Humanitext Reader

柏拉图 · 菲力帕斯篇 §11-12

快与智慧的对立及快的多样性

第 1 段,共 34 段 · 希腊语

内容简介

苏格拉底和普罗塔科概述了各自关于快乐与智慧何者能使生活幸福的立场,并准备开始讨论。苏格拉底指出快乐是多样化的,可以呈现互不相同的形式。

§11ΣΩ. ὅρα δή, Πρώταρχε, τίνα λόγον μέλλεις παρὰ Φιλήβου δέχεσθαι νυνὶ καὶ πρὸς τίνα τὸν παρʼ ἡμῖν ἀμφισβητεῖν, ἐὰν μή σοι κατὰ νοῦν ᾖ λεγόμενος.
苏:那么你看吧,普罗塔科,你现在将要从菲勒布那里接受什么样的主张,以及如果它说得不合你意,你将要对我们的哪一个主张提出质疑。
βούλει συγκεφαλαιωσώμεθα ἑκάτερον;
你希望我们把这两者各自作个概述吗?
ΠΡΩ. πάνυ μὲν οὖν.
普:当然想。
ΣΩ. Φίληβος μὲν τοίνυν ἀγαθὸν εἶναί φησι τὸ χαίρειν πᾶσι ζῴοις καὶ τὴν ἡδονὴν καὶ τέρψιν, καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου σύμφωνα·
苏:那么,菲勒布是说,对一切生物而言,善是快乐、愉悦、享受,以及凡是与这一类相协调的事物。
τὸ δὲ παρʼ ἡμῶν ἀμφισβήτημά ἐστι μὴ ταῦτα, ἀλλὰ τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ μεμνῆσθαι καὶ τὰ τούτων αὖ συγγενῆ, δόξαν τε ὀρθὴν καὶ ἀληθεῖς λογισμούς, τῆς γε ἡδονῆς ἀμείνω καὶ λῴω γίγνεσθαι σύμπασιν ὅσαπερ αὐτῶν δυνατὰ μεταλαβεῖν· δυνατοῖς δὲ μετασχεῖν ὠφελιμώτατον ἁπάντων εἶναι πᾶσι τοῖς οὖσί τε καὶ ἐσομένοις.
而我们的争论点则不是这些,而是说,明智、思考、记忆以及属于这类的亲族——正确的意见和真实的推理——对于一切能够分享它们的事物来说,都比快乐更好、更可取;而对于能够参与其中的事物,这在所有现在和将来的存在者中,是对所有人最有利的事情。
μῶν οὐχ οὕτω πως λέγομεν, ὦ Φίληβε, ἑκάτεροι;
菲勒布,我们双方不就是大概这样说的吗?
ΦΙ. πάντων μὲν οὖν μάλιστα, ὦ Σώκρατες.
菲:完全是这样,苏格拉底。
ΣΩ. δέχῃ δὴ τοῦτον τὸν νῦν διδόμενον, ὦ Πρώταρχε, λόγον;
苏:那么,普罗塔科,你接受现在交进你手中的这个论证吗?
ΠΡΩ. ἀνάγκη δέχεσθαι·
普:必须接受。
Φίληβος γὰρ ἡμῖν ὁ καλὸς ἀπείρηκεν.
因为我们美丽的菲勒布已经放弃了。
ΣΩ. δεῖ δὴ περὶ αὐτῶν τρόπῳ παντὶ τἀληθές πῃ περανθῆναι;
苏:那么必须通过一切方法以某种方式把关于它们的真相彻底弄明白吗?
ΠΡΩ. δεῖ γὰρ οὖν.
普:确实必须。
ΣΩ. ἴθι δή, πρὸς τούτοις διομολογησώμεθα καὶ τόδε.
苏:那么来吧,在此之外,我们也共同承认这一点。
ΠΡΩ. τὸ ποῖον;
普:哪一点?
ΣΩ. ὡς νῦν ἡμῶν ἑκάτερος ἕξιν ψυχῆς καὶ διάθεσιν ἀποφαίνειν τινὰ ἐπιχειρήσει τὴν δυναμένην ἀνθρώποις πᾶσι τὸν βίον εὐδαίμονα παρέχειν.
苏:即我们双方现在将各自试图指出一种能够为所有人类提供幸福生活的灵魂的状态和配置。
ἆρʼ οὐχ οὕτως;
难道不是这样吗?
ΠΡΩ. οὕτω μὲν οὖν.
普:正是如此。
ΣΩ. οὐκοῦν ὑμεῖς μὲν τὴν τοῦ χαίρειν, ἡμεῖς δʼ αὖ τὴν τοῦ φρονεῖν;
苏:那么你们是展示关于愉悦的状态,而我们则是展示关于明智的状态?
ΠΡΩ. ἔστι ταῦτα.
普:正是这样。
ΣΩ. τί δʼ ἂν ἄλλη τις κρείττων τούτων φανῇ;
苏:但是,如果出现另一种比这两者更好的状态呢?
μῶν οὐκ, ἂν μὲν ἡδονῇ μᾶλλον φαίνηται συγγενής, ἡττώμεθα μὲν ἀμφότεροι τοῦ ταῦτα ἔχοντος βεβαίως βίου, κρατεῖ δὲ ὁ τῆς ἡδονῆς τὸν τῆς φρονήσεως;
难道不是,如果它显得与快乐更亲近,我们双方都输给牢固拥有这些东西的生活,但快乐的生活击败了明智的生活吗?
§12ΠΡΩ. ναί.
普:是的。
ΣΩ. ἂν δέ γε φρονήσει, νικᾷ μὲν φρόνησις τὴν ἡδονήν, ἡ δὲ ἡττᾶται;
苏:但如果与明智更亲近,明智就战胜了快乐,而快乐被击败?
ταῦθʼ οὕτως ὁμολογούμενά φατε, ἢ πῶς;
你们说这些事是如此一致被承认的,还是怎么说?
ΠΡΩ. ἐμοὶ γοῦν δοκεῖ.
普:至少在我看来是这样。
ΣΩ. τί δὲ Φιλήβῳ;
苏:菲勒布呢?
τί φῄς;
你怎么说?
ΦΙ. ἐμοὶ μὲν πάντως νικᾶν ἡδονὴ δοκεῖ καὶ δόξει· σὺ δέ, Πρώταρχε, αὐτὸς γνώσῃ.
菲:在我看来,无论如何快乐都显得战胜了,并且将一直显得战胜;至于你,普罗塔科,你自会作决定。
ΠΡΩ. παραδούς, ὦ Φίληβε, ἡμῖν τὸν λόγον οὐκ ἂν ἔτι κύριος εἴης τῆς πρὸς Σωκράτη ὁμολογίας ἢ καὶ τοὐναντίον.
普:菲勒布,你既然把论证让给了我们,你就不能再做主对苏格拉底是同意还是相反了。
ΦΙ. ἀληθῆ λέγεις·
菲:你说得对。
ἀλλὰ γὰρ ἀφοσιοῦμαι καὶ μαρτύρομαι νῦν αὐτὴν τὴν θεόν.
但我现在要推卸责任,并呼吁女神本人作为见证。
ΠΡΩ. καὶ ἡμεῖς σοι τούτων γε αὐτῶν συμμάρτυρες ἂν εἶμεν, ὡς ταῦτα ἔλεγες ἃ λέγεις.
普:对于这些事情,我们也愿意成为你的共同见证人,见证你确实说过你现在说的这些话。
ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἑξῆς, ὦ Σώκρατες, ὅμως καὶ μετὰ Φιλήβου ἑκόντος ἢ ὅπως ἂν ἐθέλῃ πειρώμεθα περαίνειν.
但是,苏格拉底,无论菲勒布愿意与否,或者无论他想怎样,我们还是试着顺着次序完成接下来的讨论吧。
ΣΩ. πειρατέον, ἀπʼ αὐτῆς δὴ τῆς θεοῦ, ἣν ὅδε Ἀφροδίτην μὲν λέγεσθαί φησι, τὸ δʼ ἀληθέστατον αὐτῆς ὄνομα ἡδονὴν εἶναι.
苏:我们必须尝试,首先从这位女神本人开始,这位朋友说她被称为阿佛洛狄忒,但她最真实的名字是快乐。
ΠΡΩ. ὀρθότατα.
普:非常正确。
ΣΩ. τὸ δʼ ἐμὸν δέος, ὦ Πρώταρχε, ἀεὶ πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατʼ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου.
苏:但是,普罗塔科,我对神明名字的敬畏,向来不是凡人级别的,而是超乎最大的恐惧。
καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δὲ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον, καὶ ὅπερ εἶπον, ἀπʼ ἐκείνης ἡμᾶς ἀρχομένους ἐνθυμεῖσθαι δεῖ καὶ σκοπεῖν ἥντινα φύσιν ἔχει.
现在对于阿佛洛狄忒,只要她高兴,我就怎么称呼她;但对于快乐,我知道它是多样的,正如我所说,我们必须从它开始思考和考察它具有什么样的本性。
ἔστι γάρ, ἀκούειν μὲν οὕτως ἁπλῶς, ἕν τι, μορφὰς δὲ δήπου παντοίας εἴληφε καί τινα τρόπον ἀνομοίους ἀλλήλαις.
因为,如果光是这样简单地听起来,它是某种单一的东西,但它无疑已经呈现出各种各样的形状,并且在某种程度上彼此并不相似。
ἰδὲ γάρ· ἥδεσθαι μέν φαμεν τὸν ἀκολασταίνοντα ἄνθρωπον, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν· ἥδεσθαι δʼ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν, ἥδεσθαι δʼ αὖ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν· καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ ἀνόητος φαίνοιτο ἐνδίκως;
你看:我们说,放荡的人感到快乐,而节制的人也因其节制本身而感到快乐;此外,愚蠢的人,充满了愚蠢的意见和希望,也感到快乐,而明智的人也因其明智本身而感到快乐;如果有人说这些快乐的每一种都彼此相似,他怎能不理所当然地显得愚蠢呢?
ΠΡΩ. εἰσὶ μὲν γὰρ ἀπʼ ἐναντίων, ὦ Σώκρατες, αὗται πραγμάτων, οὐ μὴν αὐταί γε ἀλλήλαις ἐναντίαι.
普:苏格拉底,它们虽然产生于相反的事情,但它们自身彼此并不相反。
πῶς γὰρ ἡδονῇ γε ἡδονὴ οὐχ ὁμοιότατον ἂν εἴη, τοῦτο αὐτὸ ἑαυτῷ, πάντων χρημάτων;
因为,快乐对于快乐,也就是这一事物对于它自身,怎能不是所有事物中最为相似的呢?

词汇与语法注释

  1. 11bγίγνεσθαι — 不定式 `γίγνεσθαι`(以及随后的 `εἶναι`)形成了一个同位语名词性从句,用以解释名词 `ἀμφισβήτημα`(“争论点、主张”)的内容。其逻辑主语是宾格的 `τὸ φρονεῖν καὶ τὸ νοεῖν...`,表示我们的主张即“明智与思考……变得更好”。
  2. 12dαὐτῷ τῷ σωφρονεῖν — 与格 `τῷ σωφρονεῖν`(动词不定式“节制”的名词化)表示手段或原因。与它一致的强意代名词与格 `αὐτῷ` 起到强调作用,意为“因其节制本身”或“凭借其节制本身”。
  3. 12eτοῦτο αὐτὸ ἑαυτῷ — `τοῦτο αὐτό`(这一事物本身,中性单数)是同位语,指代快乐(`ἡδονή`)。`ἑαυτῷ`(其自身)是最高级形容词 `ὁμοιότατον` 所要求的与格,构成了同义反复的强调:“快乐与快乐,即这事物本身与其自身最为相似”。

引用这一段

柏拉图, 菲力帕斯篇 §11-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg010.humanitext-grc2:11-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。