§143πάλιν ἄρα καὶ τῶν μορίων ἑκάτερον τό τε ἓν ἴσχει καὶ τὸ ὄν, καὶ γίγνεται τὸ ἐλάχιστον ἐκ δυοῖν αὖ μορίοιν τὸ μόριον, καὶ κατὰ τὸν αὐτὸν λόγον οὕτως ἀεί, ὅτιπερ ἂν μόριον γένηται, τούτω τὼ μορίω ἀεὶ ἴσχει·
因此,这两个部分中的每一个都同样保有着“一”和“存在”,甚至连最小的部分也会再次由两个部分组成。 按照同样的道理一直这样下去,无论产生出什么部分,它总是保有着这两个部分。
τό τε γὰρ ἓν τὸ ὂν ἀεὶ ἴσχει καὶ τὸ ὂν τὸ ἕν·
因为一总是保有着存在,存在也总是保有着一。
ὥστε ἀνάγκη δύʼ ἀεὶ γιγνόμενον μηδέποτε ἓν εἶναι.
因此,它必然总是变成两个,而绝非是一个。
παντάπασι μὲν οὖν.
完全如此。
οὐκοῦν ἄπειρον ἂν τὸ πλῆθος οὕτω τὸ ἓν ὂν εἴη;
那么,如此一来,“存在的一”在数量上不就是无限的了吗?
ἔοικεν.
看来是这样。
ἴθι δὴ καὶ τῇδε ἔτι.
来,且再按这个方向看。
πῇ;
哪个方向?
οὐσίας φαμὲν μετέχειν τὸ ἕν, διὸ ἔστιν;
我们说一分有存在,所以它存在,对吗?
ναί.
是的。
καὶ διὰ ταῦτα δὴ τὸ ἓν ὂν πολλὰ ἐφάνη.
正是由于这些原因,“存在的一”才显得是多的。
οὕτω.
确实如此。
τί δέ; αὐτὸ τὸ ἕν, ὃ δή φαμεν οὐσίας μετέχειν, ἐὰν αὐτὸ τῇ διανοίᾳ μόνον καθʼ αὑτὸ λάβωμεν ἄνευ τούτου οὗ φαμεν μετέχειν, ἆρά γε ἓν μόνον φανήσεται ἢ καὶ πολλὰ τὸ αὐτὸ τοῦτο;
那么,这个我们称之为分有存在的一本身,如果我们仅在思想中把它抽离出来,不带上我们说它所分有的那个东西(存在),那它本身会显得仅仅是一个,还是也会显得是多的呢?
ἕν, οἶμαι ἔγωγε.
我想,会显得是一个。
ἴδωμεν δή· ἄλλο τι ἕτερον μὲν ἀνάγκη τὴν οὐσίαν αὐτοῦ εἶναι, ἕτερον δὲ αὐτό, εἴπερ μὴ οὐσία τὸ ἕν, ἀλλʼ ὡς ἓν οὐσίας μετέσχεν.
让我们来看:如果一不是存在本身,而是作为一分有了存在,那么它的存在必然是一个他者,而它本身则是另一个他者。
ἀνάγκη.
必然的。
οὐκοῦν εἰ ἕτερον μὲν ἡ οὐσία, ἕτερον δὲ τὸ ἕν, οὔτε τῷ ἓν τὸ ἓν τῆς οὐσίας ἕτερον οὔτε τῷ οὐσία εἶναι ἡ οὐσία τοῦ ἑνὸς ἄλλο, ἀλλὰ τῷ ἑτέρῳ τε καὶ ἄλλῳ ἕτερα ἀλλήλων.
那么,如果存在是一个他者,而一也是一个他者,那么,既不是因为一是一而使一与存在不同,也不是因为存在是存在而使存在与一不同,而是因为“他者”和“不同”使它们彼此不同。
πάνυ μὲν οὖν.
完全如此。
ὥστε οὐ ταὐτόν ἐστιν οὔτε τῷ ἑνὶ οὔτε τῇ οὐσίᾳ τὸ ἕτερον.
因此,“他者”与一和存在都不是同一的。
πῶς γάρ;
怎么会呢?
τί οὖν; ἐὰν προελώμεθα αὐτῶν εἴτε βούλει τὴν οὐσίαν καὶ τὸ ἕτερον εἴτε τὴν οὐσίαν καὶ τὸ ἓν εἴτε τὸ ἓν καὶ τὸ ἕτερον, ἆρʼ οὐκ ἐν ἑκάστῃ τῇ προαιρέσει προαιρούμεθά τινε ὣ ὀρθῶς ἔχει καλεῖσθαι ἀμφοτέρω;
那么,如果我们从中选择,无论你希望选择“存在与他者”,还是“存在与一”,还是“一与他者”,我们在每一次的选择中,难道不都选出了那两个确实可以被合称为“两者”的东西吗?
πῶς;
怎么说?
ὧδε· ἔστιν οὐσίαν εἰπεῖν;
是这样:可以说“存在”吗?
ἔστιν.
可以。
καὶ αὖθις εἰπεῖν ἕν;
也可以再说“一”吗?
καὶ τοῦτο.
也可以。
ἆρʼ οὖν οὐχ ἑκάτερον αὐτοῖν εἴρηται;
那么,它们中的每一个不都被说过了吗?
ναί.
是的。
τί δʼ ὅταν εἴπω οὐσία τε καὶ ἕν, ἆρα οὐκ ἀμφοτέρω;
那当我说“存在与一”时,难道不是两者吗?
πάνυ γε.
完全如此。
οὐκοῦν καὶ ἐὰν οὐσία τε καὶ ἕτερον ἢ ἕτερόν τε καὶ ἕν, καὶ οὕτω πανταχῶς ἐφʼ ἑκάστου ἄμφω λέγω;
那么,即使是“存在与他者”或者“他者与一”,在每种情况下我所说的不也同样是两者吗?
ναί.
是的。
ὣ δʼ ἂν ἄμφω ὀρθῶς προσαγορεύησθον, ἆρα οἷόν τε ἄμφω μὲν αὐτὼ εἶναι, δύο δὲ μή;
而那两个被正确地称为“两者”的东西,它们可能是“两者”,却不是“两个”吗?
οὐχ οἷόν τε.
不可能。
ὣ δʼ ἂν δύο ἦτον, ἔστι τις μηχανὴ μὴ οὐχ ἑκάτερον αὐτοῖν ἓν εἶναι;
如果它们是两个,难道有什么办法能使它们中的每一个不是一个吗?
οὐδεμία.
没有任何办法。
τούτων ἄρα ἐπείπερ σύνδυο ἕκαστα συμβαίνει εἶναι, καὶ ἓν ἂν εἴη ἕκαστον.
既然这些东西每个都是两两成对出现的,那么它们中的每一个也应该是一个。
φαίνεται.
显而易见。
εἰ δὲ ἓν ἕκαστον αὐτῶν ἐστι, συντεθέντος ἑνὸς ὁποιουοῦν ᾑτινιοῦν συζυγίᾳ οὐ τρία γίγνεται τὰ πάντα;
如果它们中的每一个都是一个,那么把任何一个“一”加到任何一对(两个)中,总共不就成了“三个”吗?
ναί.
是的。
τρία δὲ οὐ περιττὰ καὶ δύο ἄρτια;
而三个是奇数,两个是偶数,不是吗?
πῶς δʼ οὔ;
怎么会不是呢?
τί δέ; δυοῖν ὄντοιν οὐκ ἀνάγκη εἶναι καὶ δίς, καὶ τριῶν ὄντων τρίς, εἴπερ ὑπάρχει τῷ τε δύο τὸ δὶς ἓν καὶ τῷ τρία τὸ τρὶς ἕν;
那么,既然有两个存在,难道不必然也存在“两次”,有三个存在,也必然存在“三次”吗?
ἀνάγκη.
如果对于“二”确实具有“两次一”,对于“三”具有“三次一”的话。
δυοῖν δὲ ὄντοιν καὶ δὶς οὐκ ἀνάγκη δύο δὶς εἶναι;
必然的。
καὶ τριῶν καὶ τρὶς οὐκ ἀνάγκη αὖ τρία τρὶς εἶναι;
如果有了两个和两次,难道不必然有“两次二”吗?
πῶς δʼ οὔ;
如果有了三个和三次,难道不也必然有“三次三”吗?
τί δέ;
怎么会不是呢?
τριῶν ὄντων καὶ δὶς ὄντων καὶ δυοῖν ὄντοιν καὶ τρὶς ὄντοιν οὐκ ἀνάγκη τε τρία δὶς εἶναι καὶ δύο τρίς;
那么,如果有三个和两次,以及有两个和三次,难道不必然有“两次三”和“三次二”吗?
πολλή γε.
非常必然。