§154πᾶσιν ἄρα τοῖς ἄλλοις τὴν αὐτὴν ἡλικίαν ἴσχει τὸ ἕν· ὥστʼ εἰ μὴ παρὰ φύσιν πέφυκεν αὐτὸ τὸ ἕν, οὔτε πρότερον οὔτε ὕστερον τῶν ἄλλων γεγονὸς ἂν εἴη, ἀλλʼ ἅμα.
因此,一与所有其他事物拥有相同的年龄;所以,如果一自身天生不是违反天性的,那么它就既不比其他事物更早,也不比它们更晚生成,而是同时生成。
καὶ κατὰ τοῦτον τὸν λόγον τὸ ἓν τῶν ἄλλων οὔτε πρεσβύτερον οὔτε νεώτερον ἂν εἴη, οὐδὲ τἆλλα τοῦ ἑνός· κατὰ δὲ τὸν πρόσθεν πρεσβύτερόν τε καὶ νεώτερον, καὶ τἆλλα ἐκείνου ὡσαύτως.
而根据这一论证,一既不比其他事物更年老,也不比它们更年轻,其他事物对一也是如此;但根据先前的论证,它既较年老又较年轻,其他事物对它也是如此。
πάνυ μὲν οὖν.
完全是这样。
ἔστι μὲν δὴ οὕτως ἔχον τε καὶ γεγονός.
它确实是这样存在且已经如此生成的。
ἀλλὰ τί αὖ περὶ τοῦ γίγνεσθαι αὐτὸ πρεσβύτερόν τε καὶ νεώτερον τῶν ἄλλων καὶ τἆλλα τοῦ ἑνός, καὶ μήτε νεώτερον μήτε πρεσβύτερον γίγνεσθαι;
但是,关于它自身变得比其他事物更年老或更年轻、以及其他事物对一变得如此,还有既不变得更年轻也不变得更年老,这又如何呢?
ἆρα ὥσπερ περὶ τοῦ εἶναι, οὕτω καὶ περὶ τοῦ γίγνεσθαι ἔχει, ἢ ἑτέρως;
在“生成”的情形中,是否也像在“存在”的情形中一样,还是有所不同?
οὐκ ἔχω λέγειν.
我不知道该怎么说。
ἀλλʼ ἐγὼ τοσόνδε γε· εἰ καὶ ἔστιν πρεσβύτερον ἕτερον ἑτέρου, γίγνεσθαί γε αὐτὸ πρεσβύτερον ἔτι ἢ ὡς τὸ πρῶτον εὐθὺς γενόμενον διήνεγκε τῇ ἡλικίᾳ οὐκ ἂν ἔτι δύναιτο, οὐδʼ αὖ τὸ νεώτερον ὂν ἔτι νεώτερον γίγνεσθαι· ἀνίσοις γὰρ ἴσα προστιθέμενα, χρόνῳ τε καὶ ἄλλῳ ὁτῳοῦν, ἴσῳ ποιεῖ διαφέρειν ἀεὶ ὅσῳπερ ἂν τὸ πρῶτον διενέγκῃ.
但我至少可以这样说:即使一个事物比另一个事物更年老,它也绝不可能比它们最初一生成时在年龄上所具有的差距变得更加年老,较年轻的也同样不能变得更加年轻;因为在不相等的事物上加上相等的量,无论是时间还是任何其他东西,都会使它们总是保持与最初开始时同样的差距。
πῶς γὰρ οὔ;
当然是这样。
οὐκ ἄρα τό γε ὂν τοῦ ὄντος γίγνοιτʼ ἄν ποτε πρεσβύτερον οὐδὲ νεώτερον, εἴπερ ἴσῳ διαφέρει ἀεὶ τὴν ἡλικίαν· ἀλλʼ ἔστι καὶ γέγονε πρεσβύτερον, τὸ δὲ νεώτερον, γίγνεται δʼ οὔ.
因此,存在着的东西绝不会比另一个存在着的东西变得更年老或更年轻,如果它们在年龄上总是保持相等的差距的话;相反,它现在是且已经是较年老的,而另一个则是较年轻的,但它并不正在变得如此。
ἀληθῆ.
确实如此。
καὶ τὸ ἓν ἄρα ὂν τῶν ἄλλων ὄντων οὔτε πρεσβύτερόν ποτε οὔτε νεώτερον γίγνεται.
因此,作为存在的一,也绝不会变得比其他存在着的事物更年老或更年轻。
οὐ γὰρ οὖν.
确实不会。
ὅρα δὲ εἰ τῇδε πρεσβύτερα καὶ νεώτερα γίγνεται.
但是,看看它们是否通过以下方式变得更年老和更年轻。
πῇ δή;
是哪种方式?
ἧι τό τε ἓν τῶν ἄλλων ἐφάνη πρεσβύτερον καὶ τἆλλα τοῦ ἑνός.
正是通过“一被显明比其他事物更年老、而其他事物也被显明比一更年老”这一方式。
τί οὖν;
那又如何呢?
ὅταν τὸ ἓν τῶν ἄλλων πρεσβύτερον ᾖ, πλείω που χρόνον γέγονεν ἢ τὰ ἄλλα.
当一比其他事物更年老时,我想它比其他事物生成的时间更长。
ναί.
是的。
πάλιν δὴ σκόπει· ἐὰν πλέονι καὶ ἐλάττονι χρόνῳ προστιθῶμεν τὸν ἴσον χρόνον, ἆρα τῷ ἴσῳ μορίῳ διοίσει τὸ πλέον τοῦ ἐλάττονος ἢ σμικροτέρῳ;
再思考一下:如果我们把相等的时间加在较长和较短的时间上,那么较长的时间与较短的时间相比,是以相等的比例还是以较小的比例产生差距?
σμικροτέρῳ.
以较小的比例。
οὐκ ἄρα ἔσται, ὅτιπερ τὸ πρῶτον ἦν πρὸς τἆλλα ἡλικίᾳ διαφέρον τὸ ἕν, τοῦτο καὶ εἰς τὸ ἔπειτα, ἀλλὰ ἴσον λαμβάνον χρόνον τοῖς ἄλλοις ἔλαττον ἀεὶ τῇ ἡλικίᾳ διοίσει αὐτῶν ἢ πρότερον·
因此,一最初与其它事物在年龄上的差距,以后不会保持不变,而是由于它与其它事物获得了相等的时间,它与它们在年龄上的差距将总是比以前更小。
ἢ οὔ;
难道不是吗?
ναί.
是的。
οὐκοῦν τό γε ἔλαττον διαφέρον ἡλικίᾳ πρός τι ἢ πρότερον νεώτερον γίγνοιτʼ ἂν ἢ ἐν τῷ πρόσθεν πρὸς ἐκεῖνα πρὸς ἃ ἦν πρεσβύτερον πρότερον;
那么,一个与某事物在年龄上的差距比以前更小的事物,与它以前比之更年老的那些事物相比,难道不是正在变得比以前更年轻吗?
νεώτερον.
正在变得更年轻。
εἰ δὲ ἐκεῖνο νεώτερον, οὐκ ἐκεῖνα αὖ τὰ ἄλλα πρὸς τὸ ἓν πρεσβύτερα ἢ πρότερον;
而如果那个事物变得更年轻,那么相反地,其他那些事物与一相比,难道不就正在变得比以前更年老吗?
πάνυ γε.
完全如此。