Humanitext Reader

柏拉图 · 巴门尼德篇 §139

论一不处于静止以及既不同亦不异

第 10 段,共 36 段 · 希腊语

内容简介

论证了“一”不进行任何运动,且因其不能存在于同一地方而并不保持静止;进而论证了“一”无论对于自身还是对于他者,都既不相同也不相异。

§139οὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον χώραν ἀλλάττει, οὔτʼ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον.
“因此,一既不通过走向任何地方并在某物中产生来改变位置,也不在同一地方旋转,也不发生质变。
οὐκ ἔοικε.
” “看来不是。
κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον.
” “因此,对于一切运动而言,一都是不动的。
ἀκίνητον.
” “不动的。
ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον.
” “而且,我们还说它不可能在任何东西之中存在。
φαμὲν γάρ.
” “因为我们确实是这么说的。
οὐδʼ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν.
” “因此,它也绝不会在同一地方。
τί δή;
” “为什么呢?
ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν.
” “因为如果它在同一地方,它就已经存在于它作为同一地方所在的那个东西之中了。
πάνυ μὲν οὖν.
” “完全如此。
ἀλλʼ οὔτε ἐν αὑτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἐνεῖναι.
” “但是,它既不能在自身之中,也不能在另一个东西之中存在。
οὐ γὰρ οὖν.
” “确实如此。
οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ.
” “因此,一绝不在同一地方。
οὐκ ἔοικεν.
” “看来不是。
ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔτε ἡσυχίαν ἄγει οὔθʼ ἕστηκεν.
” “但是,绝不在同一地方的东西,既不保持静止,也不立定。
οὐ γὰρ οἷόν τε.
” “因为那是不可能的。
τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔτε ἕστηκεν οὔτε κινεῖται.
” “那么,一看来既不立定,也不运动。
οὔκουν δὴ φαίνεταί γε.
” “确实看不出来。
οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδʼ αὖ ἕτερον οὔτε αὑτοῦ οὔτε ἑτέρου ἂν εἴη.
而且,它既不会与另一个东西相同,也不会与自身相同;反过来,它既不会与自身不同,也不会与另一个东西不同。
πῇ δή;
” “怎么说呢?
ἕτερον μέν που ἑαυτοῦ ὂν ἑνὸς ἕτερον ἂν εἴη καὶ οὐκ ἂν εἴη ἕν.
” “如果它与自身不同,它就会与一个东西不同,从而不再是一了。
ἀληθῆ.
” “真的。
καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ δʼ οὐκ ἂν εἴη· ὥστε οὐδʼ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλʼ ἕτερον ἑνός.
” “而且,如果它与另一个东西相同,它就会是那个东西,而它自身就不复存在了;所以即使这样,它也不会是它所是的一,而是与一不同的东西。
οὐ γὰρ οὖν.
” “确实如此。
ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται.
” “因此,它既不与另一个东西相同,也不与自身不同。
οὐ γάρ.
” “是的。
ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί.
” “但是,只要它是一,它就不会与另一个东西不同;因为与某物不同并不属于一,而仅属于与另一个东西不同的东西,而不属于其他任何东西。
ὀρθῶς.
” “对。
τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει;
” “因此,因其是一,它不会是不同的;或者你认为呢?
οὐ δῆτα.
” “绝非如此。
ἀλλὰ μὴν εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό· αὐτὸ δὲ μηδαμῇ ὂν ἕτερον οὐδενὸς ἔσται ἕτερον.
” “但是,如果不是因这个而不同,它就不会因自身而不同;如果不是因自身,那就不是它自己;如果它自己绝不是不同的,它就不会与任何东西不同。
ὀρθῶς.
” “对。
οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται.
” “它也不会与自身相同。
πῶς δʼ οὔ;
” “怎么不会呢?
οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὑτὴ δήπου καὶ τοῦ ταὐτοῦ.
” “一的本性与相同的本性想必是不同的。
τί δή;
” “为什么?
ὅτι οὐκ, ἐπειδὰν ταὐτὸν γένηταί τῴ τι, ἓν γίγνεται.
” “因为当某物与某物相同时,它并不会因此成为一。
ἀλλὰ τί μήν;
” “那是为什么呢?
τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι ἀλλʼ οὐχ ἕν.
” “因为与许多东西相同的东西,必然成为许多,而不是一。
ἀληθῆ.
” “真的。
ἀλλʼ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῇ διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἕν, ταὐτόν.
” “但是,如果一和相同没有任何区别,那么每当某物成为相同时,它总是会成为一;每当成为一时,也会成为相同。
πάνυ γε.
” “完全如此。
εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται· καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται.
” “因此,如果一要与自身相同,它就与自身不是一了;这样一来,它虽是一,却又不是一。
ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν.
但这是不可能的;因此,一既不可能与另一个东西不同,也不可能与自身相同。
ἀδύνατον.
” “不可能。
οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτʼ ἂν αὑτῷ οὔτʼ ἂν ἑτέρῳ εἴη.
” “因此,一无论对于自身还是对于另一个东西,都既不会是不同的,也不会是相同的。
οὐ γὰρ οὖν.
” “确实如此。 ”

词汇与语法注释

  1. 139aοὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν τῳ γιγνόμενον — 分词 `ἰὸν`(源自 `εἶμι`)和 `γιγνόμενον` 是状语分词(方式或手段),修饰主句动词 `ἀλλάττει`。`ποι`(向某处)修饰 `ἰὸν`,`ἔν τῳ`(在某物中)修饰 `γιγνόμενον`。
  2. 139aὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν — 由连词 `ὅτι` 引导的原因从句。`ἂν... εี่ย` 属于潜在希求法(或反事实条件句的主句),表达逻辑推论:“如果它确实在同一地方,那么它就已经存在于作为同一地方的那个东西之中了。”
  3. 139cοὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου — `ἑνὶ` 是依附于 `προσήκει`(“属于”)的与格。`ἑτέρῳ` 是系动词 `εἶναι` 后的表语形容词,并支配表示相异的属格 `τινὸς`(“与某物不同”)。在后半句中,`ἑτέρῳ` 起名词作用(“他者”),支配属格 `ἑτέρου`(“与他者”)。
  4. 139eεἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται — 第一句中的与格 `ἑαυτῷ` 修饰 `ταὐτὸν`(“与自身相同”),而在第二句 `οὐχ ἓν ἑαυτῷ ἔσται` 中则修饰 `ἕν`(“与自身不为一”)。与格在这两个形容词(“相同”和“一”)下的双重修饰关系被用来建构悖论。

引用这一段

柏拉图, 巴门尼德篇 §139. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:139

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。