§155τὸ μὲν νεώτερον ἄρα γεγονὸς πρεσβύτερον γίγνεται πρὸς τὸ πρότερον γεγονός τε καὶ πρεσβύτερον ὄν, ἔστι δὲ οὐδέποτε πρεσβύτερον, ἀλλὰ γίγνεται ἀεὶ ἐκείνου πρεσβύτερον· ἐκεῖνο μὲν γὰρ ἐπὶ τὸ νεώτερον ἐπιδίδωσιν, τὸ δʼ ἐπὶ τὸ πρεσβύτερον.
因此,那生成得较晚(较年轻)的,相对于那较早生成且已较年老的存在,正在变得更年老;但它绝不是已经更年老,而是总是相对于它而正在变得更年老;因为后者向着较年轻的方向发展,而前者则向着较年老的方向发展。
τὸ δʼ αὖ πρεσβύτερον τοῦ νεωτέρου νεώτερον γίγνεται ὡσαύτως.
反过来,那较年老的对于较年轻的,也同样正在变得更年轻。
ἰόντε γὰρ αὐτοῖν εἰς τὸ ἐναντίον τὸ ἐναντίον ἀλλήλοιν γίγνεσθον, τὸ μὲν νεώτερον πρεσβύτερον τοῦ πρεσβυτέρου, τὸ δὲ πρεσβύτερον νεώτερον τοῦ νεωτέρου·
因为当两者向着相反的方向移动时,它们便在彼此之间变得相反:较年轻的变得比较年老的更年老,而较年老的变得比较年轻的更年轻;但它们不可能已经完全变成了那样。
γενέσθαι δὲ οὐκ ἂν οἵω τε εἴτην. εἰ γὰρ γένοιντο, οὐκ ἂν ἔτι γίγνοιντο, ἀλλʼ εἶεν ἄν.
因为如果它们已经变成了那样,它们就不再是在变化过程中,而是已经处于那种状态了。
νῦν δὲ γίγνονται μὲν πρεσβύτερα ἀλλήλων καὶ νεώτερα· τὸ μὲν ἓν τῶν ἄλλων νεώτερον γίγνεται, ὅτι πρεσβύτερον ἐφάνη ὂν καὶ πρότερον γεγονός, τὰ δὲ ἄλλα τοῦ ἑνὸς πρεσβύτερα, ὅτι ὕστερα γέγονε.
但实际上,它们正在变得比彼此更年老和更年轻:一确实变得比其他事物更年轻,因为它被显明是较年老且较早生成的,而其他事物则变得比一更年老,因为它们较晚生成。
κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τἆλλα οὕτω πρὸς τὸ ἓν ἴσχει, ἐπειδήπερ αὐτοῦ πρεσβύτερα ἐφάνη καὶ πρότερα γεγονότα.
而根据同一论证,其他事物也对一保持如此的关系,因为它们也被显明比一更年老且较早生成。
φαίνεται γὰρ οὖν οὕτως.
确实显明是这样。
οὐκοῦν ᾗ μὲν οὐδὲν ἕτερον ἑτέρου πρεσβύτερον γίγνεται οὐδὲ νεώτερον, κατὰ τὸ ἴσῳ ἀριθμῷ ἀλλήλων ἀεὶ διαφέρειν, οὔτε τὸ ἓν τῶν ἄλλων πρεσβύτερον γίγνοιτʼ ἂν οὐδὲ νεώτερον, οὔτε τἆλλα τοῦ ἑνός· ᾗ δὲ ἄλλῳ ἀεὶ μορίῳ διαφέρειν ἀνάγκη τὰ πρότερα τῶν ὑστέρων γενόμενα καὶ τὰ ὕστερα τῶν προτέρων, ταύτῃ δὴ ἀνάγκη πρεσβύτερά τε καὶ νεώτερα ἀλλήλων γίγνεσθαι τά τε ἄλλα τοῦ ἑνὸς καὶ τὸ ἓν τῶν ἄλλων;
因此,在“一个事物并不比另一个事物变得更年老或更年轻”(由于它们之间总是保持相等数量的差距)这一点上,一既不会比其他事物变得更年老或更年轻,其他事物也不会比一变得如此;但在“较早生成的事物与较晚生成的事物之间,以及较晚生成的事物与较早生成的事物之间,必然总是以不同的比例产生差距”这一点上,难道不是必然有:其他事物与一、以及一与其他事物,彼此变得更年老和更年轻吗?
πάνυ μὲν οὖν.
完全如此。
κατὰ δὴ πάντα ταῦτα τὸ ἓν αὐτό τε αὑτοῦ καὶ τῶν ἄλλων πρεσβύτερον καὶ νεώτερον ἔστι τε καὶ γίγνεται, καὶ οὔτε πρεσβύτερον οὔτε νεώτερον οὔτʼ ἔστιν οὔτε γίγνεται οὔτε αὑτοῦ οὔτε τῶν ἄλλων.
因此,根据所有这些,一无论是对自己还是对其他事物,既是且变得更年老和更年轻,又既不是且不变得更年老和更年轻。
παντελῶς μὲν οὖν.
确实完全如此。
ἐπειδὴ δὲ χρόνου μετέχει τὸ ἓν καὶ τοῦ πρεσβύτερόν τε καὶ νεώτερον γίγνεσθαι, ἆρʼ οὐκ ἀνάγκη καὶ τοῦ ποτὲ μετέχειν καὶ τοῦ ἔπειτα καὶ τοῦ νῦν, εἴπερ χρόνου μετέχει;
既然一分有时间,且分有变得更年老和更年轻,那么如果它确实分有时间,难道它不是也必然分有“曾几何时”、“此后”以及“现在”吗?
ἀνάγκη.
必然如此。
ἦν ἄρα τὸ ἓν καὶ ἔστι καὶ ἔσται καὶ ἐγίγνετο καὶ γίγνεται καὶ γενήσεται.
因此,一曾是、现在是、且将是,以及曾变得、正在变得、且将变得。
τί μήν;
当然如此。
καὶ εἴη ἄν τι ἐκείνῳ καὶ ἐκείνου, καὶ ἦν καὶ ἔστιν καὶ ἔσται.
而且对它而言会有某种东西存在,且属于它的某种东西存在,并且过去有、现在有、将来也会有。
πάνυ γε.
完全如此。
καὶ ἐπιστήμη δὴ εἴη ἂν αὐτοῦ καὶ δόξα καὶ αἴσθησις, εἴπερ καὶ νῦν ἡμεῖς περὶ αὐτοῦ πάντα ταῦτα πράττομεν.
甚至还会有关于它的知识、意见和感觉,如果我们现在自己确实在对它做着这一切的话。
ὀρθῶς λέγεις.
你说得对。
καὶ ὄνομα δὴ καὶ λόγος ἔστιν αὐτῷ, καὶ ὀνομάζεται καὶ λέγεται· καὶ ὅσαπερ καὶ περὶ τὰ ἄλλα τῶν τοιούτων τυγχάνει ὄντα, καὶ περὶ τὸ ἓν ἔστιν.
而且它确实有名称和说明,它被命名且被述说;凡是属于其他这类事物的特征,也同样属于一。
παντελῶς μὲν οὖν ἔχει οὕτως.
确实完全是这样。
ἔτι δὴ τὸ τρίτον λέγωμεν.
让我们再来说第三点。
τὸ ἓν εἰ ἔστιν οἷον διεληλύθαμεν, ἆρʼ οὐκ ἀνάγκη αὐτό, ἕν τε ὂν καὶ πολλὰ καὶ μήτε ἓν μήτε πολλὰ καὶ μετέχον χρόνου, ὅτι μὲν ἔστιν ἕν, οὐσίας μετέχειν ποτέ, ὅτι δʼ οὐκ ἔστι, μὴ μετέχειν αὖ ποτε οὐσίας;
如果一如我们所讨论的那样,那么因为它既是一又是多、既不是一又不是多,且分有时间,难道不是必然:当它是一时,它在某一时刻分有实在,而当它不是一时,它又在另一时刻不分有实在吗?
ἀνάγκη.
必然如此。
ἆρʼ οὖν, ὅτε μετέχει, οἷόν τε ἔσται τότε μὴ μετέχειν, ἢ ὅτε μὴ μετέχει, μετέχειν;
那么,在它分有的时候,它在那时有可能不分有吗? 或者在它不分有的时候,它有可能分有吗?
οὐχ οἷόν τε.
不可能。
ἐν ἄλλῳ ἄρα χρόνῳ μετέχει καὶ ἐν ἄλλῳ οὐ μετέχει· οὕτω γὰρ ἂν μόνως τοῦ αὐτοῦ μετέχοι τε καὶ οὐ μετέχοι.
因此,它在某一时间分有,而在另一时间不分有;因为只有这样,它才能对同一事物既分有又不分有。