Humanitext Reader

柏拉图 · 巴门尼德篇 §159

与一完全分离时其他事物缺乏一切性质

第 30 段,共 36 段 · 希腊语

内容简介

在论证了一以外的其他事物因同时具有界限与无限而既相似又不相似之后,对话转向了另一个推论:若一与其它事物完全分离且无部分,则其它事物根本无法分有一,从而既非一亦非多,不具有任何数目或相似与相异的性质。

§159ᾗ δέ γε πεπερασμένα τε εἶναι καὶ ἄπειρα πέπονθεν, ἐναντία πάθη ἀλλήλοις ὄντα ταῦτα τὰ πάθη πέπονθεν.
但在它们遭受了被界定和无限的这一点上,它们是遭受了这些彼此相反的性质。
ναί.
是的。
τὰ δʼ ἐναντία γε ὡς οἷόν τε ἀνομοιότατα.
而相反的事物是尽可能最不相似的。
τί μήν;
怎么会不呢?
κατὰ μὲν ἄρα ἑκάτερον τὸ πάθος ὅμοια ἂν εἴη αὐτά τε αὑτοῖς καὶ ἀλλήλοις, κατὰ δʼ ἀμφότερα ἀμφοτέρως ἐναντιώτατά τε καὶ ἀνομοιότατα.
因此,根据这两种性质中的任何一种,它们对自身以及对彼此都会是相似的;但根据这两种性质的两个方面,它们将是最相反且最不相似的。
κινδυνεύει.
很有可能。
οὕτω δὴ τὰ ἄλλα αὐτά τε αὑτοῖς καὶ ἀλλήλοις ὅμοιά τε καὶ ἀνόμοια ἂν εἴη.
这样,一以外的其他事物对自身以及对彼此就既是相似的,又是不同(不相似)的。
οὕτως.
正是如此。
καὶ ταὐτὰ δὴ καὶ ἕτερα ἀλλήλων, καὶ κινούμενα καὶ ἑστῶτα, καὶ πάντα τὰ ἐναντία πάθη οὐκέτι χαλεπῶς εὑρήσομεν πεπονθότα τἆλλα τοῦ ἑνός, ἐπείπερ καὶ ταῦτα ἐφάνη πεπονθότα.
而且,我们也将不再困难地发现,一以外的其他事物遭受着彼此相同与相异、运动与静止,以及所有相反的性质,因为这些性质也已被显明是它们所遭受的。
ὀρθῶς λέγεις.
你说得对。
οὐκοῦν, εἰ ταῦτα μὲν ἤδη ἐῷμεν ὡς φανερά, ἐπισκοποῖμεν δὲ πάλιν ἓν εἰ ἔστιν, ἆρα καὶ οὐχ οὕτως ἔχει τὰ ἄλλα τοῦ ἑνὸς ἢ οὕτω μόνον;
那么,如果我们现在把这些作为已经明了的事情放下一旁,重新考察:如果一存在,一以外的其他事物是不是不处于这种状态,还是仅仅处于这种状态?
πάνυ μὲν οὖν.
完全如此。
λέγωμεν δὴ ἐξ ἀρχῆς ἓν εἰ ἔστι, τί χρὴ τὰ ἄλλα τοῦ ἑνὸς πεπονθέναι.
那么让我们从头说起:如果一存在,一以外的其他事物必然遭受什么。
λέγωμεν γάρ.
好的,我们说吧。
ἆρʼ οὖν οὐ χωρὶς μὲν τὸ ἓν τῶν ἄλλων, χωρὶς δὲ τἆλλα τοῦ ἑνὸς εἶναι;
那么,一与其它事物相分离,而其它事物也与一相分离,不是吗?
τί δή;
为什么呢?
ὅτι που οὐκ ἔστι παρὰ ταῦτα ἕτερον, ὃ ἄλλο μέν ἐστι τοῦ ἑνός, ἄλλο δὲ τῶν ἄλλων· πάντα γὰρ εἴρηται, ὅταν ῥηθῇ τό τε ἓν καὶ τἆλλα.
因为想必在这些之外,没有别的事物既不同于一又不同于其它事物;因为当一和其它事物被说出时,一切事物就都被说尽了。
πάντα γάρ.
确实是一切事物。
οὐκ ἄρα ἔτʼ ἔστιν ἕτερον τούτων, ἐν ᾧ τό τε ἓν ἂν εἴη τῷ αὐτῷ καὶ τἆλλα.
因此,再没有别的事物不同于这些,以至于一和其它事物能同时存在于其中。
οὐ γάρ.
确实没有。
οὐδέποτε ἄρα ἐν ταὐτῷ ἐστι τὸ ἓν καὶ τἆλλα.
那么,一和其它事物绝不会在同一个东西之中。
οὐκ ἔοικεν.
看来不是。
χωρὶς ἄρα;
那么,它们是相互分离的吗?
ναί.
是的。
οὐδὲ μὴν μόριά γε ἔχειν φαμὲν τὸ ὡς ἀληθῶς ἕν.
而且,我们说那真实的一是没有部分的。
πῶς γάρ;
怎么会有呢?
οὔτʼ ἄρα ὅλον εἴη ἂν τὸ ἓν ἐν τοῖς ἄλλοις οὔτε μόρια αὐτοῦ, εἰ χωρίς τέ ἐστι τῶν ἄλλων καὶ μόρια μὴ ἔχει.
因此,如果一与其它事物相分离且没有部分,那么一作为整体既不会在其它事物之中,它的部分也不会在其中。
πῶς γάρ;
怎么会在呢?
οὐδενὶ ἄρα τρόπῳ μετέχοι ἂν τἆλλα τοῦ ἑνός, μήτε κατὰ μόριόν τι αὐτοῦ μήτε κατὰ ὅλον μετέχοντα.
因此,其它事物将以任何方式都不分有一,它们既不分有它的一部分,也不作为整体去分有它。
οὐκ ἔοικεν.
看来不是。
οὐδαμῇ ἄρα ἓν τἆλλά ἐστιν, οὐδʼ ἔχει ἐν ἑαυτοῖς ἓν οὐδέν.
因此,其它事物在任何意义上都不是一,它们自身中也没有任何的一。
οὐ γὰρ οὖν.
确实没有。
οὐδʼ ἄρα πολλά ἐστι τἆλλα· ἓν γὰρ ἂν ἦν ἕκαστον αὐτῶν μόριον τοῦ ὅλου, εἰ πολλὰ ἦν· νῦν δὲ οὔτε ἓν οὔτε πολλὰ οὔτε ὅλον οὔτε μόριά ἐστι τἆλλα τοῦ ἑνός, ἐπειδὴ αὐτοῦ οὐδαμῇ μετέχει.
因此,其它事物也不是许多;因为如果它们是许多,它们中的每一个就都将是整体的“一个”部分;但现在,一以外的其他事物既不是一,也不是许多,既不是整体,也没有部分,因为它们根本不分有一。
ὀρθῶς.
对。
οὐδʼ ἄρα δύο οὐδὲ τρία οὔτε αὐτά ἐστι τὰ ἄλλα οὔτε ἔνεστιν ἐν αὐτοῖς, εἴπερ τοῦ ἑνὸς πανταχῇ στέρεται.
因此,如果其它事物彻底被剥夺了一,它们自身既不是二或三,其中也不存在二或三。
οὕτως.
正是如此。
οὐδὲ ὅμοια ἄρα καὶ ἀνόμοια οὔτε αὐτά ἐστι τῷ ἑνὶ τὰ ἄλλα, οὔτε ἔνεστιν ἐν αὐτοῖς ὁμοιότης καὶ ἀνομοιότης· εἰ γὰρ ὅμοια καὶ ἀνόμοια αὐτὰ εἴη ἢ ἔχοι ἐν ἑαυτοῖς ὁμοιότητα καὶ ἀνομοιότητα, δύο που εἴδη ἐναντία ἀλλήλοις ἔχοι ἂν ἐν ἑαυτοῖς τὰ ἄλλα τοῦ ἑνός.
因此,其它事物自身对于一既非相似也非不同,它们自身之中也不存在相似性与不同性;因为如果它们相似且不同,或者在自身中拥有相似性与不同性,那么一以外的其他事物想必就会在自身中拥有两个彼此相反的形相。
φαίνεται.
看来是这样。
ἦν δέ γε ἀδύνατον δυοῖν τινοῖν μετέχειν ἃ μηδʼ ἑνὸς μετέχοι.
但是,对于甚至连一个都不分有的事物来说,要分有任何两个事物,这本是不可能的。
ἀδύνατον.
不可能。

词汇与语法注释

  1. 159aᾗ δέ γε πεπερασμένα τε εἶναι καὶ ἄπειρα πέπονθεν — 关系副词 ᾗ 具有限制性含义,“在……的意义上”或“由于……”。不定式短语 πεπερασμένα τε εἶναι καὶ ἄπειρα 作动词 πέπονθεν 的直接宾语,表示“遭受了被界定与无限的状态”。其未表达的主语是承接前文的“一以外的其他事物”(τὰ ἄλλα)。
  2. 159bοὐκοῦν, εἰ ταῦτα μὲν ἤδη ἐῷμεν ὡς φανερά... — 该句标志着对话的一个重要转折。巴门尼德提议暂时放下迄今为止得出的结论(即若一存在,其他事物便具有一切相反的性质),并在“一存在”的相同假设之下,通过引入“一与他者的绝对分离”这一前提,重新考察是否会得出相反的结论(即其他事物不能具有任何性质)。
  3. 159eἦν δέ γε ἀδύνατον δυοῖν τινοῖν μετέχειν ἃ μηδʼ ἑνὸς μετέχοι. — 过去时 ἦν 是表示重申既定前提的“哲学未完成时”(philosophical imperfect)。在条件性关系从句 ἃ μηδʼ ἑνὸς μετέχοι(使用表示一般情况的希求法)中,μηδέ 意为“甚至连一个都不”。此处的逻辑是,要分有“两个”(或多个)事物,其前提是必须首先分有“一个”。

引用这一段

柏拉图, 巴门尼德篇 §159. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:159

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。