§160οὔτʼ ἄρα ὅμοια οὔτʼ ἀνόμοιά ἐστιν οὔτʼ ἀμφότερα τἆλλα.
因此,其它事物既非相似也非不同,也非两者皆是。
ὅμοια μὲν γὰρ ἂν ὄντα ἢ ἀνόμοια ἑνὸς ἂν τοῦ ἑτέρου εἴδους μετέχοι, ἀμφότερα δὲ ὄντα δυοῖν τοῖν ἐναντίοιν· ταῦτα δὲ ἀδύνατον ἐφάνη.
因为如果它们相似或不同,它们就会分有这两种形相中的某一个;如果是两者皆是,它们就会分有这两个相反的形相;但这些已被显明是不可能的。
ἀληθῆ.
真实。
οὐδʼ ἄρα τὰ αὐτὰ οὐδʼ ἕτερα, οὐδὲ κινούμενα οὐδὲ ἑστῶτα, οὐδὲ γιγνόμενα οὐδὲ ἀπολλύμενα, οὐδὲ μείζω οὐδὲ ἐλάττω οὐδὲ ἴσα· οὐδὲ ἄλλο οὐδὲν πέπονθε τῶν τοιούτων·
因此,它们既非相同也非相异,既非运动也非静止,既非产生也非消灭,既非更大、更小也非相等;它们也没有遭受任何其它此类性质。
εἰ γάρ τι τοιοῦτον πεπονθέναι ὑπομένει τὰ ἄλλα, καὶ ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ περιττοῦ καὶ ἀρτίου μεθέξει, ὧν αὐτοῖς ἀδύνατον ἐφάνη μετέχειν τοῦ ἑνός γε πάντῃ πάντως στερομένοις.
因为如果其它事物容忍遭受任何此类性质,它们就将分有一、二、三、奇数和偶数,但已被显明它们是不可能分有这些的,因为它们在一切方面、以一切方式都被剥夺了一。
ἀληθέστατα.
最真实不过。
οὕτω δὴ ἓν εἰ ἔστιν, πάντα τέ ἐστι τὸ ἓν καὶ οὐδὲ ἕν ἐστι καὶ πρὸς ἑαυτὸ καὶ πρὸς τὰ ἄλλα ὡσαύτως.
如此看来,如果一存在,一既是一切事物,又什么都不是,无论对于自身还是对于其它事物都是如此。
παντελῶς μὲν οὖν.
完全如此。
εἶεν· εἰ δὲ δὴ μὴ ἔστι τὸ ἕν, τί χρὴ συμβαίνειν ἆρʼ οὐ σκεπτέον μετὰ τοῦτο;
好,但如果一不存在,接下来我们不是应该考察客观上必然会得出什么结论吗?
σκεπτέον γάρ.
应该考察。
τίς οὖν ἂν εἴη αὕτη ἡ ὑπόθεσις, εἰ ἓν μὴ ἔστιν;
那么,“如果一不存在”这一假设是什么意思呢?
ἆρά τι διαφέρει τῆσδε, εἰ μὴ ἓν μὴ ἔστιν;
它与“如果那不是一的不存在”有什么不同吗?
διαφέρει μέντοι.
确实不同。
διαφέρει μόνον, ἢ καὶ πᾶν τοὐναντίον ἐστὶν εἰπεῖν εἰ μὴ ἓν μὴ ἔστι τοῦ εἰ ἓν μὴ ἔστιν;
仅仅是不同,还是说“如果那不是一的不存在”与“如果一不存在” 完全相反?
πᾶν τοὐναντίον.
完全相反。
τί δʼ εἴ τις λέγοι εἰ μέγεθος μὴ ἔστιν ἢ σμικρότης μὴ ἔστιν ἤ τι ἄλλο τῶν τοιούτων, ἆρα ἐφʼ ἑκάστου ἂν δηλοῖ ὅτι ἕτερόν τι λέγοι τὸ μὴ ὄν;
但如果有人说“如果伟大不存在”或“如果指渺小不存在”或其它任何此类事物不存在,他不是在每种情况下都表明,他所说的那个“不存在”的事物是某种不同的东西吗?
πάνυ γε.
确实如此。
οὐκοῦν καὶ νῦν δηλοῖ ὅτι ἕτερον λέγει τῶν ἄλλων τὸ μὴ ὄν, ὅταν εἴπῃ ἓν εἰ μὴ ἔστι, καὶ ἴσμεν ὃ λέγει;
那么,现在当他说“如果一不存在”时,他不也是表明他所说的那个“不存在”的事物是不同于其它的,并且我们知道他指的是什么吗?
ἴσμεν.
我们知道。
πρῶτον μὲν ἄρα γνωστόν τι λέγει, ἔπειτα ἕτερον τῶν ἄλλων, ὅταν εἴπῃ ἕν, εἴτε τὸ εἶναι αὐτῷ προσθεὶς εἴτε τὸ μὴ εἶναι· οὐδὲν γὰρ ἧττον γιγνώσκεται, τί τὸ λεγόμενον μὴ εἶναι, καὶ ὅτι διάφορον τῶν ἄλλων.
因此,首先,当他说“一”时,无论他是给它加上存在还是不存在,他所说的都是某种已知的事物,其次,是某种不同于其它的事物;因为那个被说成不存在的事物,其所指是什么以及它不同于其它事物,都同样能被理解。
ἢ οὔ;
难道不是吗?
ἀνάγκη.
必然如此。
ὧδε ἄρα λεκτέον ἐξ ἀρχῆς, ἓν εἰ μὴ ἔστι, τί χρὴ εἶναι.
因此,我们必须从头这样说:如果一不存在,它必然是怎样的?
πρῶτον μὲν οὖν αὐτῷ τοῦτο ὑπάρχειν δεῖ, ὡς ἔοικεν, εἶναι αὐτοῦ ἐπιστήμην, ἢ μηδὲ ὅτι λέγεται γιγνώσκεσθαι, ὅταν τις εἴπῃ ἓν εἰ μὴ ἔστιν.
首先,显然它必须具备这一点:对它有知识存在,否则,当有人说“如果一不存在”时,人们甚至无法知道所说的是什么。
ἀληθῆ.
真实。
οὐκοῦν καὶ τὰ ἄλλα ἕτερα αὐτοῦ εἶναι, ἢ μηδὲ ἐκεῖνο ἕτερον τῶν ἄλλων λέγεσθαι;
而且,其它事物也是不同于它的,否则它就不会被说成是不同于其它事物的,不是吗?
πάνυ γε.
确实如此。
καὶ ἑτεροιότης ἄρα ἐστὶν αὐτῷ πρὸς τῇ ἐπιστήμῃ.
因此,除了知识之外,相异性也属于它。
οὐ γὰρ τὴν τῶν ἄλλων ἑτεροιότητα λέγει, ὅταν τὸ ἓν ἕτερον τῶν ἄλλων λέγῃ, ἀλλὰ τὴν ἐκείνου.
因为当有人说一不同于其它事物时,他说的不是其它事物的相异性,而是它自身的相异性。
φαίνεται.
看来是这样。
καὶ μὴν τοῦ γε ἐκείνου καὶ τοῦ τινὸς καὶ τούτου καὶ τούτῳ καὶ τούτων καὶ πάντων τῶν τοιούτων μετέχει τὸ μὴ ὂν ἕν· οὐ γὰρ ἂν τὸ ἓν ἐλέγετο οὐδʼ ἂν τοῦ ἑνὸς ἕτερα, οὐδʼ ἐκείνῳ ἄν τι ἦν οὐδʼ ἐκείνου, οὐδʼ ἄν τι ἐλέγετο, εἰ μήτε τοῦ τινὸς αὐτῷ μετῆν μήτε τῶν ἄλλων τούτων.
而且,那不存在的一确实分有了“那个”、“某个”、“这个”、“给这个”、“这些的”以及所有此类性质;因为如果它既不分有“某个”,也不分有这些其它性质,那么一就不会被说起,不同于一的其它事物也不会被说起,它不会有任何东西属于它,也不会有任何属于它的东西,更不会有任何东西被说起。
ὀρθῶς.
对。