人,他最先看出在无限中元音不是一个而是多个,接着又看出另外一些虽然不是元音,但也分享某种声音,并且这些也有一定的数目,第三,他把今天我们称为“无声音”的字母分立为第三类;在此之后,他把这些既无声又无音的字母分割,直到每一个单独的字母,并以同样的方式分割元音和中间音,直到他掌握了它们的数目,并给每一个单独的字母和全体命名为“元素”;由于他看出我们中没有一个人能脱离所有这些字母而单独学会其中任何一个,他反过来认为这种联系是单一的,并且在某种程度上使所有这些东西成为一体,于是他宣布在它们之上存在着单一的“文字艺术”,并以此命名。
ΦΙ. ταῦτʼ ἔτι σαφέστερον ἐκείνων αὐτά γε πρὸς ἄλληλα, ὦ Πρώταρχε, ἔμαθον·
菲:普罗塔科,这些事情,至少在它们彼此的关系上,我比之前的那些理解得还要清楚。
τὸ δʼ αὐτό μοι τοῦ λόγου νῦν τε καὶ σμικρὸν ἔμπροσθεν ἐλλείπεται.
但是,论证中那同一个要点,现在和刚才一样,我还是没有掌握。
ΣΩ. μῶν, ὦ Φίληβε, τὸ τί πρὸς ἔπος αὖ ταῦτʼ ἐστίν;
苏:难道是,菲莱布,这些话反过来与我们的主题有什么关系吗?
ΦΙ. ναί, τοῦτʼ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶΠρώταρχος.
菲:是的,这正是普罗塔科和我很久以来一直在寻找的。
ΣΩ. ἦ μὴν ἐπʼ αὐτῷ γε ἤδη γεγονότες ζητεῖτε, ὡς φῄς, πάλαι.
苏:可是,正如你所说,你们寻找了很久的那个东西,你们实际上已经站在它面前了。
ΦΙ. πῶς;
菲:怎么说?
ΣΩ. ἆρʼ οὐ περὶ φρονήσεως ἦν καὶ ἡδονῆς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος, ὁπότερον αὐτοῖν αἱρετέον;
苏:我们最初的讨论不就是关于智慧和快乐,它们两个中哪一个更值得选择吗?
ΦΙ. πῶς γὰρ οὔ;
菲:怎么会不是呢?
ΣΩ. καὶ μὴν ἕν γε ἑκάτερον αὐτοῖν εἶναί φαμεν.
苏:而且,我们确实说过它们每一个都是“一”。
ΦΙ. πάνυ μὲν οὖν.
菲:完全如此。
§19ΣΩ. τοῦτʼ αὐτὸ τοίνυν ἡμᾶς ὁ πρόσθεν λόγος ἀπαιτεῖ, πῶς ἔστιν ἓν καὶ πολλὰ αὐτῶν ἑκάτερον, καὶ πῶς μὴ ἄπειρα εὐθύς, ἀλλά τινά ποτε ἀριθμὸν ἑκάτερον ἔμπροσθεν κέκτηται τοῦ ἄπειρα αὐτῶν ἕκαστα γεγονέναι;
苏:那么,这正是先前的论证要求我们的:它们每一个是如何既是“一”又是“多”的,以及它们是如何不立即成为无限,而是在它们中的每一个成为无限之前,各自已经具有了某种特定的数目?
ΠΡΩ. οὐκ εἰς φαῦλόν γε ἐρώτημα, ὦ Φίληβε, οὐκ οἶδʼ ὅντινα τρόπον κύκλῳ πως περιαγαγὼν ἡμᾶς ἐμβέβληκε Σωκράτης.
普:菲莱布,苏格拉底不知用什么方式把我们带了一大圈,把我们抛进了一个绝不简单的问题中。
καὶ σκόπει δὴ πότερος ἡμῶν ἀποκρινεῖται τὸ νῦν ἐρωτώμενον.
你且想想,我们中哪一个来回答现在被提出的这个问题。
ἴσως δὴ γελοῖον τὸ ἐμὲ τοῦ λόγου διάδοχον παντελῶς ὑποστάντα διὰ τὸ μὴ δύνασθαι τὸ νῦν ἐρωτηθὲν ἀποκρίνασθαι σοὶ πάλιν τοῦτο προστάττειν· γελοιότερον δʼ οἶμαι πολὺ τὸ μηδέτερον ἡμῶν δύνασθαι.
也许,我既然已经完全接过了论证的继承权,却因为自己无法回答现在被问的问题而反过来要求你回答,这未免有些可笑;但我认为,如果落得我们两个人都无法回答,那就更可笑了。
σκόπει δὴ τί δράσομεν.
想想我们该怎么办吧。
εἴδη γάρ μοι δοκεῖ νῦν ἐρωτᾶν ἡδονῆς ἡμᾶς Σωκράτης εἴτε ἔστιν εἴτε μή, καὶ ὁπόσα ἐστὶ καὶ ὁποῖα·
因为在我看来,苏格拉底现在是在向我们询问快乐的种类,问它们是否存在,以及有多少种,是什么样的;对于智慧,他反过来也是同样的要求。
τῆς τʼ αὖ φρονήσεως πέρι κατὰ ταὐτὰ ὡσαύτως. ΣΩ. ἀληθέστατα λέγεις, ὦ παῖ Καλλίου· μὴ γὰρ δυνάμενοι τοῦτο κατὰ παντὸς ἑνὸς καὶ ὁμοίου καὶ ταὐτοῦ δρᾶν καὶ τοῦ ἐναντίου, ὡς ὁ παρελθὼν λόγος ἐμήνυσεν, οὐδεὶς εἰς οὐδὲν οὐδενὸς ἂν ἡμῶν οὐδέποτε γένοιτο ἄξιος.
苏:卡里亚斯之子,你说得最真实不过了;因为,正如先前的论证所指出的,如果我们不能对每一个“一”、相似的和相同的东西,以及它的相反者做到这一点,我们中就没有人能在任何事情上成为任何有价值的人。
ΠΡΩ. σχεδὸν ἔοικεν οὕτως, ὦ Σώκρατες, ἔχειν.
普:看起来确实差不多是这样,苏格拉底。
ἀλλὰ καλὸν μὲν τὸ σύμπαντα γιγνώσκειν τῷ σώφρονι, δεύτερος δʼ εἶναι πλοῦς δοκεῖ μὴ λανθάνειν αὐτὸν αὑτόν.
但是,对于一个明智的人来说,知道一切固然是美好的,但次好的选择似乎是不要自欺。
τί δή μοι τοῦτο εἴρηται τὰ νῦν;
我刚才为什么要说这话呢?
ἐγώ σοι φράσω.
我来告诉你。
σὺ τήνδε ἡμῖν τὴν συνουσίαν, ὦ Σώκρατες, ἐπέδωκας πᾶσι καὶ σεαυτὸν πρὸς τὸ διελέσθαι τί τῶν ἀνθρωπίνων κτημάτων ἄριστον.
苏格拉底,你向我们大家提供了这次会谈,并把你大公无私地奉献出来,以便探讨在人类的财富中什么是最好的。
Φιλήβου γὰρ εἰπόντος ἡδονὴν καὶ τέρψιν καὶ χαρὰν καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ἐστί, σὺ πρὸς αὐτὰ ἀντεῖπες ὡς οὐ ταῦτα ἀλλʼ ἐκεῖνά ἐστιν ἃ πολλάκις ἡμᾶς αὐτοὺς ἀναμιμνῄσκομεν ἑκόντες, ὀρθῶς δρῶντες, ἵνʼ ἐν μνήμῃ παρακείμενα ἑκάτερα βασανίζηται.
因为当菲莱布说是快乐、享受、喜悦以及所有这类事情时,你反驳它们说,不是这些,而是那些我们经常自觉自愿地回想起来的东西,这样做是对的,以便让这两者并列在记忆中进行检验。
φῂς δʼ, ὡς ἔοικε, σὺ τὸ προσρηθησόμενον ὀρθῶς ἄμεινον ἡδονῆς γε ἀγαθὸν εἶναι νοῦν, ἐπιστήμην, σύνεσιν, τέχνην καὶ πάντα αὖ τὰ τούτων συγγενῆ, ἃ κτᾶσθαι δεῖν ἀλλʼ οὐχὶ ἐκεῖνα.
而且你认为,正如看起来的那样,那个被正确地称为比快乐更好的“善”是理智、知识、理解力、技艺以及它们的所有亲属,我们应当获得这些,而不是那些。
τούτων δὴ μετʼ ἀμφισβητήσεως ἑκατέρων λεχθέντων ἡμεῖς σοι μετὰ παιδιᾶς ἠπειλήσαμεν ὡς οὐκ ἀφήσομεν οἴκαδέ σε πρὶν ἂν τούτων τῶν λόγων πέρας ἱκανὸν γένηταί τι διορισθέντων, σὺ δὲ συνεχώρησας καὶ ἔδωκας εἰς ταῦθʼ ἡμῖν σαυτόν, ἡμεῖς δὲ δὴ λέγομεν, καθάπερ οἱ παῖδες, ὅτι τῶν ὀρθῶς δοθέντων ἀφαίρεσις οὐκ ἔστι·
当这两者在争论中被陈述出来后,我们开玩笑地威胁你说,在这些论据通过定义达到某种充分的界限之前,我们不会放你回家。 而你也同意了,并为了这一目的把你自己交给了我们。 而我们确实像小孩子一样说:正确给予的东西是不能收回的。
παῦσαι δὴ τὸν τρόπον ἡμῖν ἀπαντῶν τοῦτον ἐπὶ τὰ νῦν λεγόμενα.
所以,请停止用这种方式在现在讨论的问题上应付我们。
ΣΩ. τίνα λέγεις;
苏:你指的是哪种方式?