Humanitext Reader

柏拉图 · 巴门尼德篇 §142

第一假设的结论与第二假设中的一与存在

第 13 段,共 36 段 · 希腊语

内容简介

在得出第一假设的结论(一既不存在、也不是一且无法被认知)之后,开始论证第二假设“如果一存在”。论证指出,若一存在,其存在便与它自身不同,因此“存在的一”是一个包含“一”与“存在”这两个部分的整体。

§142οὐδʼ ἄρα οὕτως ἔστιν ὥστε ἓν εἶναι·
因此,一甚至不能以“是一”的方式而存在。
εἴη γὰρ ἂν ἤδη ὂν καὶ οὐσίας μετέχον·
因为如果那样,它就已经存在并分有存在了。
ἀλλʼ ὡς ἔοικεν, τὸ ἓν οὔτε ἕν ἐστιν οὔτε ἔστιν, εἰ δεῖ τῷ τοιῷδε λόγῳ πιστεύειν.
但看来,如果必须相信这种论证,一既不是一,也不存在。
κινδυνεύει.
看来是这样。
ὃ δὲ μὴ ἔστι, τούτῳ τῷ μὴ ὄντι εἴη ἄν τι αὐτῷ ἢ αὐτοῦ;
但是,对于不存在的东西,这个不存在的东西还会有什么属于它,或者会有什么属于它的东西吗?
καὶ πῶς;
怎么会呢?
οὐδʼ ἄρα ὄνομα ἔστιν αὐτῷ οὐδὲ λόγος οὐδέ τις ἐπιστήμη οὐδὲ αἴσθησις οὐδὲ δόξα.
因此,它既没有名字,也没有说明,也没有任何知识、感觉或意见。
οὐ φαίνεται.
看来不。
οὐδʼ ὀνομάζεται ἄρα οὐδὲ λέγεται οὐδὲ δοξάζεται οὐδὲ γιγνώσκεται, οὐδέ τι τῶν ὄντων αὐτοῦ αἰσθάνεται.
因此,它既不被命名,不被诉说,不被认为,不被认知,存在的事物中也没有任何东西能感知它。
οὐκ ἔοικεν.
看来不。
ἦ δυνατὸν οὖν περὶ τὸ ἓν ταῦτα οὕτως ἔχειν;
那么,关于一,这些情况可能如此吗?
οὔκουν ἔμοιγε δοκεῖ.
在我看来确实不可能。
βούλει οὖν ἐπὶ τὴν ὑπόθεσιν πάλιν ἐξ ἀρχῆς ἐπανέλθωμεν, ἐάν τι ἡμῖν ἐπανιοῦσιν ἀλλοῖον φανῇ;
那么,你愿意我们再次从头回到那个假设,看看我们在回去时是否会发现一些不同的东西吗?
πάνυ μὲν οὖν βούλομαι.
完全愿意。
οὐκοῦν ἓν εἰ ἔστιν, φαμέν, τὰ συμβαίνοντα περὶ αὐτοῦ, ποῖά ποτε τυγχάνει ὄντα, διομολογητέα ταῦτα·
那么,如果一存在,我们说,我们必须共同商定关于它的推论究竟是怎样的,不是吗?
οὐχ οὕτω;
是的。
ναί. ὅρα δὴ ἐξ ἀρχῆς.
那么,从头看起。
ἓν εἰ ἔστιν, ἆρα οἷόν τε αὐτὸ εἶναι μέν, οὐσίας δὲ μὴ μετέχειν;
如果一存在,它是否可能存在,却不分有存在?
οὐχ οἷόν τε.
不可能。
οὐκοῦν καὶ ἡ οὐσία τοῦ ἑνὸς εἴη ἂν οὐ ταὐτὸν οὖσα τῷ ἑνί·
因此,一的存在也将存在,它与一并非同一。
οὐ γὰρ ἂν ἐκείνη ἦν ἐκείνου οὐσία, οὐδʼ ἂν ἐκεῖνο, τὸ ἕν, ἐκείνης μετεῖχεν, ἀλλʼ ὅμοιον ἂν ἦν λέγειν ἕν τε εἶναι καὶ ἓν ἕν.
因为否则,那存在就不是那一的存在,那一也不分有那存在,而说“一存在”和说“一一”就成了一回事。
νῦν δὲ οὐχ αὕτη ἐστὶν ἡ ὑπόθεσις, εἰ ἓν ἕν, τί χρὴ συμβαίνειν, ἀλλʼ εἰ ἓν ἔστιν·
但现在的假设不是“如果一一,应当有什么推论”,而是“如果一存在”。
οὐχ οὕτω;
不是吗?
πάνυ μὲν οὖν.
完全如此。
οὐκοῦν ὡς ἄλλο τι σημαῖνον τὸ ἔστι τοῦ ἕν;
因此,“存在”表示与“一”不同的东西?
ἀνάγκη.
必然的。
ἆρα οὖν ἄλλο ἢ ὅτι οὐσίας μετέχει τὸ ἕν, τοῦτʼ ἂν εἴη τὸ λεγόμενον, ἐπειδάν τις συλλήβδην εἴπῃ ὅτι ἓν ἔστιν;
那么,当有人合起来说“一存在”时,所说的意思难道不正是“一分有存在”吗?
πάνυ γε.
完全如此。
πάλιν δὴ λέγωμεν, ἓν εἰ ἔστιν, τί συμβήσεται.
我们再来说,如果一存在,会有什么结果。
σκόπει οὖν εἰ οὐκ ἀνάγκη ταύτην τὴν ὑπόθεσιν τοιοῦτον ὂν τὸ ἓν σημαίνειν, οἷον μέρη ἔχειν;
那么请考虑,这个假设难道不必然意味着,一作为这样的存在,是具有部分的吗?
πῶς; ὧδε·
怎么说?
εἰ τὸ ἔστι τοῦ ἑνὸς ὄντος λέγεται καὶ τὸ ἓν τοῦ ὄντος ἑνός, ἔστι δὲ οὐ τὸ αὐτὸ ἥ τε οὐσία καὶ τὸ ἕν, τοῦ αὐτοῦ δὲ ἐκείνου οὗ ὑπεθέμεθα, τοῦ ἑνὸς ὄντος, ἆρα οὐκ ἀνάγκη τὸ μὲν ὅλον ἓν ὂν εἶναι αὐτό, τούτου δὲ γίγνεσθαι μόρια τό τε ἓν καὶ τὸ εἶναι;
是这样:如果“存在”是指那个存在的“一”,而“一”是指那个一的“存在”,且存在和一并不是同一的,但它们都属于我们所假设的同一个东西,即“存在的一”,那么,整体本身不必然是“存在的一”,而“一”和“存在”不就成了它的部分吗?
ἀνάγκη.
必然的。
πότερον οὖν ἑκάτερον τῶν μορίων τούτων μόριον μόνον προσεροῦμεν, ἢ τοῦ ὅλου μόριον τό γε μόριον προσρητέον;
那么,对于这两个部分中的每一个,我们是仅仅称之为“部分”,还是必须称之为“整体的部分”?
τοῦ ὅλου.
整体的部分。
καὶ ὅλον ἄρα ἐστί, ὃ ἂν ἓν ᾖ, καὶ μόριον ἔχει.
因此,凡是一的东西,既是整体,又具有部分。
πάνυ γε.
完全如此。
τί οὖν; τῶν μορίων ἑκάτερον τούτων τοῦ ἑνὸς ὄντος, τό τε ἓν καὶ τὸ ὄν, ἆρα ἀπολείπεσθον ἢ τὸ ἓν τοῦ εἶναι μορίου ἢ τὸ ὂν τοῦ ἑνὸς μορίου;
那么,对于 “存在的一”的这两个部分——“一”和“存在”中的每一个,难道一会脱离“存在”的部分,或者存在会脱离“一”的部分吗?
οὐκ ἂν εἴη.
不会。

词汇与语法注释

  1. 142aεἴη γὰρ ἂν ἤδη ὂν καὶ οὐσίας μετέχον — 主句中使用潜在希求语气(εἴη ἄν)。它解释了前一句成立的原因:如果“是一”成立,那么一就将是已经存在的了。ὂν 与 μετέχον 是主格分词,起表语作用。
  2. 142aτούτῳ τῷ μὴ ὄντι εἴη ἄν τι αὐτῷ ἢ αὐτοῦ; — 与格指示代名词短语 τούτῳ τῷ μὴ ὄντι 置于句首以示强调,作关涉与格。随后并列了表示所有的与格 αὐτῷ(对其而言有什么存在)与属格 αὐτοῦ(属于它的什么存在),以此双重否定将任何属性或所有权归于不存在之物的可能性。
  3. 142bοὐ ταὐτὸν οὖσα τῷ ἑνί — 分词 οὖσα 修饰主语 ἡ οὐσία τοῦ ἑνός(一的存在),作副词性分词表示伴随状况,或带有一点让步/条件色彩(“作为与一并非同一者”)。
  4. 142cοὐ γὰρ ἂν ἐκείνη ἦν ἐκείνου οὐσία, οὐδʼ ἂν ἐκεῖνο... μετεῖχεν — 在由 γάρ 引导的从句中,直说语气过去式加上 ἄν(ἂν ἦν, ἂν μετεῖχεν)构成了与现在事实相反的虚拟条件句的结论。其含义是,如果一与存在是同一的(即反事实假设),“那存在就不会是那一的存在,那一也不会分有那存在”。
  5. 142dεἰ τὸ ἔστι τοῦ ἑνὸς ὄντος λέγεται καὶ τὸ ἓν τοῦ ὄντος ἑνός — 属格 τοῦ ἑνὸς ὄντος(存在的一)与 τοῦ ὄντος ἑνός(一的存在)在此作被动语态动词 λέγεται 的关涉/对象属格(“关于……而被诉说”)。

引用这一段

柏拉图, 巴门尼德篇 §142. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:142

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。