§157ἆρʼ οὖν οὕτω καὶ πρὸς τὰς ἄλλας μεταβολὰς ἔχει, ὅταν ἐκ τοῦ εἶναι εἰς τὸ ἀπόλλυσθαι μεταβάλλῃ ἢ ἐκ τοῦ μὴ εἶναι εἰς τὸ γίγνεσθαι, μεταξύ τινων τότε γίγνεται κινήσεών τε καὶ στάσεων, καὶ οὔτε ἔστι τότε οὔτε οὐκ ἔστι, οὔτε γίγνεται οὔτε ἀπόλλυται;
那么,对于其他的变化是不是也同样如此? 当它从存在向消灭变化,或者从不存在向生成变化时,那时它是否处于某种运动和静止之间,那时它既不存在也不不存在,既不生成也不消灭?
ἔοικε γοῦν.
至少看来是这样。
κατὰ δὴ τὸν αὐτὸν λόγον καὶ ἐξ ἑνὸς ἐπὶ πολλὰ ἰὸν καὶ ἐκ πολλῶν ἐφʼ ἓν οὔτε ἕν ἐστιν οὔτε πολλά, οὔτε διακρίνεται οὔτε συγκρίνεται.
根据同样的道理,当它从一向多走去,以及从多向一走去时,它既不是一也不是多,既不被分离也不被结合。
καὶ ἐξ ὁμοίου ἐπὶ ἀνόμοιον καὶ ἐξ ἀνομοίου ἐπὶ ὅμοιον ἰὸν οὔτε ὅμοιον οὔτε ἀνόμοιον, οὔτε ὁμοιούμενον οὔτε ἀνομοιούμενον· καὶ ἐκ σμικροῦ ἐπὶ μέγα καὶ ἐπὶ ἴσον καὶ εἰς τὰ ἐναντία ἰὸν οὔτε σμικρὸν οὔτε μέγα οὔτε ἴσον, οὔτε αὐξανόμενον οὔτε φθῖνον οὔτε ἰσούμενον εἴη ἄν.
当它从相似向不相似、以及从不相似向相似走去时,它既不是相似也不是不相似,既不变得相似也不变得不相似;并且当它从微小向伟大、向相等以及向其相反方向走去时,它既不会是微小、伟大或相等,也不会是正在增加、正在减少或正在相等化。
οὐκ ἔοικε.
看来不象。
ταῦτα δὴ τὰ παθήματα πάντʼ ἂν πάσχοι τὸ ἕν, εἰ ἔστιν.
如果一存在,它确实会遭受所有这些状态。
πῶς δʼ οὔ;
怎么会不呢?
τί δὲ τοῖς ἄλλοις προσήκοι ἂν πάσχειν, ἓν εἰ ἔστιν, ἆρα οὐ σκεπτέον;
但是,如果一存在,其他事物应当遭受什么,难道我们不应该考察吗?
σκεπτέον.
应该考察。
λέγωμεν δή, ἓν εἰ ἔστι, τἆλλα τοῦ ἑνὸς τί χρὴ πεπονθέναι;
那么我们且说,如果一存在,一以外的其他事物必须处于什么状态?
λέγωμεν.
我们且说。
οὐκοῦν ἐπείπερ ἄλλα τοῦ ἑνός ἐστιν, οὔτε τὸ ἕν ἐστι τἆλλα· οὐ γὰρ ἂν ἄλλα τοῦ ἑνὸς ἦν.
那么,既然它们是一以外的其他事物,其他事物就不是一;因为否则它们就不会是一以外的其他事物了。
ὀρθῶς.
正确。
οὐδὲ μὴν στέρεταί γε παντάπασι τοῦ ἑνὸς τἆλλα, ἀλλὰ μετέχει πῃ.
然而,其他事物也并非完全被剥夺了一,而是以某种方式分有着它。
πῇ δή;
以什么方式呢?
ὅτι που τὰ ἄλλα τοῦ ἑνὸς μόρια ἔχοντα ἄλλα ἐστίν· εἰ γὰρ μόρια μὴ ἔχοι, παντελῶς ἂν ἓν εἴη.
因为一以外的其他事物想必是通过拥有部分而是其他事物的;因为如果它们没有部分,它们就将完全是一。
ὀρθῶς.
正确。
μόρια δέ γε, φαμέν, τούτου ἐστὶν ὃ ἂν ὅλον ᾖ.
但是我们说,部分是属于那作为整体之物的。
φαμὲν γάρ.
我们确实这样说。
ἀλλὰ μὴν τό γε ὅλον ἓν ἐκ πολλῶν ἀνάγκη εἶναι, οὗ ἔσται μόρια τὰ μόρια· ἕκαστον γὰρ τῶν μορίων οὐ πολλῶν μόριον χρὴ εἶναι, ἀλλὰ ὅλου.
但是,整体必然是由许多事物组成的一个,诸部分就是它的部分;因为诸部分中的每一个不应当是许多事物的部分,而应当是整体的部分。
πῶς τοῦτο;
这是怎么回事?
εἴ τι πολλῶν μόριον εἴη, ἐν οἷς αὐτὸ εἴη, ἑαυτοῦ τε δήπου μόριον ἔσται, ὅ ἐστιν ἀδύνατον, καὶ τῶν ἄλλων δὴ ἑνὸς ἑκάστου, εἴπερ καὶ πάντων.
如果某物是许多事物的部分,且它自身也在这些事物之中,那么它想必也会是它自身的部分,而这是不可能的;而且如果它是所有事物的部分,它也会是其余每一个事物的部分。
ἑνὸς γὰρ μὴ ὂν μόριον, πλὴν τούτου τῶν ἄλλων ἔσται, καὶ οὕτως ἑνὸς ἑκάστου οὐκ ἔσται μόριον, μὴ ὂν δὲ μόριον ἑκάστου οὐδενὸς τῶν πολλῶν ἔσται.
因为如果它不是某一个事物的部分,那么除了这一个之外,它将是其他事物的部分,而这样一来,它就不会是每一个事物的部分;既然它不是每一个事物的部分,它就不会是这许多事物中任何一个的部分。
μηδενὸς δὲ ὂν πάντων τούτων τι εἶναι, ὧν οὐδενὸς οὐδέν ἐστι, καὶ μόριον καὶ ἄλλο ὁτιοῦν ἀδύνατον.
但如果它不是其中任何一个的部分,那么,要让这对于它们中的任何一个都什么也不是的某物,成为所有这些事物的部分或任何其他东西,都是不可能的。
φαίνεταί γε δή.
确实显而易见。
οὐκ ἄρα τῶν πολλῶν οὐδὲ πάντων τὸ μόριον μόριον, ἀλλὰ μιᾶς τινὸς ἰδέας καὶ ἑνός τινος ὃ καλοῦμεν ὅλον, ἐξ ἁπάντων ἓν τέλειον γεγονός, τούτου μόριον ἂν τὸ μόριον εἴη.
因此,部分既不是许多事物的部分,也不是所有事物的部分,而是一个单一的形式,以及我们称之为整体的某个一,它是从所有事物中生成的完美的一;部分应当是这个整体的部分。
παντάπασι μὲν οὖν.
完全如此。
εἰ ἄρα τἆλλα μόρια ἔχει, κἂν τοῦ ὅλου τε καὶ ἑνὸς μετέχοι.
那么,如果其他事物拥有部分,它们也将分有整体和一。
πάνυ γε.
完全如此。
ἓν ἄρα ὅλον τέλειον μόρια ἔχον ἀνάγκη εἶναι τἆλλα τοῦ ἑνός.
因此,一以外的其他事物必然是拥有部分的、一个完美的整体。
ἀνάγκη.
必然。