Humanitext Reader

柏拉图 · 巴门尼德篇 §138

一既无所在亦无静止与运动

第 9 段,共 36 段 · 希腊语

内容简介

巴门尼德论证了没有部分的“一”无法存在于任何地方(既不在自身中也不在它物中),并且它既不能静止也不能运动(无论是通过质变、圆周运动、移动还是进入某物之中)。

§138καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν εἴη· οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ εἴη.
“而且,既然它是这样的,它就将在无处存在;因为它既不会在另一个东西之中,也不会在它自身之中。
πῶς δή;
” “怎么说呢?
ἐν ἄλλῳ μὲν ὂν κύκλῳ που ἂν περιέχοιτο ὑπʼ ἐκείνου ἐν ᾧ ἐνείη, καὶ πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς· τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῇ κύκλῳ ἅπτεσθαι.
” “如果它在另一个东西之中,它大概会被它所在的那种容器呈圆形包围,并且会以其自身的许多部分在许多地方与它相接触;但是,对于一个没有部分且不分有圆形的一来说,要在许多地方呈圆形与它物接触是不可能的。
ἀδύνατον.
” “不可能。
ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν κἂν ἑαυτῷ εἴη περιέχον οὐκ ἄλλο ἢ αὑτό, εἴπερ καὶ ἐν ἑαυτῷ εἴη· ἔν τῳ γάρ τι εἶναι μὴ περιέχοντι ἀδύνατον.
” “但是,如果它自身在自身之中,既然它确实是在自身之中,那么包围它的就非它自身莫属;因为任何东西要在不包围它的东西之中,是不可能的。
ἀδύνατον γάρ.
” “因为那是不可能的。
οὐκοῦν ἕτερον μὲν ἄν τι εἴη αὐτὸ τὸ περιέχον, ἕτερον δὲ τὸ περιεχόμενον· οὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει· καὶ οὕτω τὸ ἓν οὐκ ἂν εἴη ἔτι ἓν ἀλλὰ δύο.
” “因此,包围者将是一样东西,而被包围者则是另一样东西;因为同一个事物作为一个整体,不会同时既承受包围又施加包围;这样一来,一就不再是一,而是二了。
οὐ γὰρ οὖν.
” “确实如此。
οὐκ ἄρα ἐστίν που τὸ ἕν, μήτε ἐν αὑτῷ μήτε ἐν ἄλλῳ ἐνόν.
” “因此,一无论是在自身之中还是在另一个东西之中都无法存在,所以它在无处存在。
οὐκ ἔστιν.
” “不存在。
ὅρα δή, οὕτως ἔχον εἰ οἷόν τέ ἐστιν ἑστάναι ἢ κινεῖσθαι.
” “那么请看,处于这种状态的一是否可能保持静止或运动。
τί δὴ γὰρ οὔ;
” “为什么不可能呢?
ὅτι κινούμενόν γε ἢ φέροιτο ἢ ἀλλοιοῖτο ἄν· αὗται γὰρ μόναι κινήσεις.
” “因为如果它运动,它要么是移动,要么是质变;因为只有这两种运动。
ναί.
” “是的。
ἀλλοιούμενον δὲ τὸ ἓν ἑαυτοῦ ἀδύνατόν που ἓν ἔτι εἶναι.
” “但是,如果一与自身相比发生了质变,它就绝不可能仍然是一了。
ἀδύνατον.
” 「不可能。
οὐκ ἄρα κατʼ ἀλλοίωσίν γε κινεῖται.
」 “因此,它不会通过质变来运动。
οὐ φαίνεται.
” “看来不会。
ἀλλʼ ἆρα τῷ φέρεσθαι;
” “那么,是通过移动吗?
ἴσως.
” “也许。
καὶ μὴν εἰ φέροιτο τὸ ἕν, ἤτοι ἐν τῷ αὐτῷ ἂν περιφέροιτο κύκλῳ ἢ μεταλλάττοι χώραν ἑτέραν ἐξ ἑτέρας.
” “而且,如果一在移动,它要么在同一个地方作圆周运动,要么从一个地方换到另一个地方。
ἀνάγκη.
” “必然如此。
οὐκοῦν κύκλῳ μὲν περιφερόμενον ἐπὶ μέσου βεβηκέναι ἀνάγκη, καὶ τὰ περὶ τὸ μέσον φερόμενα ἄλλα μέρη ἔχειν ἑαυτοῦ· ᾧ δὲ μήτε μέσου μήτε μερῶν προσήκει, τίς μηχανὴ τοῦτο κύκλῳ ποτʼ ἐπὶ τοῦ μέσου ἐνεχθῆναι;
” “然而,作圆周运动的东西必须立于中心之上,并且拥有自身围绕中心移动的其他部分;但是,对于既没有中心又没有部分的东西,有什么办法能让它围绕中心作圆周运动呢?
οὐδεμία.
” “没办法。
ἀλλὰ δὴ χώραν ἀμεῖβον ἄλλοτʼ ἄλλοθι γίγνεται καὶ οὕτω κινεῖται;
” “那么,它是通过改变位置、时而在此时而在彼,并以此种方式运动吗?
εἴπερ γε δή.
” “如果它确实运动的话。
οὐκοῦν εἶναι μέν που ἔν τινι αὐτῷ ἀδύνατον ἐφάνη;
” “那么,一在任何东西之中存在,不是已经被证明是不可能的吗?
ναί.
” “是的。
ἆρʼ οὖν γίγνεσθαι ἔτι ἀδυνατώτερον;
” “那么,进入任何东西之中,是不是更加不可能呢?
οὐκ ἐννοῶ ὅπῃ.
” “我不明白为什么。
εἰ ἔν τῴ τι γίγνεται, οὐκ ἀνάγκη μήτε πω ἐν ἐκείνῳ εἶναι ἔτι ἐγγιγνόμενον, μήτʼ ἔτι ἔξω ἐκείνου παντάπασιν, εἴπερ ἤδη ἐγγίγνεται;
” “如果某个东西进入某个东西之中,当它正在进入时,它难道不是必然既不在此物之中,又非完全在此物之外吗?
ἀνάγκη.
如果它确实已经开始进入的话。
εἰ ἄρα τι ἄλλο πείσεται τοῦτο, ἐκεῖνο ἂν μόνον πάσχοι οὗ μέρη εἴη·
” “必然如此。
τὸ μὲν γὰρ ἄν τι αὐτοῦ ἤδη ἐν ἐκείνῳ, τὸ δὲ ἔξω εἴη ἅμα· τὸ δὲ μὴ ἔχον μέρη οὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω.
” “因此,如果其他事物要承受这种情况,那就只有拥有部分的事物才能承受;因为它的某一部分已经在此物之中,而另一部分同时在此物之外;但是,没有部分的事物,绝不可能以任何方式作为一个整体,同时既不在某物的内部也不在其外部。
ἀληθῆ.
” “真的。
οὗ δὲ μήτε μέρη εἰσὶ μήτε ὅλον τυγχάνει ὄν, οὐ πολὺ ἔτι ἀδυνατώτερον ἐγγίγνεσθαί που, μήτε κατὰ μέρη μήτε κατὰ ὅλον ἐγγιγνόμενον;
” “对于一个既没有部分、也不是整体的事物,既然它既不能通过部分进入,也不能作为整体进入,那么要在某处产生,岂不是更加不可能吗?
φαίνεται.
” “看来是的。 ”

词汇与语法注释

  1. 138aπολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς — αὐτοῦ 是指代前述容器(ἐκεῖνο ἐν ᾧ ἐνείη)的属格(动词 ἅπτομαι 的宾语)。而 πολλοῖς 是中性复数与格,表示手段或方式,意为“用其自身的许多(部分)”。由于“一”没有部分,这一前提被证明是不可能的。
  2. 138bοὐ γὰρ ὅλον γε ἄμφω ταὐτὸν ἅμα πείσεται καὶ ποιήσει — 两个动词 πείσεται(被动,即被包围)和 ποιήσει(主动,即包围)针对同一主语进行了对比。ταὐτόν(同一件事)是两个动词的宾语,ὅλον(作为整体)作为副词修饰主语的状态。若假设“一”在自身之中,它自身作为整体必须同时兼具主动(包围)和被动(被包围)两种角色,从而产生矛盾。
  3. 138eοὐχ οἷόν τέ που ἔσται τρόπῳ οὐδενὶ ὅλον ἅμα μήτε ἐντὸς εἶναί τινος μήτε ἔξω — 双重否定结构。主句的否定 οὐχ οἷόν τε(不可能)后接 μήτε... μήτε...,否定了“既不在内部也不在外部这一中间过渡状态”的可能性。这表明,事物进入另一物体的过渡期需要处于“一部分在内,一部分在外”的状态,但对于没有部分的“一”来说,作为整体同时(ὅλον ἅμα)处于这种状态是不可能的。

引用这一段

柏拉图, 巴门尼德篇 §138. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:138

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。