§153οὐκ ἔχω λέγειν.
οὐκ ἔχω λέγειν. “我不知道该怎么说。
τόδε γε μὴν ἔχεις λέγειν, ὅτι τὰ ἄλλα τοῦ ἑνός, εἴπερ ἕτερά ἐστιν, ἀλλὰ μὴ ἕτερον, πλείω ἐστὶν ἑνός·
” “但你至少可以这样说,即其他事物,如果它们是‘其他事物(复数)’而不是‘另一个事物(单数)’,就多于一。
ἕτερον μὲν γὰρ ὂν ἓν ἂν ἦν, ἕτερα δὲ ὄντα πλείω ἑνός ἐστι καὶ πλῆθος ἂν ἔχοι.
因为如果是‘另一个事物’,就会是一,但既然是‘其他事物’,就多于一,且具有复数性。
ἔχοι γὰρ ἄν.
” “确实如此。
πλῆθος δὲ ὂν ἀριθμοῦ πλείονος ἂν μετέχοι ἢ τοῦ ἑνός.
” “而作为复数,它们就会分有比一更大的数目。
πῶς δʼ οὔ;
” “怎么会不呢?
τί οὖν;
” “那么如何?
ἀριθμοῦ φήσομεν τὰ πλείω γίγνεσθαί τε καὶ γεγονέναι πρότερον, ἢ τὰ ἐλάττω;
关于数目,我们要说较多的在先生成且已经生成,还是较少的?
τὰ ἐλάττω.
” “较少的。
τὸ ὀλίγιστον ἄρα πρῶτον· τοῦτο δʼ ἔστι τὸ ἕν.
” “因此,最少的是最早的,而这就是一。
ἦ γάρ;
难道不是吗?
ναί.
” “是的。
πάντων ἄρα τὸ ἓν πρῶτον γέγονε τῶν ἀριθμὸν ἐχόντων·
” “因此,在所有具有数目的事物中,一是最先生成的。
ἔχει δὲ καὶ τἆλλα πάντα ἀριθμόν, εἴπερ ἄλλα καὶ μὴ ἄλλο ἐστίν.
而其他一切事物也都具有数目,如果它们是‘其他事物’而不是‘另一个事物’的话。
ἔχει γάρ.
” “是的,它们具有。
πρῶτον δέ γε οἶμαι γεγονὸς πρότερον γέγονε, τὰ δὲ ἄλλα ὕστερον, τὰ δʼ ὕστερον γεγονότα νεώτερα τοῦ πρότερον γεγονότος· καὶ οὕτως ἂν εἴη τἆλλα νεώτερα τοῦ ἑνός, τὸ δὲ ἓν πρεσβύτερον τῶν ἄλλων.
” “然而我想,最先生成的事物是较早生成的,而其他事物则是较晚的,较晚生成的事物比较早生成的事物更年轻;如此看来,其他事物就会比一更年轻,而一则比其他事物更年老。
εἴη γὰρ ἄν.
” “确实如此。
τί δὲ τόδε;
” “那这个又如何?
ἆρʼ ἂν εἴη τὸ ἓν παρὰ φύσιν τὴν αὑτοῦ γεγονός, ἢ ἀδύνατον;
一有可能违反其自身的天性而生成吗,还是不可能?
ἀδύνατον.
” “不可能。
ἀλλὰ μὴν μέρη γε ἔχον ἐφάνη τὸ ἕν, εἰ δὲ μέρη, καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον.
” “然而,‘一’已被显明具有部分;如果有部分,也就有起点、终点和中间。
ναί.
” “是的。
οὐκοῦν πάντων πρῶτον ἀρχὴ γίγνεται, καὶ αὐτοῦ τοῦ ἑνὸς καὶ ἑκάστου τῶν ἄλλων, καὶ μετὰ τὴν ἀρχὴν καὶ τἆλλα πάντα μέχρι τοῦ τέλους;
” “难道不是在一切事物中,最先生成的是起点吗? 无论是对一自身,还是对其他事物的每一个。 而在起点之后,其余一切直到终点才生成?
τί μήν;
” “当然如此。
καὶ μὴν μόριά γε φήσομεν ταῦτʼ εἶναι πάντα τἆλλα τοῦ ὅλου τε καὶ ἑνός, αὐτὸ δὲ ἐκεῖνο ἅμα τῇ τελευτῇ γεγονέναι ἕν τε καὶ ὅλον.
” “而且,我们要说所有这些其余的部分都是那个整体和一的部分,而那个事物自身则是随着终点而生成为一和整体的。
φήσομεν γάρ.
” “是的,我们要这样说。
τελευτὴ δέ γε οἶμαι ὕστατον γίγνεται, τούτῳ δʼ ἅμα τὸ ἓν πέφυκε γίγνεσθαι· ὥστʼ εἴπερ ἀνάγκη αὐτὸ τὸ ἓν μὴ παρὰ φύσιν γίγνεσθαι, ἅμα τελευτῇ ἂν γεγονὸς ὕστατον ἂν τῶν ἄλλων πεφυκὸς εἴη γίγνεσθαι.
” “然而我想,终点是最后生成的,而一则是天生与此一同生成的;因此,如果一自身必然不是违反天性而生成的,那么由于它与终点一同生成,它就应当是天生在其他事物之后最后生成的。
φαίνεται.
” “显然如此。
νεώτερον ἄρα τῶν ἄλλων τὸ ἕν ἐστι, τὰ δʼ ἄλλα τοῦ ἑνὸς πρεσβύτερα.
” “因此,一比其他事物更年轻,而其他事物比一更年老。
οὕτως αὖ μοι φαίνεται.
” “这样看来,它对我又是如此。
τί δὲ δή;
” “那这又如何?
ἀρχὴν ἢ ἄλλο μέρος ὁτιοῦν τοῦ ἑνὸς ἢ ἄλλου ὁτουοῦν, ἐάνπερ μέρος ᾖ ἀλλὰ μὴ μέρη, οὐκ ἀναγκαῖον ἓν εἶναι, μέρος γε ὄν;
起点或者‘一’或任何其他事物的任何其他部分,只要它是一个部分而不是多个部分,既然是部分,难道不必然是一吗?
ἀνάγκη.
” “必然的。
οὐκοῦν τὸ ἓν ἅμα τε τῷ πρώτῳ γιγνομένῳ γίγνοιτʼ ἂν καὶ ἅμα τῷ δευτέρῳ, καὶ οὐδενὸς ἀπολείπεται τῶν ἄλλων γιγνομένων, ὅτιπερ ἂν προσγίγνηται ὁτῳοῦν, ἕως ἂν πρὸς τὸ ἔσχατον διελθὸν ὅλον ἓν γένηται, οὔτε μέσου οὔτε πρώτου οὔτε ἐσχάτου οὔτε ἄλλου οὐδενὸς ἀπολειφθὲν ἐν τῇ γενέσει.
” “那么,一难道不会与最先生成的东西一同生成,并且与第二个东西一同生成吗? 在其他生成的过程中,无论有什么被加在什么之上,它都不会落后于其中的任何一个,直到它贯穿到最后,成为一个整体的一,在生成的过程中它既不落后于中间,也不落后于最先,也不落后于最后,也不落后于任何其他部分。
ἀληθῆ.
” “确实如此。 ”