§161εἶναι μὲν δὴ τῷ ἑνὶ οὐχ οἷόν τε, εἴπερ γε μὴ ἔστι, μετέχειν δὲ πολλῶν οὐδὲν κωλύει, ἀλλὰ καὶ ἀνάγκη, εἴπερ τό γε ἓν ἐκεῖνο καὶ μὴ ἄλλο μὴ ἔστιν.
对于一而言,存在确实是不可能的,既然它不存在;但分有许多事物,却没有任何障碍,甚至这是必然的,如果确实是那特定的一个而不是别的东西不存在。
εἰ μέντοι μήτε τὸ ἓν μήτʼ ἐκεῖνο μὴ ἔσται, ἀλλὰ περὶ ἄλλου του ὁ λόγος, οὐδὲ φθέγγεσθαι δεῖ οὐδέν· εἰ δὲ τὸ ἓν ἐκεῖνο καὶ μὴ ἄλλο ὑπόκειται μὴ εἶναι, καὶ τοῦ ἐκείνου καὶ ἄλλων πολλῶν ἀνάγκη αὐτῷ μετεῖναι.
然而,如果既不是一也不是“那个”不存在,而是关于别的什么事物的讨论,那么就不该说任何话;但如果假设是那特定的一个而不是别的东西不存在,它就必然分有“那个”以及许多其他事物。
καὶ πάνυ γε.
完全正确。
καὶ ἀνομοιότης ἄρα ἐστὶν αὐτῷ πρὸς τὰ ἄλλα· τὰ γὰρ ἄλλα τοῦ ἑνὸς ἕτερα ὄντα ἑτεροῖα καὶ εἴη ἄν.
因此,对其他事物的“不相似性”也属于它;因为其他事物既然不同于一,就会是不同种类的。
ναί.
是的。
τὰ δʼ ἑτεροῖα οὐκ ἀλλοῖα;
而不同种类的事物难道不是异质的吗?
πῶς δʼ οὔ;
怎么会不是呢?
τὰ δʼ ἀλλοῖα οὐκ ἀνόμοια;
而异质的事物难道不是不相似的吗?
ἀνόμοια μὲν οὖν.
确实不相似。
οὐκοῦν εἴπερ τῷ ἑνὶ ἀνόμοιά ἐστι, δῆλον ὅτι ἀνομοίῳ τά γε ἀνόμοια ἀνόμοια ἂν εἴη.
因此,如果它们对一是不相似的,显然,不相似的事物对于一个不相似的东西而言,才会是不相似的。
δῆλον.
显然。
εἴη δὴ ἂν καὶ τῷ ἑνὶ ἀνομοιότης, πρὸς ἣν τὰ ἄλλα ἀνόμοια αὐτῷ ἐστιν.
那么一也应当有不相似性,其他事物因之而对它是不相似的。
ἔοικεν.
似乎如此。
εἰ δὲ δὴ τῶν ἄλλων ἀνομοιότης ἔστιν αὐτῷ, ἆρʼ οὐκ ἀνάγκη ἑαυτοῦ ὁμοιότητα αὐτῷ εἶναι;
但是,如果对其他事物的不相似性属于它,它自己对自己的“相似性”难道不是必然属于它吗?
πῶς;
怎么说?
εἰ ἑνὸς ἀνομοιότης ἔστι τῷ ἑνί, οὐκ ἄν που περὶ τοῦ τοιούτου ὁ λόγος εἴη οἵου τοῦ ἑνός, οὐδʼ ἂν ἡ ὑπόθεσις εἴη περὶ ἑνός, ἀλλὰ περὶ ἄλλου ἢ ἑνός.
如果一具有对一自身的不相似性,那么关于它的讨论恐怕就不是关于像一这样的东西,假设也不是关于一,而是关于一以外的别的东西了。
πάνυ γε.
完全如此。
οὐ δεῖ δέ γε.
但不应该这样。
οὐ δῆτα.
绝不应该。
δεῖ ἄρα ὁμοιότητα τῷ ἑνὶ αὐτοῦ ἑαυτῷ εἶναι.
因此,一必须具有它对它自身的相似性。
δεῖ.
必须如此。
καὶ μὴν οὐδʼ αὖ ἴσον γʼ ἐστὶ τοῖς ἄλλοις· εἰ γὰρ εἴη ἴσον, εἴη τε ἂν ἤδη καὶ ὅμοιον ἂν εἴη αὐτοῖς κατὰ τὴν ἰσότητα.
此外,它与其它事物也是不相等的;因为如果相等,它就已经存在了,而且会在相等性上与它们相似。
ταῦτα δʼ ἀμφότερα ἀδύνατα, εἴπερ μὴ ἔστιν ἕν.
但如果一不存在,这两者都是不可能的。
ἀδύνατα.
不可能。
ἐπειδὴ δὲ οὐκ ἔστι τοῖς ἄλλοις ἴσον, ἆρα οὐκ ἀνάγκη καὶ τἆλλα ἐκείνῳ μὴ ἴσα εἶναι;
既然它与其它事物不相等,其他事物与它不相等难道不是必然的吗?
ἀνάγκη.
必然。
τὰ δὲ μὴ ἴσα οὐκ ἄνισα;
而等不相等的事物难道不是不等的吗?
ναί.
是的。
τὰ δὲ ἄνισα οὐ τῷ ἀνίσῳ ἄνισα;
而不等的事物难道不是对不等的东西而言是不等的吗?
πῶς δʼ οὔ;
怎么会不是呢?
καὶ ἀνισότητος δὴ μετέχει τὸ ἕν, πρὸς ἣν τἆλλα αὐτῷ ἐστιν ἄνισα;
那么一也分有了不等性,从而其他事物对它是不等的?
μετέχει.
它分有。
ἀλλὰ μέντοι ἀνισότητός γε ἐστὶ μέγεθός τε καὶ σμικρότης.
但是,不等性的要素是伟大和极小。
ἔστι γάρ.
确实如此。
ἔστιν ἄρα καὶ μέγεθός τε καὶ σμικρότης τῷ τοιούτῳ ἑνί;
那么对于这样的一,难道也有伟大和极小吗?
κινδυνεύει.
似乎如此。
μέγεθος μὴν καὶ σμικρότης ἀεὶ ἀφέστατον ἀλλήλοιν.
然而,伟大和极小总是彼此分离的。
πάνυ γε.
当然。
μεταξὺ ἄρα τι αὐτοῖν ἀεί ἐστιν.
因此,它们之间总有某种中间物。
ἔστιν.
是的。
ἔχεις οὖν τι ἄλλο εἰπεῖν μεταξὺ αὐτοῖν ἢ ἰσότητα;
那么,对于它们之间的中间物,你还能说出除了相等之外的任何东西吗?
οὔκ, ἀλλὰ τοῦτο.
不能,只有这个。
ὅτῳ ἄρα ἔστι μέγεθος καὶ σμικρότης, ἔστι καὶ ἰσότης αὐτῷ μεταξὺ τούτοιν οὖσα.
因此,凡是有伟大和极小的地方,也必然有相等作为它们之间的中间物属于它。
φαίνεται.
显而易见。
τῷ δὴ ἑνὶ μὴ ὄντι, ὡς ἔοικε, καὶ ἰσότητος ἂν μετείη καὶ μεγέθους καὶ σμικρότητος.
那么,对于不存在的一,似乎也应该分有相等、伟大和极小。
ἔοικεν.
似乎如此。
καὶ μὴν καὶ οὐσίας γε δεῖ αὐτὸ μετέχειν πῃ.
而且,它还必须以某种方式分有存在。
πῶς δή;
怎么说?
ἔχειν αὐτὸ δεῖ οὕτως ὡς λέγομεν· εἰ γὰρ μὴ οὕτως ἔχει, οὐκ ἂν ἀληθῆ λέγοιμεν ἡμεῖς λέγοντες τὸ ἓν μὴ εἶναι·
它必须处于我们所说的状态中;因为如果它不处于这种状态,我们说一不存在时就不是在说真话。
εἰ δὲ ἀληθῆ, δῆλον ὅτι ὄντα αὐτὰ λέγομεν.
但如果我们说的是真话,显而易见,我们所说的是存在的事实。
ἢ οὐχ οὕτως;
难道不是这样吗?
οὕτω μὲν οὖν.
完全如此。