Humanitext Reader

柏拉图 · 巴门尼德篇 §141

一与时间的无关以及对其存在的否定

第 12 段,共 36 段 · 希腊语

内容简介

本节探讨了一是否可能存在于时间中并经历时间关系(如变得更年长或更年轻)。由于一无法分有任何时间,因此得出结论:一绝不分有实体,因而是不存在的。

§141πῶς οὖν οἷόν τε ἔσται τινὸς ἢ πρεσβύτερον ἢ νεώτερον εἶναι ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τῳ τοιοῦτον ὄν;
“那么,既然是这样,它怎么可能比任何东西更年长、更年轻,或者与任何东西同龄呢?
οὐδαμῶς.
” “绝不可能。
οὐκ ἄρα ἂν εἴη νεώτερόν γε οὐδὲ πρεσβύτερον οὐδὲ τὴν αὐτὴν ἡλικίαν ἔχον τὸ ἓν οὔτε αὑτῷ οὔτε ἄλλῳ.
” “因此,一无论对于自身还是对于另一个东西,都不会是更年轻的、更年长的,也不会是同龄的。
οὐ φαίνεται.
” “看来不。
ἆρʼ οὖν οὐδὲ ἐν χρόνῳ τὸ παράπαν δύναιτο ἂν εἶναι τὸ ἕν, εἰ τοιοῦτον εἴη;
” “那么,如果一是这样的,它难道根本不能存在于时间之中吗?
ἢ οὐκ ἀνάγκη, ἐάν τι ᾖ ἐν χρόνῳ, ἀεὶ αὐτὸ αὑτοῦ πρεσβύτερον γίγνεσθαι;
或者,如果有什么东西在时间之中,它不是必然总是变得比自身更年长吗?
ἀνάγκη.
” “必然。
οὐκοῦν τό γε πρεσβύτερον ἀεὶ νεωτέρου πρεσβύτερον;
” “而更年长者,不是总是比更年轻者更年长吗?
τί μήν;
” “确实如此。
τὸ πρεσβύτερον ἄρα ἑαυτοῦ γιγνόμενον καὶ νεώτερον ἑαυτοῦ ἅμα γίγνεται, εἴπερ μέλλει ἔχειν ὅτου πρεσβύτερον γίγνηται.
” “因此,变得比自身更年长者,如果它要有它比之变得更年长的对象,就必然同时也变得比自身更年轻。
πῶς λέγεις;
” “你怎么说?
ὧδε· διάφορον ἕτερον ἑτέρου οὐδὲν δεῖ γίγνεσθαι ἤδη ὄντος διαφόρου, ἀλλὰ τοῦ μὲν ἤδη ὄντος ἤδη εἶναι, τοῦ δὲ γεγονότος γεγονέναι, τοῦ δὲ μέλλοντος μέλλειν, τοῦ δὲ γιγνομένου οὔτε γεγονέναι οὔτε μέλλειν οὔτε εἶναί πω διάφορον, ἀλλὰ γίγνεσθαι καὶ ἄλλως οὐκ εἶναι.
” “像这样:一个东西没有必要变得与另一个已经不同的东西不同,而是对于已经不同的东西,它已经是不同的;对于已经成为不同的东西,它已经成为了不同的;对于将要成为不同的东西,它将要成为不同的;但对于正在成为不同的东西,它既不是已经成为不同,也不是将要成为不同,也不是已经是不同的,而是正在成为不同,并且没有别的状态。
ἀνάγκη γὰρ δή.
” “这确实是必然的。
ἀλλὰ μὴν τό γε πρεσβύτερον διαφορότης νεωτέρου ἐστὶν καὶ οὐδενὸς ἄλλου.
” “然而,更年长确实是对于更年轻者的不同,而非对于其他任何东西。
ἔστι γάρ.
” “确实如此。
τὸ ἄρα πρεσβύτερον ἑαυτοῦ γιγνόμενον ἀνάγκη καὶ νεώτερον ἅμα ἑαυτοῦ γίγνεσθαι.
” “因此,变得比自身更年长者,也必然同时变得比自身更年轻。
ἔοικεν.
” “看来如此。
ἀλλὰ μὴν καὶ μήτε πλείω ἑαυτοῦ γίγνεσθαι χρόνον μήτε ἐλάττω, ἀλλὰ τὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῷ καὶ εἶναι καὶ γεγονέναι καὶ μέλλειν ἔσεσθαι.
” “但是,它也绝不会比自身经历更多或更少的时间,而是要以与自身相等的时间去正在成为、存在、已经成为和将要存在。
ἀνάγκη γὰρ οὖν καὶ ταῦτα.
” “因为这些也确实是必然的。
ἀνάγκη ἄρα ἐστίν, ὡς ἔοικεν, ὅσα γε ἐν χρόνῳ ἐστὶν καὶ μετέχει τοῦ τοιούτου, ἕκαστον αὐτῶν τὴν αὐτήν τε αὐτὸ αὑτῷ ἡλικίαν ἔχειν καὶ πρεσβύτερόν τε αὑτοῦ ἅμα καὶ νεώτερον γίγνεσθαι.
” “因此,看来,凡是存在于时间之中并分有此类特性的事物,它们中的每一个都必然与自身同龄,同时又变得比自身既更年长也更年轻。
κινδυνεύει.
” “大概是这样。
ἀλλὰ μὴν τῷ γε ἑνὶ τῶν τοιούτων παθημάτων οὐδὲν μετῆν.
” “然而,一绝不分有任何这类状态。
οὐ γὰρ μετῆν.
” “确实不分有。
οὐδὲ ἄρα χρόνου αὐτῷ μέτεστιν, οὐδʼ ἔστιν ἔν τινι χρόνῳ.
” “因此,它也不分有时间,也不存在于任何时间之中。
οὔκουν δή, ὥς γε ὁ λόγος αἱρεῖ.
” “至少根据论证来看,确实如此。
τί οὖν;
” “那么什么?
τὸ ἦν καὶ τὸ γέγονε καὶ τὸ ἐγίγνετο οὐ χρόνου μέθεξιν δοκεῖ σημαίνειν τοῦ ποτὲ γεγονότος;
‘曾是’、‘已成为’和‘正在成为’,难道不显得是表示分有了过去存在的某个时间吗?
καὶ μάλα.
” “非常符合。
τί δέ;
” “那么,‘将是’、‘将成为’和‘将被产生’呢?
τὸ ἔσται καὶ τὸ γενήσεται καὶ τὸ γενηθήσεται οὐ τοῦ ἔπειτα;
难道不表示分有了将来的时间吗?
ναί.
” “是的。
τὸ δὲ δὴ ἔστι καὶ τὸ γίγνεται οὐ τοῦ νῦν παρόντος;
” “而‘现在是’和‘正在成为’,难道不表示现在的当下吗?
πάνυ μὲν οὖν.
” “完全如此。
εἰ ἄρα τὸ ἓν μηδαμῇ μηδενὸς μετέχει χρόνου, οὔτε ποτὲ γέγονεν οὔτʼ ἐγίγνετο οὔτʼ ἦν ποτέ, οὔτε νῦν γέγονεν οὔτε γίγνεται οὔτε ἔστιν, οὔτʼ ἔπειτα γενήσεται οὔτε γενηθήσεται οὔτε ἔσται.
” “因此,如果一绝不分有任何时间,它就既未曾成为,也未曾正在成为,也未曾存在;现在既未曾成为,也未正在成为,现在也不存在;将来既不会成为,也不会被产生,也不会存在。
ἀληθέστατα.
” “最真实不过了。
ἔστιν οὖν οὐσίας ὅπως ἄν τι μετάσχοι ἄλλως ἢ κατὰ τούτων τι;
” “那么,一件事物除了按照这些方式之一,还能有其他方式分有实体吗?
οὐκ ἔστιν.
” “没有。
οὐδαμῶς ἄρα τὸ ἓν οὐσίας μετέχει.
” “因此,一绝不分有实体。
οὐκ ἔοικεν.
” “看来不。
οὐδαμῶς ἄρα ἔστι τὸ ἕν.
” “因此,一绝不存在。
οὐ φαίνεται.
” “看来不。 ”

词汇与语法注释

  1. 141bδιάφορον ἕτερον ἑτέρου — 主语为 ἕτερον,表语为 διάφορον,比较属格为 ἑτέρου,意为“一者与另一者不同”。接下来的 ἤδη ὄντος(“已经是……者”)是属格,修饰 ἑτέρου 或与其同格,以此确立“已经不同者”与“正在变得不同者”之间的对比。
  2. 141cτὸν ἴσον χρόνον καὶ γίγνεσθαι ἑαυτῷ καὶ εἶναι — “τὸν ἴσον χρόνον” 是表示时间持续的时间宾格(副词性宾格),而与格 “ἑαυτῷ” 依存其形容词 “ἴσον”(“与自身相等的时间”)。这一宾格短语修饰随后的一系列不定式(γίγνεσθαι, εἶναι, γεγονέναι, μέλλειν)。
  3. 141dὥς γε ὁ λόγος αἱρεῖ — αἱρέω 的这种惯用方法意为“(论证)得出结论、表明”,在此处表示“至少根据论证所表明的”。

引用这一段

柏拉图, 巴门尼德篇 §141. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:141

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。