Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §13

快感的相互对立与作为善的单一性审视

第 2 段,共 34 段 · 希腊语

内容简介

苏格拉底指出,正如颜色和形状虽然属于同一个属,却包含着相反的事物和无数的差异一样,快乐彼此之间也可能存在相反的情况。他批评了普罗塔科因“快乐是善”而拒绝承认快乐有多样性和对立面的做法,并提议对己方主张的“思虑和知识”进行同样的审视,以打破论证的僵局。

§13ΣΩ. καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι·
苏:我神奇的朋友,因为颜色之于颜色也是如此。
κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει τὸ χρῶμα εἶναι πᾶν, τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γιγνώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ὂν τυγχάνει.
在它们都是颜色这同一个方面,它们没有任何区别。 然而我们大家都知道,黑色对于白色,不仅是不同的,而且恰好是最相反的。
καὶ δὴ καὶ σχῆμα σχήματι κατὰ ταὐτόν·
此外,形状之于形状也是同理。
γένει μέν ἐστι πᾶν ἕν, τὰ δὲ μέρη τοῖς μέρεσιν αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητʼ ἔχοντα μυρίαν που τυγχάνει, καὶ πολλὰ ἕτερα οὕτως ἔχονθʼ εὑρήσομεν.
就属而言,它们全都是一,但在它的各个部分中,有的彼此最相反,有的则似乎有着无数的区别。 我们还会发现许多其他事物也是如此。
ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε, τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι.
因此,绝不要相信那个把所有最相反的事物合而为一的论证。
φοβοῦμαι δὲ μή τινας ἡδονὰς ἡδοναῖς εὑρήσομεν ἐναντίας.
我担心我们会发现某些快乐与另一些快乐是相反的。
ΠΡΩ. ἴσως·
普:也许吧。
ἀλλὰ τί τοῦθʼ ἡμῶν βλάψει τὸν λόγον;
但这会怎样损害我们的论证呢?
ΣΩ. ὅτι προσαγορεύεις αὐτὰ ἀνόμοια ὄντα ἑτέρῳ, φήσομεν, ὀνόματι·
苏:因为,我们要说,它们虽然是不同的,你却用另一个名字来称呼它们。
λέγεις γὰρ ἀγαθὰ πάντʼ εἶναι τὰ ἡδέα.
因为你说所有快乐的事物都是善的。
τὸ μὲν οὖν μὴ οὐχὶ ἡδέα εἶναι τὰ ἡδέα λόγος οὐδεὶς ἀμφισβητεῖ· κακὰ δʼ ὄντα αὐτῶν τὰ πολλὰ καὶ ἀγαθὰ δέ, ὡς ἡμεῖς φαμέν, ὅμως πάντα σὺ προσαγορεύεις ἀγαθὰ αὐτά, ὁμολογῶν ἀνόμοια εἶναι, τῷ λόγῳ εἴ τίς σε προσαναγκάζοι.
现在,没有任何论证会争辩说快乐的事物不是快乐的;但是,正如我们所说,其中很多是恶的,而另一些是善的,可你仍然把它们全都称为善,甚至在论证中如果有人逼迫你,你也会承认它们是不同的。
τί οὖν δὴ ταὐτὸν ἐν ταῖς κακαῖς ὁμοίως καὶ ἐν ἀγαθαῖς ἐνὸν πάσας ἡδονὰς ἀγαθὸν εἶναι προσαγορεύεις;
那么,在恶的快乐和善的快乐中同样存在着的、促使你把所有快乐都称为善的那同一个东西究竟是什么呢?
ΠΡΩ. πῶς λέγεις, ὦ Σώκρατες;
普:你这是什么意思,苏格拉底?
οἴει γάρ τινα συγχωρήσεσθαι, θέμενον ἡδονὴν εἶναι τἀγαθόν, εἶτα ἀνέξεσθαί σου λέγοντος τὰς μὲν εἶναί τινας ἀγαθὰς ἡδονάς, τὰς δέ τινας ἑτέρας αὐτῶν κακάς;
你以为一个确立了快乐就是善的人,会同意或者容忍你说有些快乐是善的,而另一些快乐是恶的吗?
ΣΩ. ἀλλʼ οὖν ἀνομοίους γε φήσεις αὐτὰς ἀλλήλαις εἶναι καί τινας ἐναντίας.
苏:但你总会承认它们彼此是不相似的,甚至有些是相反的。
ΠΡΩ. οὔτι καθʼ ὅσον γε ἡδοναί.
普:只要它们是快乐,就绝非如此。
ΣΩ. πάλιν εἰς τὸν αὐτὸν φερόμεθα λόγον, ὦ Πρώταρχε, οὐδʼ ἄρα ἡδονὴν ἡδονῆς διάφορον, ἀλλὰ πάσας ὁμοίας εἶναι φήσομεν, καὶ τὰ παραδείγματα ἡμᾶς τὰ νυνδὴ λεχθέντα οὐδὲν τιτρώσκει, πεισόμεθα δὲ καὶ ἐροῦμεν ἅπερ οἱ πάντων φαυλότατοί τε καὶ περὶ λόγους ἅμα νέοι.
苏:普罗塔科,我们又回到了同一个论点上。 那么我们就会说,快乐与快乐毫无区别,而是全都合一,刚才所说的那些例子对我们毫无伤害。 我们将顺从并说出那些在所有事物中最平庸、同时在论证上又是新手的人所说的话。
ΠΡΩ. τὰ ποῖα δὴ λέγεις;
普:你指的究竟是什么样的话?
ΣΩ. ὅτι σε μιμούμενος ἐγὼ καὶ ἀμυνόμενος ἐὰν τολμῶ λέγειν ὡς τὸ ἀνομοιότατόν ἐστι τῷ ἀνομοιοτάτῳ πάντων ὁμοιότατον, ἕξω τὰ αὐτὰ σοὶ λέγειν, καὶ φανούμεθά γε νεώτεροι τοῦ δέοντος, καὶ ὁ λόγος ἡμῖν ἐκπεσὼν οἰχήσεται.
苏:因为如果我模仿你并以此自卫,敢于说“最不相似的东西对最不相似的东西,是所有事物中最相似的”,那我就会说出和你一样的话。 我们就会显得比应有的样子更加幼稚,而我们的论证也会彻底瓦解。
πάλιν οὖν αὐτὸν ἀνακρουώμεθα, καὶ τάχʼ ἂν ἰόντες εἰς τὰς ὁμοίας ἴσως ἄν πως ἀλλήλοις συγχωρήσαιμεν.
所以,让我们再次把论证拉回来,也许回到类似的起点上,我们能以某种方式达成一致。
ΠΡΩ. λέγε πῶς;
普:请说,怎么做?
ΣΩ. ἐμὲ θὲς ὑπὸ σοῦ πάλιν ἐρωτώμενον, ὦ Πρώταρχε.
苏:普罗塔科,假设我反过来被你提问。
ΠΡΩ. τὸ ποῖον δή;
普:是什么样的问题呢?
ΣΩ. φρόνησίς τε καὶ ἐπιστήμη καὶ νοῦς καὶ πάνθʼ ὁπόσα δὴ κατʼ ἀρχὰς ἐγὼ θέμενος εἶπον ἀγαθά, διερωτώμενος ὅτι ποτʼ ἐστὶν ἀγαθόν, ἆρʼ οὐ ταὐτὸν πείσονται τοῦτο ὅπερ ὁ σὸς λόγος;
苏:思虑、知识、理智,以及我在开始时确立并称为善的所有事物,当被追问善究竟是什么时,难道不也会遭遇和你的论证完全相同的情况吗?
ΠΡΩ. πῶς;
普:怎么会呢?

词汇与语法注释

  1. 13aτῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι — 带冠词'τῷ'的与格分词短语,修饰指示代词短语'τούτῳ ... τῷ λόγῳ'。分词'ποιοῦντι'采用了双宾格结构:'πάντα τὰ ἐναντιώτατα'作直接宾语,'ἓν'作宾语补足语(使最相反的事物合而为一)。
  2. 13bτὸ μὲν οὖν μὴ οὐχὶ ἡδέα εἶναι τὰ ἡδέα — 双重否定'μὴ οὐχὶ'在此用于否定不定式'εἶναι'。由于主句中的动词'ἀμφισβητεῖ'带有否定的含义('质疑'、'否认'),从属的不定式从句中按规律引入了'μὴ οὐ',从而形成一种强烈的肯定(即快乐的事物确实是快乐的)。
  3. 13bτῷ λόγῳ εἴ τίς σε προσαναγκάζοι — 由连词'εἰ'和希求法动词'προσαναγκάζοι'构成的条件从句。表示现在或未来的一种潜在的假设情况:“如果有人在论证中(通过论证的力量)强迫你”。
  4. 13dὅτι σε μιμούμενος ἐγὼ καὶ ἀμυνόμενος ἐὰν τολμῶ λέγειν — 由'ὅτι'引导的从句。在主语'ἐγὼ'之后,插入了两个伴随状况分词('μιμούμενος'和'ἀμυνόμενος')以及一个带虚拟式的条件从句('ἐὰν τολμῶ')。该'ὅτι'从句的主动词是接下来的'ἕξω'。

引用这一段

柏拉图, 菲力帕斯篇 §13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。