Humanitext Reader

柏拉图 · 巴门尼德篇 §140

一既无相似性与相等性亦无时间关系

第 11 段,共 36 段 · 希腊语

内容简介

巴门尼德论证了“一”无论对于自身还是他者都既不相似也不不相似,既不相等也不不相等(不更大也不更小),并开始指出它也不具有时间上的同一性(同龄、更年长或更年轻)。

§140οὐδὲ μὴν ὅμοιόν τινι ἔσται οὐδʼ ἀνόμοιον οὔτε αὑτῷ οὔτε ἑτέρῳ.
“而且,它无论对于自身还是对于另一个东西,都既不会是相似的,也不会是不相似的。
τί δή;
” “为什么呢?
ὅτι τὸ ταὐτόν που πεπονθὸς ὅμοιον.
” “因为凡是承受了相同特征的东西,想必是相似的。
ναί.
” “是的。
τοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν.
” “然而,相同在性质上已显得与一不同。
ἐφάνη γάρ.
” “确实如此。
ἀλλὰ μὴν εἴ τι πέπονθε χωρὶς τοῦ ἓν εἶναι τὸ ἕν, πλείω ἂν εἶναι πεπόνθοι ἢ ἕν, τοῦτο δὲ ἀδύνατον.
” “但是,如果一在‘是一’之外还承受了任何东西,那么它所承受的就会使它成为多于一,而这是不可能的。
ναί.
” “是的。
οὐδαμῶς ἔστιν ἄρα ταὐτὸν πεπονθὸς εἶναι τὸ ἓν οὔτε ἄλλῳ οὔτε ἑαυτῷ.
” “因此,一绝不可能无论与另一个东西还是与自身承受相同的特征。
οὐ φαίνεται.
” “看来不。
οὐδὲ ὅμοιον ἄρα δυνατὸν αὐτὸ εἶναι οὔτε ἄλλῳ οὔτε ἑαυτῷ.
” “因此,它也绝不可能无论与另一个东西还是与自身相似。
οὐκ ἔοικεν.
” “看来不。
οὐδὲ μὴν ἕτερόν γε πέπονθεν εἶναι τὸ ἕν· καὶ γὰρ οὕτω πλείω ἂν πεπόνθοι εἶναι ἢ ἕν.
” “而且,一也没有承受成为‘不同的’;因为如果是这样,它也会承受成为多于一。
πλείω γάρ.
” “因为会是多。
τό γε μὴν ἕτερον πεπονθὸς ἢ ἑαυτοῦ ἢ ἄλλου ἀνόμοιον ἂν εἴη ἢ ἑαυτῷ ἢ ἄλλῳ, εἴπερ τὸ ταὐτὸν πεπονθὸς ὅμοιον.
” “然而,凡是承受与自身或另一个东西不同特征的东西,就会与自身或另一个东西不相似,如果承受相同特征的东西是相似的。
ὀρθῶς.
” “对。
τὸ δέ γε ἕν, ὡς ἔοικεν, οὐδαμῶς ἕτερον πεπονθὸς οὐδαμῶς ἀνόμοιόν ἐστιν οὔτε αὑτῷ οὔτε ἑτέρῳ.
” “但一看来绝没有承受不同特征,因此无论对于自身还是对于另一个东西,都绝不是不相似的。
οὐ γὰρ οὖν.
” “确实如此。
οὔτε ἄρα ὅμοιον οὔτε ἀνόμοιον οὔθʼ ἑτέρῳ οὔτε ἑαυτῷ ἂν εἴη τὸ ἕν.
” “因此,一无论对于另一个东西还是对于自身,都既不会是相似的,也不会是不相似的。
οὐ φαίνεται.
” “看来不。
καὶ μὴν τοιοῦτόν γε ὂν οὔτε ἴσον οὔτε ἄνισον ἔσται οὔτε ἑαυτῷ οὔτε ἄλλῳ.
而且,既然是这样,它无论对于自身还是对于另一个东西,都既不会是相等的,也不会是不相等的。
πῇ;
” “怎么说呢?
ἴσον μὲν ὂν τῶν αὐτῶν μέτρων ἔσται ἐκείνῳ ᾧ ἂν ἴσον ᾖ. ναί.
” “如果它是相等的,对于它所相等的那一者,它将拥有相同的度量。
μεῖζον δέ που ἢ ἔλαττον ὄν, οἷς μὲν ἂν σύμμετρον ᾖ, τῶν μὲν ἐλαττόνων πλείω μέτρα ἕξει, τῶν δὲ μειζόνων ἐλάττω. ναί.
” “是的。
οἷς δʼ ἂν μὴ σύμμετρον, τῶν μὲν σμικροτέρων, τῶν δὲ μειζόνων μέτρων ἔσται.
” “但如果它更大或更小,对于那些与它可通约的东西,它比较小的拥有更多的度量,比较大的拥有更少的度量。
πῶς γὰρ οὔ;
” “是的。
οὐκοῦν ἀδύνατον τὸ μὴ μετέχον τοῦ αὐτοῦ ἢ μέτρων τῶν αὐτῶν εἶναι ἢ ἄλλων ὡντινωνοῦν τῶν αὐτῶν;
” “而对于那些不可通约的东西,它比较小的拥有度量,比较大的拥有度量。
ἀδύνατον.
” “怎么会不呢?
ἴσον μὲν ἄρα οὔτʼ ἂν ἑαυτῷ οὔτε ἄλλῳ εἴη μὴ τῶν αὐτῶν μέτρων ὄν.
” “那么,不分有‘相同’的东西,可能拥有相同的度量,或者拥有任何其他任何意义上的相同事物吗?
οὔκουν φαίνεταί γε.
这难道不是不可能的吗?
ἀλλὰ μὴν πλειόνων γε μέτρων ὂν ἢ ἐλαττόνων, ὅσωνπερ μέτρων, τοσούτων καὶ μερῶν ἂν εἴη·
” “不可能。
καὶ οὕτω αὖ οὐκέτι ἓν ἔσται ἀλλὰ τοσαῦτα ὅσαπερ καὶ τὰ μέτρα. ὀρθῶς.
” “因此,如果一不拥有相同的度量,它无论对于自身还是对于另一个东西,都不会是相等的。
εἰ δέ γε ἑνὸς μέτρου εἴη, ἴσον ἂν γίγνοιτο τῷ μέτρῳ·
” “确实看不出来。
τοῦτο δὲ ἀδύνατον ἐφάνη, ἴσον τῳ αὐτὸ εἶναι. ἐφάνη γάρ.
” “但是,如果它拥有更多或更少的度量,度量有多少,它就会有多少个部分;这样一来,它又不再是一,而是和度量一样多了。
οὔτε ἄρα ἑνὸς μέτρου μετέχον οὔτε πολλῶν οὔτε ὀλίγων, οὔτε τὸ παράπαν τοῦ αὐτοῦ μετέχον, οὔτε ἑαυτῷ ποτε, ὡς ἔοικεν, ἔσται ἴσον οὔτε ἄλλῳ·
” “对。
οὔτε αὖ μεῖζον οὐδὲ ἔλαττον οὔτε ἑαυτοῦ οὔτε ἑτέρου.
” “但如果它是由一个度量构成的,它就会与这个度量相等;但这已被表明是不可能的,即它自身与任何东西相等。
παντάπασι μὲν οὖν οὕτω.
” “确实已表明。
τί δέ;
” “因此,一既不分有一个度量,也不分有许多或少数,也根本不分有‘相同’,因此看来它绝不会无论与自身还是与另一个东西相等;反过来,它也既不会比自身或另一个东西更大,也不会更小。
πρεσβύτερον ἢ νεώτερον ἢ τὴν αὐτὴν ἡλικίαν ἔχειν τὸ ἓν δοκεῖ τῳ δυνατὸν εἶναι;
” “完全如此。
τί δὴ γὰρ οὔ;
” “那么,一有可能比某物更年长、更年轻,或者与某物同龄吗?
ὅτι που ἡλικίαν μὲν τὴν αὐτὴν ἔχον ἢ αὑτῷ ἢ ἄλλῳ ἰσότητος χρόνου καὶ ὁμοιότητος μεθέξει, ὧν ἐλέγομεν οὐ μετεῖναι τῷ ἑνί, οὔτε ὁμοιότητος οὔτε ἰσότητος.
” “为什么不呢?
ἐλέγομεν γὰρ οὖν.
” “因为,如果它与自身或另一个东西同龄,想必它就会分有时间的相等性和相似性,而我们说过一并不分有这些,即既不分有相似性,也不分有相等性。
καὶ μὴν καὶ ὅτι ἀνομοιότητός τε καὶ ἀνισότητος οὐ μετέχει, καὶ τοῦτο ἐλέγομεν.
” “我们确实是这么说的。
πάνυ μὲν οὖν.
” “而且,我们还说过,它不分有不相似性和不相等性。 ” “完全如此。 ”

词汇与语法注释

  1. 140aτοῦ δέ γε ἑνὸς χωρὶς ἐφάνη τὴν φύσιν τὸ ταὐτόν — τὴν φύσιν(本性)是关系宾格(表示在……方面),意为“在本性上”。χωρίς 支配属格 τοῦ ἑνὸς,意为“与一相分离”。整句理解为“‘相同’在本性上已显得与‘一’不同”。
  2. 140cτῶν μὲν ἐλαττόνων πλείω μέτρα ἕξει, τῶν δὲ μειζόνων ἐλάττω — 属格 τῶν μὲν ἐλαττόνων 和 τῶν δὲ μειζόνων 是取决于比较级形容词 πλείω 和 ἐλάττω 的“比较属格”。此处比较的对象是指可通约的他者的尺度(大小)。
  3. 140eὧν ἐλέγομεν οὐ μετεῖναι τῷ ἑνί — 关系代词 ὧν 指代先行词 ἰσότητος(相等性)和 ὁμοιότητος(相似性),是受不定式 μετεῖναι(源自无人称动词 μέτεστι)支配的部分属格。τῷ ἑνί 是该动词所支配的与格(表示占有或利益)。整句意为“我们曾说‘一’并不分有这些”。

引用这一段

柏拉图, 巴门尼德篇 §140. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:140

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。