Humanitext Reader

柏拉图 · 巴门尼德篇 §145

一的界限形状与在自身及他者中的所在

第 16 段,共 36 段 · 希腊语

内容简介

巴门尼德论证道,由于“一”既是整体又是部分,它必然具有界限和特定的形状(如直的或圆的),并且既存在于自身之中,又存在于其他事物之中。

§145καὶ μὴν ὅτι γε ὅλου τὰ μόρια μόρια, πεπερασμένον ἂν εἴη κατὰ τὸ ὅλον τὸ ἕν·
再者,既然整体的部分是部分,从整体的角度来看,“一”应当是有限的。
ἢ οὐ περιέχεται ὑπὸ τοῦ ὅλου τὰ μόρια;
或者说,部分难道不被整体所包围吗?
ἀνάγκη.
必然的。
ἀλλὰ μὴν τό γε περιέχον πέρας ἂν εἴη.
但是,包围者应当是限度(边界)。
πῶς δʼ οὔ;
怎么会不是呢?
τὸ ἓν ἄρα ὂν ἕν τέ ἐστί που καὶ πολλά, καὶ ὅλον καὶ μόρια, καὶ πεπερασμένον καὶ ἄπειρον πλήθει.
因此,“存在的一”在某种意义上既是一又是多,既是整体又是部分,既是有限的又是数量上无限的。
φαίνεται.
显而易见。
ἆρʼ οὖν οὐκ, ἐπείπερ πεπερασμένον, καὶ ἔσχατα ἔχον;
那么,既然它是有限的,它难道不也拥有端点(极限)吗?
ἀνάγκη.
必然的。
τί δέ;
那么怎么说?
εἰ ὅλον, οὐ καὶ ἀρχὴν ἂν ἔχοι καὶ μέσον καὶ τελευτήν; ἢ οἷόν τέ τι ὅλον εἶναι ἄνευ τριῶν τούτων;
如果是整体,它难道不也拥有起点、中间和终点吗?
κἄν του ἓν ὁτιοῦν αὐτῶν ἀποστατῇ, ἐθελήσει ἔτι ὅλον εἶναι; οὐκ ἐθελήσει.
或者说,没有任何这三者,什么东西能成为整体吗?
καὶ ἀρχὴν δή, ὡς ἔοικεν, καὶ τελευτὴν καὶ μέσον ἔχοι ἂν τὸ ἕν.
而且如果其中任何一个缺失,它还会愿意继续作为整体吗?
ἔχοι.
不会愿意。
ἀλλὰ μὴν τό γε μέσον ἴσον τῶν ἐσχάτων ἀπέχει· οὐ γὰρ ἂν ἄλλως μέσον εἴη.
那么,正如所见,“一”应当拥有起点、终点和中间。
οὐ γάρ.
应当拥有。
καὶ σχήματος δή τινος, ὡς ἔοικε, τοιοῦτον ὂν μετέχοι ἂν τὸ ἕν, ἤτοι εὐθέος ἢ στρογγύλου ἤ τινος μεικτοῦ ἐξ ἀμφοῖν.
但是,中间与两端的距离是相等的;因为否则它就不会是中间。
μετέχοι γὰρ ἄν.
确实如此。
ἆρʼ οὖν οὕτως ἔχον οὐκ αὐτό τε ἐν ἑαυτῷ ἔσται καὶ ἐν ἄλλῳ;
那么,处于这种状态的“一”,难道不既在自身之中,又在其他事物之中吗?
πῶς;
确实会分有。
τῶν μερῶν που ἕκαστον ἐν τῷ ὅλῳ ἐστὶ καὶ οὐδὲν ἐκτὸς τοῦ ὅλου.
正是如此。
οὕτω.
大概部分的每一个都在整体之中,并且没有任何部分在整体之外。
πάντα δὲ τὰ μέρη ὑπὸ τοῦ ὅλου περιέχεται;
正是如此。
ναί.
而所有的部分不都被整体所包围吗?
καὶ μὴν τά γε πάντα μέρη τὰ αὑτοῦ τὸ ἕν ἐστι, καὶ οὔτε τι πλέον οὔτε ἔλαττον ἢ πάντα.
是的。
οὐ γάρ.
而且,“一”就是它自身的全部部分,既不比全部多,也不比全部少。
οὐκοῦν καὶ τὸ ὅλον τὸ ἕν ἐστιν;
确实如此。
πῶς δʼ οὔ;
那么,整体不也就是一吗?
εἰ ἄρα πάντα τὰ μέρη ἐν ὅλῳ τυγχάνει ὄντα, ἔστι δὲ τά τε πάντα τὸ ἓν καὶ αὐτὸ τὸ ὅλον, περιέχεται δὲ ὑπὸ τοῦ ὅλου τὰ πάντα, ὑπὸ τοῦ ἑνὸς ἂν περιέχοιτο τὸ ἕν, καὶ οὕτως ἂν ἤδη τὸ ἓν αὐτὸ ἐν ἑαυτῷ εἴη.
怎么会不是呢?
φαίνεται.
所以,如果所有的部分恰好都在整体之中,而全部部分又是一以及整体自身,且全部部分都被整体所包围,那么“一”就会被“一”所包围,从而这样一来,“一”自身就已经在自身之中了。
ἀλλὰ μέντοι τό γε ὅλον αὖ οὐκ ἐν τοῖς μέρεσίν ἐστιν, οὔτε ἐν πᾶσιν οὔτε ἐν τινί.
显而易见。
εἰ γὰρ ἐν πᾶσιν, ἀνάγκη καὶ ἐν ἑνί·
但是,另一方面,整体并不在部分之中,既不在全部之中,也不在某一个之中。
ἔν τινι γὰρ ἑνὶ μὴ ὂν οὐκ ἂν ἔτι που δύναιτο ἔν γε ἅπασιν εἶναι·
因为如果它在全部之中,就必然也在每一个之中。
εἰ δὲ τοῦτο μὲν τὸ ἓν τῶν ἁπάντων ἐστί, τὸ δὲ ὅλον ἐν τούτῳ μὴ ἔνι, πῶς ἔτι ἔν γε τοῖς πᾶσιν ἐνέσται;
因为如果它不在某一个之中,它大概就再也不能在全部之中了。
οὐδαμῶς.
而如果这一个部分是全部部分中的一个,而整体不在其中,它又怎么可能还在全部之中呢?
οὐδὲ μὴν ἐν τισὶ τῶν μερῶν·
绝不可能。
εἰ γὰρ ἐν τισὶ τὸ ὅλον εἴη, τὸ πλέον ἂν ἐν τῷ ἐλάττονι εἴη, ὅ ἐστιν ἀδύνατον.
它也不在部分的某些之中;因为如果整体在某些之中,那么较多(大)的就会在较少(小)的之中,这是不可能的。
ἀδύνατον γάρ.
因为这是不可能的。
μὴ ὂν δʼ ἐν πλέοσιν μηδʼ ἐν ἑνὶ μηδʼ ἐν ἅπασι τοῖς μέρεσι τὸ ὅλον οὐκ ἀνάγκη ἐν ἑτέρῳ τινὶ εἶναι ἢ μηδαμοῦ ἔτι εἶναι;
如果整体既不在较多之中,也不在某一个之中,也不在所有的部分之中,它难道不必然存在于其他某种事物之中,或者不存在于任何地方吗?
ἀνάγκη.
必然的。
οὐκοῦν μηδαμοῦ μὲν ὂν οὐδὲν ἂν εἴη, ὅλον δὲ ὄν, ἐπειδὴ οὐκ ἐν αὑτῷ ἐστιν, ἀνάγκη ἐν ἄλλῳ εἶναι;
那么,如果它不存在于任何地方,它就会是什么都不是;但由于它是整体,且不在自身之中,它不就必然在其他事物之中吗?
πάνυ γε.
完全如此。
ἧι μὲν ἄρα τὸ ἓν ὅλον, ἐν ἄλλῳ ἐστίν· ᾗ δὲ τὰ πάντα μέρη ὄντα τυγχάνει, αὐτὸ ἐν ἑαυτῷ·
因此,作为整体,“一”在其他事物之中;而作为全部部分,“一”在自身之中。
καὶ οὕτω τὸ ἓν ἀνάγκη αὐτό τε ἐν ἑαυτῷ εἶναι καὶ ἐν ἑτέρῳ. ἀνάγκη.
这样一来,“一”自身必然既在自身之中,又在其他事物之中。
οὕτω δὴ πεφυκὸς τὸ ἓν ἆρʼ οὐκ ἀνάγκη καὶ κινεῖσθαι καὶ ἑστάναι; πῇ;
那么,具有这种本性的“一”,难道不必然既运动又静止吗? 如此构成的「一」,岂非必然既要运动又要静止吗?——在什么意义上呢?

词汇与语法注释

  1. 145ὅτι γε ὅλου τὰ μόρια μόρια — 带原因连词 ὅ提 的从句,意为“既然整体的部分是部分”。该从句为住句的 πεπερασμένον ἂν εἴη(应当是有限的)提供了理由。
  2. 145bτοιοῦτον ὄν — 分词 ὄν(伴随分词)指的是前文所示的“一”拥有起点、终点和中点的形状(σχῆμα)的状态,表示原因(“既然是这样的”)。
  3. 145cἔστι δὲ τά τε πάντα τὸ ἓν καὶ αὐτὸ τὸ ὅλον — 短语 τά τε πάντα 是主语,而 τὸ 且ν καὶ αὐτὸ τὸ ὅλον 是谓语(表语)。通过将它们等同,得出了“全部部分既是一,又是整体自身”的结论。
  4. 145dεἰ δὲ τοῦτο μὲν τὸ ἓν τῶν ἁπάντων ἐστί — 短语 τοῦτο τὸ ἕν 指的是“这一个(部分)”,而 τῶν ἁπάντων 作为属格修饰它,意为“全部部分中的”。

引用这一段

柏拉图, 巴门尼德篇 §145. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:145

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。