§158καὶ μὴν καὶ περὶ τοῦ μορίου γε ἑκάστου ὁ αὐτὸς λόγος· καὶ γὰρ τοῦτο ἀνάγκη μετέχειν τοῦ ἑνός.
而且,关于每一个部分,同样的道理也适用;因为这部分也必然分有一。
εἰ γὰρ ἕκαστον αὐτῶν μόριόν ἐστι, τό γε ἕκαστον εἶναι ἓν δήπου σημαίνει, ἀφωρισμένον μὲν τῶν ἄλλων, καθʼ αὑτὸ δὲ ὄν, εἴπερ ἕκαστον ἔσται.
因为如果它们中的每一个都是部分,那么“每一个”的存在想必就意味着是一,如果它真的是“每一个”,它就是与其它事物分离的,且是独立的。
ὀρθῶς.
正确。
μετέχοι δέ γε ἂν τοῦ ἑνὸς δῆλον ὅτι ἄλλο ὂν ἢ ἕν· οὐ γὰρ ἂν μετεῖχεν, ἀλλʼ ἦν ἂν αὐτὸ ἕν.
但它显然是作为不同于一的存在来分有一的;因为否则它就不会是分有,而是它自身就是一了。
νῦν δὲ ἑνὶ μὲν εἶναι πλὴν αὐτῷ τῷ ἑνὶ ἀδύνατόν που.
但现在,除了一自身之外,任何别的东西要成为一,想必是不可能的。
ἀδύνατον.
不可能。
μετέχειν δέ γε τοῦ ἑνὸς ἀνάγκη τῷ τε ὅλῳ καὶ τῷ μορίῳ.
然而,整体和部分都必然分有一。
τὸ μὲν γὰρ ἓν ὅλον ἔσται, οὗ μόρια τὰ μόρια· τὸ δʼ αὖ ἕκαστον ἓν μόριον τοῦ ὅλου, ὃ ἂν ᾖ μόριον ὅλου.
因为一方面,一将是整体,诸部分是它的部分;另一方面,每一个将是整体的一个部分,只要它是整体的部分。
οὕτως.
正是如此。
οὐκοῦν ἕτερα ὄντα τοῦ ἑνὸς μεθέξει τὰ μετέχοντα αὐτοῦ;
那么,分有一的事物将作为不同于一的存在而分有它吗?
πῶς δʼ οὔ;
怎么会不呢?
τὰ δʼ ἕτερα τοῦ ἑνὸς πολλά που ἂν εἴη· εἰ γὰρ μήτε ἓν μήτε ἑνὸς πλείω εἴη τἆλλα τοῦ ἑνός, οὐδὲν ἂν εἴη.
而不同于一的事物想必会是许多;因为如果一以外的其他事物既不是一,也不是多于一,它就将什么都不是。
οὐ γὰρ οὖν.
确实不是。
ἐπεὶ δέ γε πλείω ἑνός ἐστι τά τε τοῦ ἑνὸς μορίου καὶ τὰ τοῦ ἑνὸς ὅλου μετέχοντα, οὐκ ἀνάγκη ἤδη πλήθει ἄπειρα εἶναι αὐτά γε ἐκεῖνα τὰ μεταλαμβάνοντα τοῦ ἑνός;
但是,既然分有部分的一和分有整体的一的事物都多于一,那么,那些分有一的事物本身在数量上不是必然已经无限了吗?
πῶς;
怎么说?
ὧδε ἴδωμεν.
让我们这样来看。
ἄλλο τι οὐχ ἓν ὄντα οὐδὲ μετέχοντα τοῦ ἑνὸς τότε, ὅτε μεταλαμβάνει αὐτοῦ, μεταλαμβάνει;
当它们分有一的时候,它们是在它们自身还不是一,也还没有分有一的时候分有它的,不是吗?
δῆλα δή.
显然如此。
οὐκοῦν πλήθη ὄντα, ἐν οἷς τὸ ἓν οὐκ ἔνι;
那么,它们不是在其中没有一存在的许多吗?
πλήθη μέντοι.
确实是许多。
τί οὖν;
那么,又如何呢?
εἰ ἐθέλοιμεν τῇ διανοίᾳ τῶν τοιούτων ἀφελεῖν ὡς οἷοί τέ ἐσμεν ὅτι ὀλίγιστον, οὐκ ἀνάγκη καὶ τὸ ἀφαιρεθὲν ἐκεῖνο, εἴπερ τοῦ ἑνὸς μὴ μετέχοι, πλῆθος εἶναι καὶ οὐχ ἕν;
如果我们希望在思想中,从这类事物中尽可能减去极少的一部分,那么,如果这被减去的部分也不分有一,它不也必然是许多而不是一吗?
ἀνάγκη.
必然。
οὐκοῦν οὕτως ἀεὶ σκοποῦντες αὐτὴν καθʼ αὑτὴν τὴν ἑτέραν φύσιν τοῦ εἴδους ὅσον ἂν αὐτῆς ἀεὶ ὁρῶμεν ἄπειρον ἔσται πλήθει;
那么,如果我们总是这样去考察形相那“他者”的本性自身,我们所能见到的它的任何部分,在数量上不都会是无限的吗?
παντάπασι μὲν οὖν.
完全如此。
καὶ μὴν ἐπειδάν γε ἓν ἕκαστον μόριον μόριον γένηται, πέρας ἤδη ἔχει πρὸς ἄλληλα καὶ πρὸς τὸ ὅλον, καὶ τὸ ὅλον πρὸς τὰ μόρια.
而且,一旦每一个部分成为一个部分,它们就彼此之间以及对于整体已经有了界限,整体对于部分也是如此。
κομιδῇ μὲν οὖν.
非常正确。
τοῖς ἄλλοις δὴ τοῦ ἑνὸς συμβαίνει ἐκ μὲν τοῦ ἑνὸς καὶ ἐξ ἑαυτῶν κοινωνησάντων, ὡς ἔοικεν, ἕτερόν τι γίγνεσθαι ἐν ἑαυτοῖς, ὃ δὴ πέρας παρέσχε πρὸς ἄλληλα· ἡ δʼ ἑαυτῶν φύσις καθʼ ἑαυτὰ ἀπειρίαν.
因此,对于一以外的其他事物,由于一与它们自身的结合,正如所显现的那样,它们自身中似乎产生了一些别的东西,这东西就在彼此之间提供了界限;而它们自身的本性,就其自身而言,则提供了无限。
φαίνεται.
看来是这样。
οὕτω δὴ τὰ ἄλλα τοῦ ἑνὸς καὶ ὅλα καὶ κατὰ μόρια ἄπειρά τέ ἐστι καὶ πέρατος μετέχει.
这样,一以外的其他事物,无论作为整体还是作为部分,既是无限的,又分有着界限。
πάνυ γε.
完全如此。
οὐκοῦν καὶ ὅμοιά τε καὶ ἀνόμοια ἀλλήλοις τε καὶ ἑαυτοῖς;
那么,它们对彼此以及对自身,不也是既相似又不同吗?
πῇ δή;
以什么方式呢?
ἧι μέν που ἄπειρά ἐστι κατὰ τὴν ἑαυτῶν φύσιν πάντα, ταὐτὸν πεπονθότα ἂν εἴη ταύτῃ.
因为想必在所有事物根据其自身本性都是无限的这一点上,它们在这一方面就会遭受同样的状态。
πάνυ γε.
完全如此。
καὶ μὴν ᾗ γε ἅπαντα πέρατος μετέχει, καὶ ταύτῃ πάντʼ ἂν εἴη ταὐτὸν πεπονθότα.
而且,在所有事物都分有界限的这一点上,它们在这一方面也都会遭受同样的状态。
πῶς δʼ οὔ;
怎么会不呢?