Humanitext Reader

柏拉图 · 巴门尼德篇 §147

一与其他事物的相同性与相异性的分有

第 18 段,共 36 段 · 希腊语

内容简介

论述表明,不是一的事物由于既非部分、亦非整体,且不彼此相异,因而必须与“一”相同,由此得出“一”与自身及其他事物既相同又相异的结论。随后,通过对名称如何指代单一本性的分析,开始说明“一”与“其他事物”如何共同承受相异的相同性质。

§147οὐδὲ μὴν ἑαυτοῖς γε ἕτερʼ ἂν εἴη ἀλλήλων, μὴ μετέχοντα τοῦ ἑτέρου.
而且,由于它们自身不分有 ‘相异’,它们在自身之间也绝不会彼此相异。
πῶς γάρ;
怎么会呢?
εἰ δὲ μήτε αὑτοῖς ἕτερά ἐστι μήτε τῷ ἑτέρῳ, οὐ πάντῃ ἤδη ἂν ἐκφεύγοι τὸ μὴ ἕτερα εἶναι ἀλλήλων;
但是,如果它们既不因自身而相异,也不因‘相异’而相异,那它们岂不已经完全免于彼此相异了吗?
ἐκφεύγοι.
应当免于。
ἀλλὰ μὴν οὐδὲ τοῦ ἑνός γε μετέχει τὰ μὴ ἕν· οὐ γὰρ ἂν μὴ ἓν ἦν, ἀλλά πῃ ἂν ἓν ἦν.
然而,不是一的事物也绝不分有‘一’;否则它们就不会不是一,而是在某种程度上是一了。
ἀληθῆ.
真实的。
οὐδʼ ἂν ἀριθμὸς εἴη ἄρα τὰ μὴ ἕν· οὐδὲ γὰρ ἂν οὕτω μὴ ἓν ἦν παντάπασιν, ἀριθμόν γε ἔχοντα.
因此,不是一的事物也不会是数;因为如果拥有数,它们就不会像这样完全不是一了。
οὐ γὰρ οὖν.
确实不。
τί δέ;
那么怎么说?
τὰ μὴ ἓν τοῦ ἑνὸς ἆρα μόριά ἐστιν;
不是一的事物是‘一’的部分吗?
ἢ κἂν οὕτω μετεῖχε τοῦ ἑνὸς τὰ μὴ ἕν;
或者,哪怕是在这种情况下,不是一的事物也会分有‘一’吗?
μετεῖχεν.
会分有的。
εἰ ἄρα πάντῃ τὸ μὲν ἕν ἐστι, τὰ δὲ μὴ ἕν, οὔτʼ ἂν μόριον τῶν μὴ ἓν τὸ ἓν εἴη οὔτε ὅλον ὡς μορίων· οὔτε αὖ τὰ μὴ ἓν τοῦ ἑνὸς μόρια, οὔτε ὅλα ὡς μορίῳ τῷ ἑνί.
那么,如果一完全是‘一’,而另一完全是‘不是一的事物’,那么‘一’既不能是‘不是一的事物’的部分,也不能是相对于它们这些部分的整体;反过来,‘不是一的事物’也不能是‘一’的部分,也不能是相对于作为部分的‘一’的整体。
οὐ γάρ.
确实不。
ἀλλὰ μὴν ἔφαμεν τὰ μήτε μόρια μήτε ὅλα μήτε ἕτερα ἀλλήλων ταὐτὰ ἔσεσθαι ἀλλήλοις.
然而,我们曾说过,既非部分、亦非整体、且不彼此相异的事物,将会是彼此相同的。
ἔφαμεν γάρ.
我们说过。
φῶμεν ἄρα καὶ τὸ ἓν πρὸς τὰ μὴ ἓν οὕτως ἔχον τὸ αὐτὸ εἶναι αὐτοῖς;
那么,我们要说,‘一’对于‘不是一的事物’既然处于这种关系,它就与它们是相同的吗?
φῶμεν.
说吧。
τὸ ἓν ἄρα, ὡς ἔοικεν, ἕτερόν τε τῶν ἄλλων ἐστὶν καὶ ἑαυτοῦ καὶ ταὐτὸν ἐκείνοις τε καὶ ἑαυτῷ.
因此,正如所见,‘一’既与‘其他事物’相异、也与自身相异,同时又与它们相同、也与自身相同。
κινδυνεύει φαίνεσθαι ἐκ γε τοῦ λόγου.
从论证来看,似乎确有此危险。
ἆρʼ οὖν καὶ ὅμοιόν τε καὶ ἀνόμοιον ἑαυτῷ τε καὶ τοῖς ἄλλοις;
那么,它对于自身以及其他事物,是否也既相似又不相似呢?
ἴσως.
也许。
ἐπειδὴ γοῦν ἕτερον τῶν ἄλλων ἐφάνη, καὶ τἆλλά που ἕτερα ἂν ἐκείνου εἴη.
既然它已经表明与‘其他事物’相异,那么其他事物大概也会与它相异。
τί μήν;
怎么会不呢?
οὐκοῦν οὕτως ἕτερον τῶν ἄλλων, ὥσπερ καὶ τἆλλα ἐκείνου, καὶ οὔτε μᾶλλον οὔτε ἧττον;
那么,它与‘其他事物’相异,就像‘其他事物’与它相异一样,既不更甚、也不更少,难道不是吗?
τί γὰρ ἄν;
怎么会呢?
εἰ ἄρα μήτε μᾶλλον μήτε ἧττον, ὁμοίως.
那么,如果既不更甚也不更少,那就是同样地相异。
ναί.
是的。
οὐκοῦν ᾗ ἕτερον εἶναι πέπονθεν τῶν ἄλλων καὶ τἆλλα ἐκείνου ὡσαύτως, ταύτῃ ταὐτὸν ἂν πεπονθότα εἶεν τό τε ἓν τοῖς ἄλλοις καὶ τἆλλα τῷ ἑνί.
那么,既然它承受了与‘其他事物’相异的性质,而‘其他事物’对它也同样如此,在这方面,‘一’对‘其他事物’以及‘其他事物’对‘一’,岂不都承受了相同的性质吗?
πῶς λέγεις;
您这是什么意思?
ὧδε· ἕκαστον τῶν ὀνομάτων οὐκ ἐπί τινι καλεῖς;
像这样:你难道不是针对某物来称呼每一个名称吗?
ἔγωγε.
是的。
τί οὖν;
那么怎么说?
τὸ αὐτὸ ὄνομα εἴποις ἂν πλεονάκις ἢ ἅπαξ;
同一个名称,你既可以多次说出,也可以只说一次,对吗?
ἔγωγε.
是的。
πότερον οὖν ἐὰν μὲν ἅπαξ εἴπῃς, ἐκεῖνο προσαγορεύεις οὗπέρ ἐστι τοὔνομα, ἐὰν δὲ πολλάκις, οὐκ ἐκεῖνο;
那么,如果你只说一次,你是在称呼该名称所指的那事物,而如果说多次,就不是吗?
ἢ ἐάντε ἅπαξ ἐάντε πολλάκις ταὐτὸν ὄνομα φθέγξῃ, πολλὴ ἀνάγκη σε ταὐτὸν καὶ λέγειν ἀεί;
或者说,无论你只说一次还是多次发出同一个名称,你都绝对必然始终是在指代同一个事物?
τί μήν;
怎么会不呢?
οὐκοῦν καὶ τὸ ἕτερον ὄνομά ἐστιν ἐπί τινι;
那么,‘相异’不也是针对某物的名称吗?
πάνυ γε.
完全如此。
ὅταν ἄρα αὐτὸ φθέγγῃ, ἐάντε ἅπαξ ἐάντε πολλάκις, οὐκ ἐπʼ ἄλλῳ οὐδὲ ἄλλο τι ὀνομάζεις ἢ ἐκεῖνο οὗπερ ἦν ὄνομα.
因此,当你发出这个词时,无论是一次还是多次,你绝不是针对别的事物,也不是在命名除了该名称所指之物以外的任何事物。
ἀνάγκη.
必然的。
ὅταν δὴ λέγωμεν ὅτι ἕτερον μὲν τἆλλα τοῦ ἑνός, ἕτερον δὲ τὸ ἓν τῶν ἄλλων, δὶς τὸ ἕτερον εἰπόντες οὐδέν τι μᾶλλον ἐπʼ ἄλλῃ, ἀλλʼ ἐπʼ ἐκείνῃ τῇ φύσει αὐτὸ ἀεὶ λέγομεν ἧσπερ ἦν τοὔνομα.
那么,当我们说‘其他事物与一相异’、‘一与其他事物相异’时,虽然我们说了两次‘相异’,但我们绝不是针对不同的本性,而始终是在针对该名称所指的那同一个本性。
πάνυ μὲν οὖν.
完全如此。

词汇与语法注释

  1. 147aτὸ μὴ ἕτερα εἶναι — 在动词 ἐκφεύγω(免于、逃避)之后的不定式从句中,否定词 μὴ 是所谓的冗余否定(redundant negative)。因此,整个短语 τὸ μὴ ἕτερα εἶναι 并非指“不彼此相异”,而是指“彼此相异”,整句意为“它们将完全免于彼此相异(即绝不可能相异)”。
  2. 147cᾗ ἕτερον εἶναι πέπονθεν τῶν ἄλλων — 关系副词 ᾗ 具有“在……方面(in so far as)”的关系与格用法,与后文的指示副词 ταύτῃ(在这方面)相呼应。动词 πέπονθεν(πάσχω“承受/经历”的完成时)表示主语承受或具有某种特定的性质或状态。
  3. 147dἐπί τινι — 介词 ἐπί 加上与格表示名称与其所指代的“对象”或“本性”之间的指称关系(“针对某物”、“关于某物”)。

引用这一段

柏拉图, 巴门尼德篇 §147. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:147

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。