Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §14

知识的多样性与一与多问题的提出

第 3 段,共 34 段 · 希腊语

内容简介

苏格拉底表明,正如快乐一样,知识也具有多样性和不相似性,双方同意平等对待彼此的论证。接着,他们试图将关于“一与多”的讨论从通俗且平庸的问题(如个体的肉体变化或部分的分离)转向更深奥且尚未解决的哲学问题。

§14ΣΩ. πολλαί τε αἱ συνάπασαι ἐπιστῆμαι δόξουσιν εἶναι καὶ ἀνόμοιοί τινες αὐτῶν ἀλλήλαις·
苏:而且,所有的知识组合在一起,也会显得是很多的,并且它们之中的一些彼此是不相似的。
εἰ δὲ καὶ ἐναντίαι πῃ γίγνονταί τινες, ἆρα ἄξιος ἂν εἴην τοῦ διαλέγεσθαι νῦν, εἰ φοβηθεὶς τοῦτο αὐτὸ μηδεμίαν ἀνόμοιον φαίην ἐπιστήμην ἐπιστήμῃ γίγνεσθαι, κἄπειθʼ ἡμῖν οὕτως ὁ λόγος ὥσπερ μῦθος ἀπολόμενος οἴχοιτο, αὐτοὶ δὲ σῳζοίμεθα ἐπί τινος ἀλογίας;
而如果它们在某种程度上甚至变成了相反的,那么,如果我害怕这同一件事,因而断言没有任何一门知识会变得与另一门知识不相似,以至于我们的论证像童话故事一样归于灭亡、平白流失,而我们自己却靠着某种无理而苟活,那么我现在还配进行对话吗?
ΠΡΩ. ἀλλʼ οὐ μὴν δεῖ τοῦτο γενέσθαι, πλὴν τοῦ σωθῆναι.
普:但绝对不能让这种事情发生,除了得救之外。
τό γε μήν μοι ἴσον τοῦ σοῦ τε καὶ ἐμοῦ λόγου ἀρέσκει· πολλαὶ μὲν ἡδοναὶ καὶ ἀνόμοιοι γιγνέσθων, πολλαὶ δὲ ἐπιστῆμαι καὶ διάφοροι.
不过,将你我的论证平等对待,这倒是合我心意:就让许多不相似的快乐存在,也让许多不同的知识存在吧。
ΣΩ. τὴν τοίνυν διαφορότητα, ὦ Πρώταρχε, τοῦ τʼ ἐμοῦ καὶ τοῦ σοῦ μὴ ἀποκρυπτόμενοι, κατατιθέντες δὲ εἰς τὸ μέσον, τολμῶμεν, ἄν πῃ ἐλεγχόμενοι μηνύσωσι πότερον ἡδονὴν τἀγαθὸν δεῖ λέγειν ἢ φρόνησιν ἤ τι τρίτον ἄλλο εἶναι.
苏:那么,普罗塔科,我们不要隐瞒我的论证和你的论证之间的分歧,而是将它摆到中间来,让我们大胆尝试,看它们在接受检验时,是否能在某种程度上表明,我们应当说快乐是善,还是思虑是善,或者某种第三种别的东西是善。
νῦν γὰρ οὐ δήπου πρός γε αὐτὸ τοῦτο φιλονικοῦμεν, ὅπως ἁγὼ τίθεμαι, ταῦτʼ ἔσται τὰ νικῶντα, ἢ ταῦθʼ ἃ σύ, τῷ δʼ ἀληθεστάτῳ δεῖ που συμμαχεῖν ἡμᾶς ἄμφω.
因为现在我们绝不是为了“我所设立的获胜,还是你所设立的获胜”这件事情而争胜,而是我们双方都应当协助那最真实的东西。
ΠΡΩ. δεῖ γὰρ οὖν.
普:确实应该如此。
ΣΩ. τοῦτον τοίνυν τὸν λόγον ἔτι μᾶλλον διʼ ὁμολογίας βεβαιωσώμεθα.
苏:那么,让我们通过一致同意,把这个论证确立得更加稳固。
ΠΡΩ. τὸν ποῖον δή;
普:究竟是哪一个论证呢?
ΣΩ. τὸν πᾶσι παρέχοντα ἀνθρώποις πράγματα ἑκοῦσί τε καὶ ἄκουσιν ἐνίοις καὶ ἐνίοτε.
苏:就是那个给所有人带来麻烦的论证——对有些人是自愿的,对有些人是非自愿的,而且是在某些时候。
ΠΡΩ. λέγε σαφέστερον.
普:请说得更明白些。
ΣΩ. τὸν νυνδὴ παραπεσόντα λέγω, φύσει πως πεφυκότα θαυμαστόν.
苏:我说的是刚才碰巧出现的那个,它在天性上不知怎的非常奇妙。
ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι καὶ τὸ ἓν πολλὰ θαυμαστὸν λεχθέν, καὶ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ.
因为说“多是一,而一又是多”确实令人称奇,而且很容易对设立这两者中任何一个的人提出异议。
ΠΡΩ. ἆρʼ οὖν λέγεις ὅταν τις ἐμὲ φῇ Πρώταρχον ἕνα γεγονότα φύσει πολλοὺς εἶναι πάλιν τοὺς ἐμὲ καὶ ἐναντίους ἀλλήλοις, μέγαν καὶ σμικρὸν τιθέμενος καὶ βαρὺν καὶ κοῦφον τὸν αὐτὸν καὶ ἄλλα μυρία;
普:那么,你是指当有人说我普罗塔科天生是一个人,却又是许多个“我”,甚至彼此相反,设立同一个我既大又小,既重又轻,以及无数其他特征的时候吗?
ΣΩ. σὺ μέν, ὦ Πρώταρχε, εἴρηκας τὰ δεδημευμένα τῶν θαυμαστῶν περὶ τὸ ἓν καὶ πολλά, συγκεχωρημένα δὲ ὡς ἔπος εἰπεῖν ὑπὸ πάντων ἤδη μὴ δεῖν τῶν τοιούτων ἅπτεσθαι, παιδαριώδη καὶ ῥᾴδια καὶ σφόδρα τοῖς λόγοις ἐμπόδια ὑπολαμβανόντων γίγνεσθαι, ἐπεὶ μηδὲ τὰ τοιάδε, ὅταν τις ἑκάστου τὰ μέλη τε καὶ ἅμα μέρη διελὼν τῷ λόγῳ, πάντα ταῦτα τὸ ἓν ἐκεῖνο εἶναι διομολογησάμενος, ἐλέγχῃ καταγελῶν ὅτι τέρατα διηνάγκασται φάναι, τό τε ἓν ὡς πολλά ἐστι καὶ ἄπειρα, καὶ τὰ πολλὰ ὡς ἓν μόνον.
苏:普罗塔科,你所说的是关于一与多的那些广为人知的奇谈,现在几乎所有人都已经同意不应该去碰这些东西,因为他们认为这些是幼稚的、容易的,并且对论证是极大的阻碍。 因此,甚至连以下这种情况也不必理会:当有人在论证中把每个东西的肢体和部分分离开来,并承认所有这些都是那同一个东西之后,便嘲笑并驳斥说,对方被迫说出了荒谬的话——一又是多又是无限,而多又仅仅是一。
ΠΡΩ. σὺ δὲ δὴ ποῖα, ὦ Σώκρατες, ἕτερα λέγεις, ἃ μήπω συγκεχωρημένα δεδήμευται περὶ τὸν αὐτὸν τοῦτον λόγον;
普:但是,苏格拉底,关于这同一个论证,你所说的那些尚未达成共识、也未广为人知的其他情况,究竟是些什么呢?

词汇与语法注释

  1. 14aἆρα ἄξιος ἂν εἴην ... εἰ ... φαίην ... οἴχοιτο, αὐτοὶ δὲ σῳζοίμεθα — 潜在条件句结构。由 εἰ ... φαίην(希求语气)引导的条件从句,其主句结论为 ἂν + 希求语气(ἆρα ἄξιος ἂν εἴην),其后的连带结果也以希求语气(οἴχοιτο, σῳζοίμεθα)链状相连。
  2. 14aπλὴν τοῦ σωθῆναι — 介词 πλὴν 与属格带冠词不定式 τοῦ σωθῆναι(被动语态)相结合。它表示对前句 δεῖ τοῦτο γενέσθαι(这不该发生)的例外,意为“除了得救(或论证得以保留)之外”。
  3. 14bἄν πῃ ἐλεγχόμενοι μηνύσωσι — 带有联结法(虚拟语气)μηνύσωσι 的 ἄν(即 ἐάν)从句。它在此并非普通的条件从句,而是依附于主句动词 τολμῶμεν(让我们大胆尝试),表示尝试或意图:“看它们在接受检验时,是否能在某种程度上表明……”。
  4. 14cτὸν πᾶσι παρέχοντα ἀνθρώποις πράγματα ἑκοῦσί τε καὶ ἄκουσιν ἐνίοις καὶ ἐνίοτε — 分词 παρέχοντα 修饰先行词 τὸν [λόγον]。短语 πράγματα παρέχω 是一个惯用表达,意为“给(某人,与格)带来麻烦或困难”。与格宾语 πᾶσι ἀνθρώποις(所有人)被 ἑκοῦσί τε καὶ ἄκουσιν(自愿或非自愿)、以及限制性的 ἐνίοις(对有些人)和副词 ἐνίοτε(在某些时候)复杂地修饰。
  5. 14dτοὺς ἐμὲ — 一种语法上不寻常的表达,单数人称代词 ἐμέ(宾格)配上了复数定冠词 τούς。它在语言上幽默地表达了原本为一人的“我”如何根据情况表现为“多个我”。它作为不定式 εἶναι 的主格(宾格主语)起作用。
  6. 14eἐπεὶ μηδὲ τὰ τοιάδε ... ἐλέγχῃ — 原因从句 ἐπεὶ 内部的结构。加强否定词 μηδὲ 意为“甚至不/连……也不”。尽管由于插入了 ὅταν 从句(当有人……时)使句子变长,其核心骨架是:甚至连“此类事情”(τὰ τοιάδε)也不应当去碰(μὴ δεῖν ... ἅπτεσθαι)——即某人在论证中将整体分为部分并达成一致后,嘲笑并驳斥(ἐλέγχῃ)对方被迫承认一即是多、多即是一这一矛盾。

引用这一段

柏拉图, 菲力帕斯篇 §14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。