§148ἧι ἄρα ἕτερον τῶν ἄλλων τὸ ἓν καὶ τἆλλα τοῦ ἑνός, κατʼ αὐτὸ τὸ ἕτερον πεπονθέναι οὐκ ἄλλο ἀλλὰ τὸ αὐτὸ ἂν πεπονθὸς εἴη τὸ ἓν τοῖς ἄλλοις·
因此,在一与其他事物相异、以及其他事物与一相异的方面,正是因为承受了这同一个“相异”的性质,“一”对于其他事物所承受的,不是别的,正是相同的性质。
τὸ δέ που ταὐτὸν πεπονθὸς ὅμοιον·
而承受了相同性质的事物,岂不就是相似的吗?
οὐχί; ναί.
是的。
ἧι δὴ τὸ ἓν ἕτερον τῶν ἄλλων πέπονθεν εἶναι, κατʼ αὐτὸ τοῦτο ἅπαν ἅπασιν ὅμοιον ἂν εἴη· ἅπαν γὰρ ἁπάντων ἕτερόν ἐστιν.
的确,在“一”承受了与“其他事物”相异的方面,正是因着这一点,它将与一切事物完全相似;因为一切事物都与一切事物相异。
ἔοικεν.
似乎如此。
ἀλλὰ μὴν τό γε ὅμοιον τῷ ἀνομοίῳ ἐναντίον.
然而,相似者与不相似者相反。
ναί.
是的。
οὐκοῦν καὶ τὸ ἕτερον τῷ ταὐτῷ.
那么,“相异”也与“相同”相反。
καὶ τοῦτο.
这也是。
ἀλλὰ μὴν καὶ τοῦτό γʼ ἐφάνη, ὡς ἄρα τὸ ἓν τοῖς ἄλλοις ταὐτόν.
然而,这也已经表明,“一”与其他事物是相同的。
ἐφάνη γάρ.
确实表明了。
τοὐναντίον δέ γε πάθος ἐστὶ τὸ εἶναι ταὐτὸν τοῖς ἄλλοις τῷ ἕτερον εἶναι τῶν ἄλλων.
但是,与其他事物相同的性质,是与与其他事物相异的性质相反的。
πάνυ γε.
完全如此。
ἧι γε μὴν ἕτερον, ὅμοιον ἐφάνη.
然而,在相异的方面,它已被表明是相似的。
ναί.
是的。
ἧι ἄρα ταὐτόν, ἀνόμοιον ἔσται κατὰ τοὐναντίον πάθος τῷ ὁμοιοῦντι πάθει.
那么,在相同的方面,根据与使之相似的性质相反的性质,它将是不相似的。
ὡμοίου δέ που τὸ ἕτερον;
而“相异”大概曾使它相似吧?
ναί.
是的。
ἀνομοιώσει ἄρα τὸ ταὐτόν, ἢ οὐκ ἐναντίον ἔσται τῷ ἑτέρῳ.
那么,“相同”将使之不相似,否则它就不能与“相异”相反了。
ἔοικεν.
似乎如此。
ὅμοιον ἄρα καὶ ἀνόμοιον ἔσται τὸ ἓν τοῖς ἄλλοις, ᾗ μὲν ἕτερον, ὅμοιον, ᾗ δὲ ταὐτόν, ἀνόμοιον.
因此,“一”对于其他事物既是相似的又是不相似的:在相异的方面,它是相似的;在相同的方面,它是不相似的。
ἔχει γὰρ οὖν δή, ὡς ἔοικεν, καὶ τοιοῦτον λόγον.
确实,正如所见,它也有这样一种论说。
καὶ γὰρ τόνδε ἔχει.
因为它也有这一个。
τίνα;
哪一个?
ἧι ταὐτὸν πέπονθε, μὴ ἀλλοῖον πεπονθέναι, μὴ ἀλλοῖον δὲ πεπονθὸς μὴ ἀνόμοιον, μὴ ἀνόμοιον δὲ ὅμοιον εἶναι·
在它承受相同性质的方面,它承受的不是相异性质;既然承受的不是相异性质,它就不是不相似的;既然不是不相似的,它就是相似的。
ᾗ δʼ ἄλλο πέπονθεν, ἀλλοῖον, ἀλλοῖον δὲ ὂν ἀνόμοιον εἶναι.
但在它承受别样性质的方面,它就是别样的;既然是别样的,它就是不相似的。
ἀληθῆ λέγεις.
您说得对。
ταὐτόν τε ἄρα ὂν τὸ ἓν τοῖς ἄλλοις καὶ ὅτι ἕτερόν ἐστι, κατʼ ἀμφότερα καὶ κατὰ ἑκάτερον, ὅμοιόν τε ἂν εἴη καὶ ἀνόμοιον τοῖς ἄλλοις.
那么,由于“一”与其他事物既相同又相异,在这两方面以及其中每一方面,它对于其他事物都将是既相似又不相似的。
πάνυ γε.
完全如此。
οὐκοῦν καὶ ἑαυτῷ ὡσαύτως, ἐπείπερ ἕτερόν τε ἑαυτοῦ καὶ ταὐτὸν ἑαυτῷ ἐφάνη, κατʼ ἀμφότερα καὶ κατὰ ἑκάτερον ὅμοιόν τε καὶ ἀνόμοιον φανήσεται;
那么,它对自身不也是同样如此吗? 既然它已被表明既与自身相异、又与自身相同,在这两方面以及每一方面,它岂不都会显得既相似又不相似吗?
ἀνάγκη.
必然的。
τί δὲ δή; περὶ τοῦ ἅπτεσθαι τὸ ἓν αὑτοῦ καὶ τῶν ἄλλων καὶ τοῦ μὴ ἅπτεσθαι πέρι πῶς ἔχει, σκόπει.
那么再看,关于“一”与自身以及与其他事物“接触”和“不接触”,情况如何?
σκοπῶ.
请你考虑一下。 我在考虑。
αὐτὸ γάρ που ἐν ἑαυτῷ ὅλῳ τὸ ἓν ἐφάνη ὄν.
因为“一”大概已被表明存在于整个自身之中。
ὀρθῶς.
正确。
οὐκοῦν καὶ ἐν τοῖς ἄλλοις τὸ ἕν;
那么“一”不也存在于其他事物之中吗?
ναί.
是的。
ἧι μὲν ἄρα ἐν τοῖς ἄλλοις, τῶν ἄλλων ἅπτοιτο ἄν· ᾗ δὲ αὐτὸ ἐν ἑαυτῷ, τῶν μὲν ἄλλων ἀπείργοιτο ἅπτεσθαι, αὐτὸ δὲ αὑτοῦ ἅπτοιτο ἂν ἐν ἑαυτῷ ὄν.
因此,一方面,在它存在于其他事物之中的方面,它会与其他事物接触;但在它自身存在于自身之中的方面,它将被阻碍与其他事物接触,而由于它存在于自身之中,它将会与自身接触。
φαίνεται.
显而易见。
οὕτω μὲν δὴ ἅπτοιτο ἂν τὸ ἓν αὑτοῦ τε καὶ τῶν ἄλλων.
如此说来,“一”既会与自身接触,也会与其他事物接触。
ἅπτοιτο.
确实会接触。
τί δὲ τῇδε;
那么在这方面又如何?
ἆρʼ οὐ πᾶν τὸ μέλλον ἅψεσθαί τινος ἐφεξῆς δεῖ κεῖσθαι ἐκείνῳ οὗ μέλλει ἅπτεσθαι, ταύτην τὴν ἕδραν κατέχον ἣ ἂν μετʼ ἐκείνην ᾖ ᾗ ἂν κέηται, ἅπτεται; ἀνάγκη.
任何将要与某物接触的事物,难道不都必须紧挨着它将要接触的那事物放置,占据紧接着那事物所处位置的下一个位置,从而与之接触吗? 必然的。
καὶ τὸ ἓν ἄρα εἰ μέλλει αὐτὸ αὑτοῦ ἅψεσθαι, ἐφεξῆς δεῖ εὐθὺς μετὰ ἑαυτὸ κεῖσθαι, τὴν ἐχομένην χώραν κατέχον ἐκείνης ἐν ᾗ αὐτό ἐστιν.
那么,如果“一”将要与自身接触,它也必须紧接着自身放置,占据紧邻它自身所在位置的下一个位置。
δεῖ γὰρ οὖν.
确实必须。