Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §17

一与无限之间的中介与声乐之例

第 5 段,共 34 段 · 希腊语

内容简介

苏格拉底通过文字(声音)和音乐(音程与和声)的具体例子,阐明了把握“一”与“无限”之间的“中间数目”的重要性,并指出这是辩证术与争论术的分水岭。

§17ΣΩ. οἱ μὲν οὖν θεοί, ὅπερ εἶπον, οὕτως ἡμῖν παρέδοσαν σκοπεῖν καὶ μανθάνειν καὶ διδάσκειν ἀλλήλους·
苏:那么,正如我所说,神明们把这种方式传授给我们,让我们去探讨、学习并互相传授。
οἱ δὲ νῦν τῶν ἀνθρώπων σοφοὶ ἓν μέν, ὅπως ἂν τύχωσι, καὶ πολλὰ θᾶττον καὶ βραδύτερον ποιοῦσι τοῦ δέοντος, μετὰ δὲ τὸ ἓν ἄπειρα εὐθύς, τὰ δὲ μέσα αὐτοὺς ἐκφεύγει—οἷς διακεχώρισται τό τε διαλεκτικῶς πάλιν καὶ τὸ ἐριστικῶς ἡμᾶς ποιεῖσθαι πρὸς ἀλλήλους τοὺς λόγους.
但是,今天的聪明人,他们设立“一”和“多”,全凭偶然,要么比应当做的更快,要么更慢,而且在“一”之后立即就是“无限”,而那些“中间项”却逃过了他们——正是由此,我们在彼此交流时,是用辩证的方式还是用争论的方式进行,才有了区别。
ΠΡΩ. τὰ μέν πως, ὦ Σώκρατες, δοκῶ σου μανθάνειν, τὰ δὲ ἔτι σαφέστερον δέομαι ἃ λέγεις ἀκοῦσαι.
普:苏格拉底,在某种程度上,我想我理解了你的话,但在另一方面,我还需要更清楚地听你解释。
ΣΩ. σαφὲς μήν, ὦ Πρώταρχε, ἐστὶν ἐν τοῖς γράμμασιν ὃ λέγω, καὶ λάμβανʼ αὐτὸ ἐν τούτοις οἷσπερ καὶ πεπαίδευσαι.
苏:普罗塔科,我所说的在文字(读写)的例子中是很明显的,你就在你受过教育的这些事物中来理解它吧。
ΠΡΩ. πῶς;
普:怎么理解?
ΣΩ. φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει, πάντων τε καὶ ἑκάστου.
苏:对我们来说,从口中发出的声音无疑是一个,但其数量在所有人或每个人那里又是无限的。
ΠΡΩ. τί μήν;
普:可不是吗?
ΣΩ. καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθʼ ὅτι τὸ ἕν· ἀλλʼ ὅτι πόσα τʼ ἐστὶ καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν.
苏:而仅凭这两者中的任何一个,我们都还算不上聪明,既不是因为我们知道它的无限,也不是因为我们知道它的“一”;而是知道它是多少个,以及是什么样的,这才是使我们每个人成为精通文字者的原因。
ΠΡΩ. ἀληθέστατα.
普:最真实不过了。
ΣΩ. καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτʼ ἔστι ταὐτόν.
苏:而且,使人精通音乐的事也正是这同一个道理。
ΠΡΩ. πῶς;
普:怎么说?
ΣΩ. φωνὴ μέν που καὶ τὸ κατʼ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ.
苏:无疑,在那个技艺中,声音在其自身之内也是一个。
ΠΡΩ. πῶς δʼ οὔ;
普:怎么会不是呢?
ΣΩ. δύο δὲ θῶμεν βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁμότονον.
苏:那么,我们设立两个,低音和高音,以及第三个同音。
ἢ πῶς;
是不是这样?
ΠΡΩ. οὕτως.
普:是的。
ΣΩ. ἀλλʼ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ δὲ εἰδὼς ὥς γʼ ἔπος εἰπεῖν εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ.
苏:但如果你只知道这些,你还算不上精通音乐;可以说,你在这些事情上仍将是一无所成。
ΠΡΩ. οὐ γὰρ οὖν.
普:确实如此。
ΣΩ. ἀλλʼ, ὦ φίλε, ἐπειδὰν λάβῃς τὰ διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος, καὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν—ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ διʼ ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν—ὅταν γὰρ αὐτά τε λάβῃς οὕτω, τότε ἐγένου σοφός, ὅταν τε ἄλλο τῶν ἓν ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τοῦτο γέγονας·
苏:但是,朋友,当你把握了音程,即关于声音的高低在数量上是多少,以及是什么样的,还有音程的界限,以及由此产生了多少系统(音阶)——那些看清了这些的先人,把它们传给追随他们的我们,称之为“和声(协奏)”;并且在身体的运动中,他们说也有其他类似的特性存在,这些特性通过数字加以测量后,他们又说应该称之为“节奏”和“节拍”,同时你领会到,必须这样去考察每一个一和多——因为当你这样把握了它们时,那时你就变得聪明了;而当你考察任何其他一个“一”并以此种方式把握它时,你就在这件事上变得有智慧了。
τὸ δʼ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐδʼ ἐνάριθμον, ἅτʼ οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα.
但是,每一件事物以及在每件事物中的无限数量,在每次都会使你的思考变得无限(无定),使你成为没有价值、不可计数的人,因为你从未在任何事情上指望过任何数字。
ΠΡΩ. κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης.
普:菲莱布,在我看来,苏格拉底刚才说得太美妙了。

词汇与语法注释

  1. 17aοἷς διακεχώρισται — 关系代词 οἷς 是表示手段或原因的与格,其先行词是指前句中的“中间项(τὰ μέσα)”或指代遗漏中间项这一情况。
  2. 17bοὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί — οὐδὲν 是副词性宾格(“绝不、毫不”),ἑτέρῳ 是表示原因或方面的与格,受属格 τούτων 修饰,意为“因这两者中的任何一个”。
  3. 17dἀλλʼ, ὦ φίλε... ὅταν γὰρ αὐτά τε λάβῃς... — 整理从 17d 到 17e 的极其冗长的句子结构。以 ἐπειδὰν λάβῃς ... 开始的长时态条件从句,在经历了关系代词从句的插入和并列成分的增加后,在 17e 的 ὅταν γὰρ αὐτά τε λάβῃς οὕτω, τότε ἐγένου σοφός 中通过 ὅταν 重新表述,并最终归结为主句。
  4. 17eτὸ δʼ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος... ποιεῖ τοῦ φρονεῖν — 动词 ποιεῖ 在此采用双宾格结构(“使某人成为某样”),并由表示限制的属格修饰:“无限的多数(τὸ ἄπειρον πλῆθος)使你(σε)在思考(τοῦ φρονεῖν)方面变得无限(无定,ἄπειρον)”。

引用这一段

柏拉图, 菲力帕斯篇 §17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。