Humanitext Reader

柏拉图 · 巴门尼德篇 §137

关于一的探究开始及其无部分与整体

第 8 段,共 36 段 · 希腊语

内容简介

巴门尼德将自己比作一匹年迈的战马,虽对庞大的辩论感到畏惧,但仍同意以自己的“一”为假设开始讨论,并选择最年轻的亚里士多德作为对话人。他首先推论出,如果一是一,它就不能有部分或整体,因而必定是无限且无形的。

§137καίτοι δοκῶ μοι τὸ τοῦ Ἰβυκείου ἵππου πεπονθέναι, ᾧ ἐκεῖνος ἀθλητῇ ὄντι καὶ πρεσβυτέρῳ, ὑφʼ ἅρματι μέλλοντι ἀγωνιεῖσθαι καὶ διʼ ἐμπειρίαν τρέμοντι τὸ μέλλον, ἑαυτὸν ἀπεικάζων ἄκων ἔφη καὶ αὐτὸς οὕτω πρεσβύτης ὢν εἰς τὸν ἔρωτα ἀναγκάζεσθαι ἰέναι·
然而,我觉得自己现在的遭遇就像伊比科斯的那匹战马,他把自己比作那匹马——它虽已年迈却曾是冠军,如今又将套上战车去竞争,并且因为有经验而对未来的战斗感到颤抖——他说,他自己到了这般年纪,也违背意愿地被强迫陷入爱河。
κἀγώ μοι δοκῶ μεμνημένος μάλα φοβεῖσθαι πῶς χρὴ τηλικόνδε ὄντα διανεῦσαι τοιοῦτόν τε καὶ τοσοῦτον πέλαγος λόγων·
我也想起了这件事,非常害怕像我这样年纪的人该如何游过如此庞大而深广的理论之海。
ὅμως δὲ δεῖ γὰρ χαρίζεσθαι, ἐπειδὴ καί, ὃ Ζήνων λέγει, αὐτοί ἐσμεν.
然而,既然正如芝诺所说,这里只有我们自己,我们还是必须顺从。
πόθεν οὖν δὴ ἀρξόμεθα καὶ τί πρῶτον ὑποθησόμεθα;
那么,我们究竟从何处开始,首先做出什么假设?
ἢ βούλεσθε, ἐπειδήπερ δοκεῖ πραγματειώδη παιδιὰν παίζειν, ἀπʼ ἐμαυτοῦ ἄρξωμαι καὶ τῆς ἐμαυτοῦ ὑποθέσεως, περὶ τοῦ ἑνὸς αὐτοῦ ὑποθέμενος, εἴτε ἕν ἐστιν εἴτε μὴ ἕν, τί χρὴ συμβαίνειν;
或者,既然我们决定玩一场耗费心力的游戏,你们是否愿意让我从自己以及我自己的假设开始,就“一”本身进行假设,无论它是“一”还是“非一”,看看必然会产生什么后果?
πάνυ μὲν οὖν, φάναι τὸν Ζήνωνα.
“非常愿意,”芝诺说。
τίς οὖν, εἰπεῖν, μοὶ ἀποκρινεῖται;
“那么,”他说,“谁来回答我?
ἢ ὁ νεώτατος;
是最年轻的那个吗?
ἥκιστα γὰρ ἂν πολυπραγμονοῖ, καὶ ἃ οἴεται μάλιστα ἂν ἀποκρίνοιτο· καὶ ἅμα ἐμοὶ ἀνάπαυλα ἂν εἴη ἡ ἐκείνου ἀπόκρισις.
因为他最不会多事,也会最照自己的想法来回答;同时,他的回答对我也是一种休息。
ἕτοιμός σοι, ὦ Παρμενίδη, φάναι, τοῦτο, τὸν Ἀριστοτέλη· ἐμὲ γὰρ λέγεις τὸν νεώτατον λέγων.
” “巴门尼德啊,我准备好了,”亚里士多德说,“因为你说最年轻的,指的就是我。
ἀλλὰ ἐρώτα ὡς ἀποκρινουμένου.
请提问吧,我会回答的。
εἶεν δή , φάναι·
” “那好,”他说。
εἰ ἕν ἐστιν, ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕν;
“如果一是一,一难道不就不能是多吗?
πῶς γὰρ ἄν;
” “怎么可能呢?
οὔτε ἄρα μέρος αὐτοῦ οὔτε ὅλον αὐτὸ δεῖ εἶναι.
” “因此,它既不应当有部分,它自身也不应当是一个整体。
τί δή;
” “为什么呢?
τὸ μέρος που ὅλου μέρος ἐστίν.
” “部分,当然是一个整体的部分。
ναί.
” “是的。
τί δὲ τὸ ὅλον;
” “那么整体是什么?
οὐχὶ οὗ ἂν μέρος μηδὲν ἀπῇ ὅλον ἂν εἴη;
难道不就是没有任何部分缺失的东西吗?
πάνυ γε.
” “确实如此。
ἀμφοτέρως ἄρα τὸ ἓν ἐκ μερῶν ἂν εἴη, ὅλον τε ὂν καὶ μέρη ἔχον.
” “那么,在这两种情况下,一都将由部分组成,既是整体又拥有部分。
ἀνάγκη.
” “必然如此。
ἀμφοτέρως ἂν ἄρα οὕτως τὸ ἓν πολλὰ εἴη ἀλλʼ οὐχ ἕν.
” “那么,在这两种情况下,一都将如此成为多而非一。
ἀληθῆ.
” “真的。
δεῖ δέ γε μὴ πολλὰ ἀλλʼ ἓν αὐτὸ εἶναι.
” “但一必须不是多,而是它自身。
δεῖ.
” “必须如此。
οὔτʼ ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν.
” “因此,如果一要是一,它既不会是整体,也不会有部分。
οὐ γάρ.
” “确实不会。
οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτʼ ἂν ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχοι· μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη.
” “那么,如果它没有任何部分,它就不会有起点、终点和中间;因为这些东西已经会是它的部分了。
ὀρθῶς.
” “对。
καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου.
” “而且,终点和起点确实是每个事物的界限。
πῶς δʼ οὔ;
” “怎么会不是呢?
ἄπειρον ἄρα τὸ ἕν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει.
” “那么,如果它既没有起点也没有终点,一就是无限的。
ἄπειρον.
” “无限。
καὶ ἄνευ σχήματος ἄρα· οὔτε γὰρ στρογγύλου οὔτε εὐθέος μετέχει.
” “而且它也是没有形状的,因为它既不分有圆,也不分有直。
πῶς;
” “为什么?
στρογγύλον γέ πού ἐστι τοῦτο οὗ ἂν τὰ ἔσχατα πανταχῇ ἀπὸ τοῦ μέσου ἴσον ἀπέχῃ.
” “圆,是指那些两端到中心在每个方向上都等距的东西。
ναί.
” “是的。
καὶ μὴν εὐθύ γε, οὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν ᾖ.
” “而直,则是两端之间的中间部分挡在两端前面的东西。
οὕτως.
” “确实如此。
οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη, εἴτε εὐθέος σχήματος εἴτε περιφεροῦς μετέχοι.
” “那么,无论一分有直的形状还是圆的形状,它都将有部分,并且会是多。
πάνυ μὲν οὖν.
” “完全如此。
οὔτε ἄρα εὐθὺ οὔτε περιφερές ἐστιν, ἐπείπερ οὐδὲ μέρη ἔχει.
” “因此,一既不是直,也不是圆,因为它甚至没有部分。
ὀρθῶς.
” “对。 ”

词汇与语法注释

  1. 137aᾧ ἐκεῖνος ἀθλητῇ ὄντι... ἑαυτὸν ἀπεικάζων — 关系代名词 ᾧ 以 ἵππου(马)为先行词,其与格受分词 ἀπεικάζων(“比作”)支配。一连串与格分词(ὄντι、μέλλοντι、τρέμοντι)修饰该关系代词,描述了马的状况;而主格分词 ἀπεικάζων 与主语 ἐκεῖνος(伊比科斯)一致,并以宾格代词 ἑαυτὸν(他自己)为直接宾语。这构成了一个多重嵌套的复杂分词结构:“他将自己比作那匹马(它虽已年迈却曾是冠军,如今又将套上战车去竞争,并且因为有经验而对未来的战斗感到颤抖)”。
  2. 137cἄλλο τι οὐκ ἂν εἴη — 短语 ἄλλο τι(即 ἄλλο τι ἤ 简写)是修辞疑问句中的惯用表达,意为“难道不是……吗?”(相当于 ἆρ' οὐ)。此处与否定词 οὐκ 连用,引出一个强烈肯定的否定推论:“一难道不可能不成为多吗?”,即“一绝不能是多”。
  3. 137eοὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν ᾖ — 关系从句 οὗ ἂν... ᾖ 定义了 εὐθύ(直线)。介词性副词 ἐπίπροσθεν 支配与格(此处为 ἀμφοῖν τοῖν ἐσχάτοιν“两端”),意为“挡在……的前面”。这反映了古希腊基于光学或视角的直线定义,即中间部分(τὸ μέσον)恰好挡在(或位于)两端点之间的直线上。

引用这一段

柏拉图, 巴门尼德篇 §137. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:137

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。