§152τὸ δὲ εἶναι ἄλλο τί ἐστιν ἢ μέθεξις οὐσίας μετὰ χρόνου τοῦ παρόντος, ὥσπερ τὸ ἦν μετὰ τοῦ παρεληλυθότος καὶ αὖ τὸ ἔσται μετὰ τοῦ μέλλοντος οὐσίας ἐστὶ κοινωνία;
而“存在”除了是在现在时间中对实体的分有之外,还能是什么呢? 正如 “过去是”是与过去时间中的实体的结合,而“将来是”又是与将来时间中的实体的结合一样,难道不是吗?
ἔστι γάρ.
确实如此。
μετέχει μὲν ἄρα χρόνου, εἴπερ καὶ τοῦ εἶναι.
因此,如果它分有存在,它就分有时间。
πάνυ γε.
完全如此。
οὐκοῦν πορευομένου τοῦ χρόνου;
那么,这难道不是随着时间的推移吗?
ναί.
是的。
ἀεὶ ἄρα πρεσβύτερον γίγνεται ἑαυτοῦ, εἴπερ προέρχεται κατὰ χρόνον.
因此,如果它沿着时间前进,它就总是变得比自身更年长。
ἀνάγκη.
必然如此。
ἆρʼ οὖν μεμνήμεθα ὅτι νεωτέρου γιγνομένου τὸ πρεσβύτερον πρεσβύτερον γίγνεται;
那么,我们是否还记得,当较年轻者正在变年轻时,较年长者会变得比它更年长?
μεμνήμεθα.
我们记得。
οὐκοῦν ἐπειδὴ πρεσβύτερον ἑαυτοῦ γίγνεται τὸ ἕν, νεωτέρου ἂν γιγνομένου ἑαυτοῦ πρεσβύτερον γίγνοιτο;
那么,既然“一”变得比自身更年长,它岂不是在自身正在变年轻时,变得比自身更年长吗?
ἀνάγκη.
必然如此。
γίγνεται μὲν δὴ νεώτερόν τε καὶ πρεσβύτερον αὑτοῦ οὕτω.
确实,它以这种方式,既变得比自身更年轻,也比自身更年长。
ναί.
是的。
ἔστι δὲ πρεσβύτερον ἆρʼ οὐχ ὅταν κατὰ τὸν νῦν χρόνον ᾖ γιγνόμενον τὸν μεταξὺ τοῦ ἦν τε καὶ ἔσται;
那么,当它在“现在”这一介于“过去是”与“将来是”之间的时间中存在时,它岂不就是更年长的吗?
οὐ γάρ που πορευόμενόν γε ἐκ τοῦ ποτὲ εἰς τὸ ἔπειτα ὑπερβήσεται τὸ νῦν.
因为正在从“曾经”走向“此后”的东西,想必不会越过“现在”。
οὐ γάρ.
确实不能。
ἆρʼ οὖν οὐκ ἐπίσχει τότε τοῦ γίγνεσθαι πρεσβύτερον, ἐπειδὰν τῷ νῦν ἐντύχῃ, καὶ οὐ γίγνεται, ἀλλʼ ἔστι τότʼ ἤδη πρεσβύτερον;
那么,当它遇到 “现在”时,它岂不是在那时停止了变年长,不再是正在变年长,而是那时已经更年长了吗?
προϊὸν γὰρ οὐκ ἄν ποτε ληφθείη ὑπὸ τοῦ νῦν.
因为前进着的东西绝不会被“现在”捕获。
τὸ γὰρ προϊὸν οὕτως ἔχει ὡς ἀμφοτέρων ἐφάπτεσθαι, τοῦ τε νῦν καὶ τοῦ ἔπειτα, τοῦ μὲν νῦν ἀφιέμενον, τοῦ δʼ ἔπειτα ἐπιλαμβανόμενον, μεταξὺ ἀμφοτέρων γιγνόμενον, τοῦ τε ἔπειτα καὶ τοῦ νῦν.
因为前进着的东西处于这样一种状态:它同时触及“现在”和“此后”两者,它放开“现在”,抓住“此后”,成为介于“此后”和“现在”两者之间。
ἀληθῆ.
确实如此。
εἰ δέ γε ἀνάγκη μὴ παρελθεῖν τὸ νῦν πᾶν τὸ γιγνόμενον, ἐπειδὰν κατὰ τοῦτο ᾖ, ἐπίσχει ἀεὶ τοῦ γίγνεσθαι καὶ ἔστι τότε τοῦτο ὅτι ἂν τύχῃ γιγνόμενον.
但是,如果说,所有正在生成的东西在处于“现在”这一时刻时,必然不能越过它,那么它就总是停止生成,并且那时就是它恰好正在生成的那个东西。
φαίνεται.
显然如此。
καὶ τὸ ἓν ἄρα, ὅταν πρεσβύτερον γιγνόμενον ἐντύχῃ τῷ νῦν, ἐπέσχεν τοῦ γίγνεσθαι καὶ ἔστι τότε πρεσβύτερον.
因此,“一”在变年长的过程中遇到“现在”时,也就停止了变年长,并且那时就是更年长的。
πάνυ μὲν οὖν.
完全如此。
οὐκοῦν οὗπερ ἐγίγνετο πρεσβύτερον, τούτου καὶ ἔστιν· ἐγίγνετο δὲ αὑτοῦ;
那么,对于它曾比之变年长的那个东西,它现在就是比它更年长的;而它曾比之变年长的是它自身,对吗?
ναί.
是的。
ἔστι δὲ τὸ πρεσβύτερον νεωτέρου πρεσβύτερον;
而更年长的是比更年轻的更年长,对吗?
ἔστιν.
是的。
καὶ νεώτερον ἄρα τότε αὑτοῦ ἐστι τὸ ἕν, ὅταν πρεσβύτερον γιγνόμενον ἐντύχῃ τῷ νῦν.
那么,“一”在变年长的过程中遇到“现在”时,那时它也就比自身更年轻了。
ἀνάγκη.
必然如此。
τό γε μὴν νῦν ἀεὶ πάρεστι τῷ ἑνὶ διὰ παντὸς τοῦ εἶναι· ἔστι γὰρ ἀεὶ νῦν ὅτανπερ ᾖ.
然而,在“一”存在的整个过程中,“现在”总是与它同在;因为只要它存在,就总是“现在”。
πῶς γὰρ οὔ;
怎么会不呢?
ἀεὶ ἄρα ἐστί τε καὶ γίγνεται πρεσβύτερον ἑαυτοῦ καὶ νεώτερον τὸ ἕν.
因此,“一”总是既比自身更年长,也比自身更年轻,并且总是正在变得如此。
ἔοικεν.
似乎如此。
πλείω δὲ χρόνον αὐτὸ ἑαυτοῦ ἔστιν ἢ γίγνεται, ἢ τὸν ἴσον;
那么,它比自身存在或生成的时间更长,还是相等呢?
τὸν ἴσον.
相等的。
ἀλλὰ μὴν τόν γε ἴσον χρόνον ἢ γιγνόμενον ἢ ὂν τὴν αὐτὴν ἡλικίαν ἔχει.
然而,无论是生成还是存在,只要经历相等的时间,就具有相同的年龄。
πῶς δʼ οὔ;
怎么会不呢?
τὸ δὲ τὴν αὐτὴν ἡλικίαν ἔχον οὔτε πρεσβύτερον οὔτε νεώτερόν ἐστιν.
而具有相同年龄的东西,既不更年长,也不更年轻。
οὐ γάρ.
确实不。
τὸ ἓν ἄρα τὸν ἴσον χρόνον αὐτὸ ἑαυτῷ καὶ γιγνόμενον καὶ ὂν οὔτε νεώτερον οὔτε πρεσβύτερον ἑαυτοῦ ἐστιν οὐδὲ γίγνεται.
因此,“一”由于与自身经历相等的时间进行生成和存在,所以它既不比自身更年轻,也不比自身更年长,而且也不变得如此。
οὔ μοι δοκεῖ.
我觉得不。
τί δέ; τῶν ἄλλων;
那么,对待其他事物又如何呢?