§156ὀρθῶς.
正确。
οὐκοῦν ἔστι καὶ οὗτος χρόνος, ὅτε μεταλαμβάνει τοῦ εἶναι καὶ ὅτε ἀπαλλάττεται αὐτοῦ;
那么,不是也同样存在着这样一个时间,即它分有存在的时间,以及它脱离存在的时间吗?
ἢ πῶς οἷόν τε ἔσται τοτὲ μὲν ἔχειν τὸ αὐτό, τοτὲ δὲ μὴ ἔχειν, ἐὰν μή ποτε καὶ λαμβάνῃ αὐτὸ καὶ ἀφίῃ;
或者,如果它不在某个时刻既获得又放弃,那么它怎么可能在某一时刻拥有同一事物,而在另一时刻不拥有呢?
οὐδαμῶς.
绝不可能。
τὸ δὴ οὐσίας μεταλαμβάνειν ἆρά γε οὐ γίγνεσθαι καλεῖς;
那么,分有实在,你难道不称之为“生成”吗?
ἔγωγε.
我确实这样称呼。
τὸ δὲ ἀπαλλάττεσθαι οὐσίας ἆρα οὐκ ἀπόλλυσθαι;
而脱离实在,难道不称之为“消灭”吗?
καὶ πάνυ γε.
确实完全如此。
τὸ ἓν δή, ὡς ἔοικε, λαμβάνον τε καὶ ἀφιὲν οὐσίαν γίγνεταί τε καὶ ἀπόλλυται.
因此,一看来是通过获得和放弃实在,而生成并消灭。
ἀνάγκη.
必然。
ἓν δὲ καὶ πολλὰ ὂν καὶ γιγνόμενον καὶ ἀπολλύμενον ἆρʼ οὐχ, ὅταν μὲν γίγνηται ἕν, τὸ πολλὰ εἶναι ἀπόλλυται, ὅταν δὲ πολλά, τὸ ἓν εἶναι ἀπόλλυται;
既然它既是一又是多,且生成并消灭,那么当它变成一时,那“是多”不就消灭了,而当它变成多时,那“是一”不就消灭了吗?
πάνυ γε.
完全如此。
ἓν δὲ γιγνόμενον καὶ πολλὰ ἆρʼ οὐκ ἀνάγκη διακρίνεσθαί τε καὶ συγκρίνεσθαι;
而当它变成一和多时,难道不是必然要进行分离和结合吗?
πολλή γε.
极其必然。
καὶ μὴν ἀνόμοιόν γε καὶ ὅμοιον ὅταν γίγνηται, ὁμοιοῦσθαί τε καὶ ἀνομοιοῦσθαι;
进一步说,当它变得不相似和相似时,难道不是变得相似和不相似吗?
ναί.
是的。
καὶ ὅταν μεῖζον καὶ ἔλαττον καὶ ἴσον, αὐξάνεσθαί τε καὶ φθίνειν καὶ ἰσοῦσθαι;
而当它变得更大、更小、以及相等时,难道不是在增加、减少和相等化吗?
οὕτως.
正是这样。
ὅταν δὲ κινούμενόν τε ἵστηται καὶ ὅταν ἑστὸς ἐπὶ τὸ κινεῖσθαι μεταβάλλῃ, δεῖ δήπου αὐτό γε μηδʼ ἐν ἑνὶ χρόνῳ εἶναι.
但是, 当它在运动时停止下来,以及当它在静止时转向运动而变化时,想必它本身绝对不可能在任何一个时间中存在。
πῶς δή;
这怎么说?
ἑστός τε πρότερον ὕστερον κινεῖσθαι καὶ πρότερον κινούμενον ὕστερον ἑστάναι, ἄνευ μὲν τοῦ μεταβάλλειν οὐχ οἷόν τε ἔσται ταῦτα πάσχειν.
因为,先前静止的事物其后运动,以及先前运动的事物其后静止,若不经历变化,是不可能遭受这些状态的。
πῶς γάρ;
确实,怎么可能呢?
χρόνος δέ γε οὐδεὶς ἔστιν, ἐν ᾧ τι οἷόν τε ἅμα μήτε κινεῖσθαι μήτε ἑστάναι.
但是,并不存在任何一个时间,在其中某物可以同时既不运动也不静止。
οὐ γὰρ οὖν.
确实没有。
ἀλλʼ οὐδὲ μὴν μεταβάλλει ἄνευ τοῦ μεταβάλλειν.
但是,它也绝不可能在不发生变化的情况下进行变化。
οὐκ εἰκός.
这不合情理。
πότʼ οὖν μεταβάλλει;
那么,它何时变化呢?
οὔτε γὰρ ἑστὸς ὂν οὔτε κινούμενον μεταβάλλει, οὔτε ἐν χρόνῳ ὄν.
因为当它静止时它不变化,运动时它也不变化,当它在时间之中时它也不变化。
οὐ γὰρ οὖν.
确实如此。
ἆρʼ οὖν ἔστι τὸ ἄτοπον τοῦτο, ἐν ᾧ τότʼ ἂν εἴη, ὅτε μεταβάλλει;
那么,是否存在着这个“奇妙之物”,当它发生变化时,它就在其中?
τὸ ποῖον δή;
那是什么样的东西呢?
τὸ ἐξαίφνης.
“突然”。
τὸ γὰρ ἐξαίφνης τοιόνδε τι ἔοικε σημαίνειν, ὡς ἐξ ἐκείνου μεταβάλλον εἰς ἑκάτερον.
因为“突然”似乎意味着这样一种事物:从它那里向两个方向中的任意一个发生变化。
οὐ γὰρ ἔκ γε τοῦ ἑστάναι ἑστῶτος ἔτι μεταβάλλει, οὐδʼ ἐκ τῆς κινήσεως κινουμένης ἔτι μεταβάλλει· ἀλλὰ ἡ ἐξαίφνης αὕτη φύσις ἄτοπός τις ἐγκάθηται μεταξὺ τῆς κινήσεώς τε καὶ στάσεως, ἐν χρόνῳ οὐδενὶ οὖσα, καὶ εἰς ταύτην δὴ καὶ ἐκ ταύτης τό τε κινούμενον μεταβάλλει ἐπὶ τὸ ἑστάναι καὶ τὸ ἑστὸς ἐπὶ τὸ κινεῖσθαι.
因为在静止仍是静止的时候,它不会从静止中变化,在运动仍是运动的时候,也不会从运动中变化;相反,这种“突然”的本性是居于运动和静止之间的一种奇妙之物,它不存在于任何时间之中,而运动着的事物正是向着这个、并且从这个出发变化为静止,静止着的事物也是向着这个、并且从这个出发变化为运动。
κινδυνεύει.
看来是这样。
καὶ τὸ ἓν δή, εἴπερ ἕστηκέ τε καὶ κινεῖται, μεταβάλλοι ἂν ἐφʼ ἑκάτερα—μόνως γὰρ ἂν οὕτως ἀμφότερα ποιοῖ—μεταβάλλον δʼ ἐξαίφνης μεταβάλλει, καὶ ὅτε μεταβάλλει, ἐν οὐδενὶ χρόνῳ ἂν εἴη, οὐδὲ κινοῖτʼ ἂν τότε, οὐδʼ ἂν σταίη.
那么,一如果既静止又运动,就会向两个方向变化——因为只有这样,它才能兼具两者——而在发生变化时,它是突然变化的;当它变化时,它将不在任何时间之中,那时它既不运动,也不静止。
οὐ γάρ.
确实如此。