§162ἐπειδὴ δέ φαμεν ἀληθῆ λέγειν, ἀνάγκη ἡμῖν φάναι καὶ ὄντα λέγειν.
然而,既然我们说自己是在说真话,那么对我们而言,声称我们所说的是存在的事实,也是必然的。
ἀνάγκη.
必然。
ἔστιν ἄρα, ὡς ἔοικε, τὸ ἓν οὐκ ὄν· εἰ γὰρ μὴ ἔσται μὴ ὄν, ἀλλά πῃ τοῦ εἶναι ἀνήσει πρὸς τὸ μὴ εἶναι, εὐθὺς ἔσται ὄν.
那么,非存在的一似乎有其存在;因为如果它不再是非存在,而是在某种程度上把存在的成分向非存在妥协,它就立刻会变成存在。
παντάπασι μὲν οὖν.
完全如此。
δεῖ ἄρα αὐτὸ δεσμὸν ἔχειν τοῦ μὴ εἶναι τὸ εἶναι μὴ ὄν, εἰ μέλλει μὴ εἶναι, ὁμοίως ὥσπερ τὸ ὂν τὸ μὴ ὂν ἔχειν μὴ εἶναι, ἵνα τελέως αὖ ᾖ·
因此,如果它要维持其非存在,它就必须把“作为非存在而存在”作为其非存在的纽带,这正如存在者为了完全存在而必须把“作为非存在而存在”不成立作为纽带一样。
οὕτως γὰρ ἂν τό τε ὂν μάλιστʼ ἂν εἴη καὶ τὸ μὴ ὂν οὐκ ἂν εἴη, μετέχοντα τὸ μὲν ὂν οὐσίας τοῦ εἶναι ὄν, μὴ οὐσίας δὲ τοῦ μὴ εἶναι μὴ ὄν, εἰ μέλλει τελέως εἶναι, τὸ δὲ μὴ ὂν μὴ οὐσίας μὲν τοῦ μὴ εἶναι ὄν, οὐσίας δὲ τοῦ εἶναι μὴ ὄν, εἰ καὶ τὸ μὴ ὂν αὖ τελέως μὴ ἔσται.
因为这样一来,存在者最能存在,而非存在者也能最完全地不存在:一方面,如果存在者要完全存在,它就要分有“作为存在者而存在”的实在,以及“作为非存在者而非存在”的非实在;另一方面,如果非存在者要完全不存在,它就要分有“作为存在者而非存在”的非实在,以及“作为非存在者而存在”的实在。
ἀληθέστατα.
最真实不过了。
οὐκοῦν ἐπείπερ τῷ τε ὄντι τοῦ μὴ εἶναι καὶ τῷ μὴ ὄντι τοῦ εἶναι μέτεστι, καὶ τῷ ἑνί, ἐπειδὴ οὐκ ἔστι, τοῦ εἶναι ἀνάγκη μετεῖναι εἰς τὸ μὴ εἶναι.
所以,既然存在者分有非存在,非存在者分有存在,那么一因为不存在,也就必然分有存在,以致于不存在。
ἀνάγκη.
必然。
καὶ οὐσία δὴ φαίνεται τῷ ἑνί, εἰ μὴ ἔστιν.
那么,一即使不存在,实在显然也属于它。
φαίνεται.
显然。
καὶ μὴ οὐσία ἄρα, εἴπερ μὴ ἔστιν.
那么非实在也属于它,既然它不存在。
πῶς δʼ οὔ;
怎么会不呢?
οἷόν τε οὖν τὸ ἔχον πως μὴ ἔχειν οὕτω, μὴ μεταβάλλον ἐκ ταύτης τῆς ἕξεως;
那么,处于某种状态的事物,在不改变这种状态的情况下,有可能不处于这种状态吗?
οὐχ οἷόν τε.
不可能。
πᾶν ἄρα τὸ τοιοῦτον μεταβολὴν σημαίνει, ὃ ἂν οὕτω τε καὶ μὴ οὕτως ἔχῃ.
那么,凡是处于这种状态而又不处于这种状态的事物,都意味着变化。
πῶς δʼ οὔ;
怎么会不呢?
μεταβολὴ δὲ κίνησις· ἢ τί φήσομεν;
而变化就是运动,还是我们要怎么说?
κίνησις.
是运动。
οὐκοῦν τὸ ἓν ὄν τε καὶ οὐκ ὂν ἐφάνη;
那么,一不是表现为既存在又不存在吗?
ναί.
是的。
οὕτως ἄρα καὶ οὐχ οὕτως ἔχον φαίνεται.
那么,它也表现为处于这种状态而又不处于这种状态。
ἔοικεν.
似乎如此。
καὶ κινούμενον ἄρα τὸ οὐκ ὂν ἓν πέφανται, ἐπείπερ καὶ μεταβολὴν ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι ἔχον.
因此,非存在的一也被证明是在运动的,既然它具有从存在到非存在之变化。
κινδυνεύει.
似乎如此。
ἀλλὰ μὴν εἰ μηδαμοῦ γέ ἐστι τῶν ὄντων, ὡς οὐκ ἔστιν εἴπερ μὴ ἔστιν, οὐδʼ ἂν μεθίσταιτό ποθέν ποι.
然而,如果它在存在的事物中无处存在(正如它既然不存在,就确实无处存在一样),它也就不会从某处移动到另一处。
πῶς γάρ;
怎么会呢?
οὐκ ἄρα τῷ γε μεταβαίνειν κινοῖτʼ ἄν.
所以,它不会通过转移位置而运动。
οὐ γάρ.
确实不会。
οὐδὲ μὴν ἐν τῷ αὐτῷ ἂν στρέφοιτο· ταὐτοῦ γὰρ οὐδαμοῦ ἅπτεται.
它也不会在同一地方旋转,因为在任何地方它都不触及同一者。
ὂν γὰρ ἐστὶ τὸ ταὐτόν· τὸ δὲ μὴ ὂν ἔν τῳ τῶν ὄντων ἀδύνατον εἶναι.
因为同一者是存在的事物之一,而非存在者不可能在任何存在的事物之中。
ἀδύνατον γάρ.
确实不可能。
οὐκ ἄρα τὸ ἕν γε μὴ ὂν στρέφεσθαι ἂν δύναιτο ἐν ἐκείνῳ ἐν ᾧ μὴ ἔστιν.
所以,非存在的一不能在它所不在的那个场所旋转。
οὐ γὰρ οὖν.
确实不能。
οὐδὲ μὴν ἀλλοιοῦταί που τὸ ἓν ἑαυτοῦ, οὔτε τὸ ὂν οὔτε τὸ μὴ ὄν· οὐ γὰρ ἂν ἦν ὁ λόγος ἔτι περὶ τοῦ ἑνός, εἴπερ ἠλλοιοῦτο αὐτὸ ἑαυτοῦ, ἀλλὰ περὶ ἄλλου τινός.
此外,无论是一存在还是不存在,它都不会偏离自身而变质;因为如果它偏离自身而变质,那么讨论就不再是关于一,而是关于其他某个东西了。
ὀρθῶς.
正确。
εἰ δὲ μήτʼ ἀλλοιοῦται μήτε ἐν ταὐτῷ στρέφεται μήτε μεταβαίνει, ἆρʼ ἄν πῃ ἔτι κινοῖτο;
但是,如果它既不发生质变,又不在同一地方旋转,也不转移位置,它还怎么可能有任何运动呢?
πῶς γάρ;
怎么会呢?
τό γε μὴν ἀκίνητον ἀνάγκη ἡσυχίαν ἄγειν, τὸ δὲ ἡσυχάζον ἑστάναι.
而凡是不动的,就必然保持静止,而静止的就必然留驻。
ἀνάγκη.
必然。
τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὐκ ὂν ἕστηκέ τε καὶ κινεῖται.
因此,非存在的一似乎既留驻,又在运动。
ἔοικεν.
似乎如此。