Humanitext Reader

柏拉图 · 巴门尼德篇 §146

一的静止与运动及同一与差异

第 17 段,共 36 段 · 希腊语

内容简介

在证明了“一”必然既静止又运动之后,论证转而展示“一”如何既与自身及他物相同,又与自身及他物相异。

§146ἕστηκε μέν που, εἴπερ αὐτὸ ἐν ἑαυτῷ ἐστιν· ἐν γὰρ ἑνὶ ὂν καὶ ἐκ τούτου μὴ μεταβαῖνον ἐν τῷ αὐτῷ ἂν εἴη, ἐν ἑαυτῷ.
一方面,如果它自身在自身之中,它大概是静止的;因为存在于一个事物之中且不从此移出,它就会在同样的地方,即在自身之中。
ἔστι γάρ.
确实如此。
τὸ δέ γε ἐν τῷ αὐτῷ ἀεὶ ὂν ἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι.
而始终在同样地方的事物,必定也总是静止的。
πάνυ γε.
完全如此。
τί δέ;
那么怎么说?
τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν οὐ τὸ ἐναντίον ἀνάγκη μηδέποτʼ ἐν ταὐτῷ εἶναι, μηδέποτε δὲ ὂν ἐν τῷ αὐτῷ μηδὲ ἑστάναι, μὴ ἑστὸς δὲ κινεῖσθαι;
始终在其他事物之中的事物,相反地,岂不必然绝不在同一地方,而既然绝不在同一地方,也就绝不静止,而不静止就必然在运动吗?
οὕτως.
正是如此。
ἀνάγκη ἄρα τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ἀεὶ ὂν καὶ ἐν ἑτέρῳ, ἀεὶ κινεῖσθαί τε καὶ ἑστάναι.
因此,“一”既然始终既在自身之中又在其他事物之中,就必然始终既运动又静止。
φαίνεται.
显而易见。
καὶ μὴν ταὐτόν γε δεῖ εἶναι αὐτὸ ἑαυτῷ καὶ ἕτερον ἑαυτοῦ, καὶ τοῖς ἄλλοις ὡσαύτως ταὐτόν τε καὶ ἕτερον εἶναι, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν.
再者,如果它也经历了先前所说的情况,它就必须与自身相同、又与自身相异,并且对其他事物也同样既相同又相异。
πῶς;
怎么会呢?
πᾶν που πρὸς ἅπαν ὧδε ἔχει, ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· ἢ ἐὰν μὴ ταὐτὸν ᾖ μηδʼ ἕτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη.
大凡万物对于万物都有如下的关系:或者是相同的,或者是相异的;或者如果既不相同也不相异,那它应当是与其处于这种关系之物的部​​分,或者是相对于部分而言的整体。
φαίνεται.
显而易见。
ἆρʼ οὖν τὸ ἓν αὐτὸ αὑτοῦ μέρος ἐστίν;
那么,“一”自身是它自身的部分吗?
οὐδαμῶς.
绝不。
οὐδʼ ἄρα ὡς πρὸς μέρος αὐτὸ αὑτοῦ ὅλον ἂν εἴη, πρὸς ἑαυτὸ μέρος ὄν.
那么,由于它对自身而言并非部分,它也就不能是相对于作为部分的自身的整体。
οὐ γὰρ οἷόν τε.
因为这是不可能的。
ἀλλʼ ἆρα ἕτερόν ἐστιν ἑνὸς τὸ ἕν;
但是,“一”与“一”相异吗?
οὐ δῆτα.
当然不。
οὐδʼ ἄρα ἑαυτοῦ γε ἕτερον ἂν εἴη.
那么,它也不会与自身相异。
οὐ μέντοι.
确实不。
εἰ οὖν μήτε ἕτερον μήτε ὅλον μήτε μέρος αὐτὸ πρὸς ἑαυτό ἐστιν, οὐκ ἀνάγκη ἤδη ταὐτὸν εἶναι αὐτὸ ἑαυτῷ;
如果它对于自身而言既非相异,也非整体,亦非部分,那么它自身与自身相同岂不已经是必然的了?
ἀνάγκη.
必然的。
τί δέ;
那么怎么说?
τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ οὐκ ἀνάγκη αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, εἴπερ καὶ ἑτέρωθι ἔσται;
在自身保持于同一地方的同时,又处于与自身不同之处的事物,如果它确实处于不同之处,岂不必然与自身相异吗?
ἔμοιγε δοκεῖ.
在我看来确实如此。
οὕτω μὴν ἐφάνη ἔχον τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ὂν ἅμα καὶ ἐν ἑτέρῳ.
然而,事实表明,“一”正是处于这种状态,既在自身之中,又同时在其他事物之中。
ἐφάνη γάρ.
确实如此表明。
ἕτερον ἄρα, ὡς ἔοικεν, εἴη ταύτῃ ἂν ἑαυτοῦ τὸ ἕν.
因此,正如所见,“一”在这方面应当与自身相异。
ἔοικεν.
似乎如此。
τί οὖν;
那么怎么说?
εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται;
如果某物与某物相异,它不就是与那作为“相异者”的事物相异吗?
ἀνάγκη.
必然的。
οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθʼ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν;
那么,凡合乎逻辑不是“一”的,岂不都与“一”相异,而“一”也与不是“一”的相异吗?
πῶς δʼ οὔ;
怎么会不是呢?
ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων.
因此,“一”应当与“其他事物”相异。
ἕτερον.
相异。
ὅρα δή· αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρʼ οὐκ ἐναντία ἀλλήλοις;
那么请看:“同一”自身与“相异”难道不是彼此相反的吗?
πῶς δʼ οὔ;
怎么会不是呢?
ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῷ ἑτέρῳ ἢ τὸ ἕτερον ἐν ταὐτῷ ποτε εἶναι;
那么,“同一”会愿意在“相异”之中,或者“相异”会在“同一”之中吗?
οὐκ ἐθελήσει.
不会愿意。
εἰ ἄρα τὸ ἕτερον ἐν τῷ αὐτῷ μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ᾧ ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα· εἰ γὰρ ὁντινοῦν εἴη ἔν τῳ, ἐκεῖνον ἂν τὸν χρόνον ἐν ταὐτῷ εἴη τὸ ἕτερον.
如果“相异”绝不在“同一”之中,那么在存在的事物中,绝没有任何事物在任何时间里能让“相异”存在于其中;因为如果它在任何时间里存在于某物之中,在那段时间里,“相异”就会在“同一”之中。
οὐχ οὕτως;
难道不是这样吗?
οὕτως.
正是如此。
ἐπειδὴ δʼ οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν, οὐδέποτε ἔν τινι τῶν ὄντων ἂν εἴη τὸ ἕτερον.
既然它绝不在“同一”之中,那么“相异”就绝不会在任何存在的事物之中。
ἀληθῆ.
真实的。
οὔτʼ ἄρα ἐν τοῖς μὴ ἓν οὔτε ἐν τῷ ἑνὶ ἐνείη ἂν τὸ ἕτερον.
因此,“相异”既不在“不是一的事物”之中,也不在“一”之中。
οὐ γὰρ οὖν.
确实不。
οὐκ ἄρα τῷ ἑτέρῳ γʼ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα.
因此,“一”不会因“相异”而与“不是一的事物”相异,而“不是一的事物”也不会与“一”相异。
οὐ γάρ.
确实如此。

词汇与语法注释

  1. 146aἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι — 完成时分词中性单数 ἑστός(源自 ἵστημι)充当系动词 εἶναι 的表语,表示“处于静止的状态”。它在语法上与主语从句 τὸ ἐν τῷ αὐτῷ ἀεὶ ὄν 保持一致。
  2. 146cτὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ — 该部分由主格分词短语 τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ(处于与自身不同之处的事物)和属格绝对结构 ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ(在自身保持于同一地方的同时)构成。其中 ἑαυτοῦ 依附于表示地点的副词 ἑτέρωθι,用作比较属格(意为“与自身不同之处”)。
  3. 146eοὐκ ἄρα τῷ ἑτέρῳ γʼ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα — 与格 τῷ ἑτέρῳ 用作手段或原因与格(意为“由于相异性”或“通过相异者”)。在前半句中,tò ἓν 之后省略了形容词 ἕτερον,该词本应支配比较属格 τῶν μὴ ἕν(比非一者)。后半句 οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα 则对称地明示了 ἕτερα 与比较属格 τοῦ ἑνός 的搭配。

引用这一段

柏拉图, 巴门尼德篇 §146. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:146

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。