§136καὶ καλῶς γʼ, ἔφη.
“这确实很好,”他说。
χρὴ δὲ καὶ τόδε ἔτι πρὸς τούτῳ ποιεῖν, μὴ μόνον εἰ ἔστιν ἕκαστον ὑποτιθέμενον σκοπεῖν τὰ συμβαίνοντα ἐκ τῆς ὑποθέσεως, ἀλλὰ καὶ εἰ μὴ ἔστι τὸ αὐτὸ τοῦτο ὑποτίθεσθαι, εἰ βούλει μᾶλλον γυμνασθῆναι.
“但除了这一点之外,如果你想得到更多的训练,还必须做这件事:不仅要假定每个事物存在,并考察从该假设中产生出来的后果,而且还要假定这同一个事物不存在。
πῶς λέγεις;
”“您这是什么意思?
φάναι.
”苏格拉底说。
οἷον, ἔφη, εἰ βούλει, περὶ ταύτης τῆς ὑποθέσεως ἣν Ζήνων ὑπέθετο, εἰ πολλά ἐστι, τί χρὴ συμβαίνειν καὶ αὐτοῖς τοῖς πολλοῖς πρὸς αὑτὰ καὶ πρὸς τὸ ἓν καὶ τῷ ἑνὶ πρός τε αὑτὸ καὶ πρὸς τὰ πολλά· καὶ αὖ εἰ μή ἐστι πολλά, πάλιν σκοπεῖν τί συμβήσεται καὶ τῷ ἑνὶ καὶ τοῖς πολλοῖς καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα· καὶ αὖθις αὖ ἐὰν ὑποθῇ εἰ ἔστιν ὁμοιότης ἢ εἰ μὴ ἔστιν, τί ἐφʼ ἑκατέρας τῆς ὑποθέσεως συμβήσεται καὶ αὐτοῖς τοῖς ὑποτεθεῖσιν καὶ τοῖς ἄλλοις καὶ πρὸς αὑτὰ καὶ πρὸς ἄλληλα.
“例如,”他说,“如果你愿意,就针对芝诺所作的这个假设——‘如果多存在’——来看,对于多自身,它们对自己以及对一,还有对于一,它对自己以及对多,必然会产生什么后果;反过来,如果多不存在,则要再次考察,对于一和对于多,它们对自身以及对彼此,又会产生什么后果;而且如果再次假设‘如果相似存在’或‘如果它不存在’,在两种假设的每一种之下,对于被假设的事物自身以及对于其他事物,它们对自己以及对彼此,分别会产生什么后果。
καὶ περὶ ἀνομοίου ὁ αὐτὸς λόγος καὶ περὶ κινήσεως καὶ περὶ στάσεως καὶ περὶ γενέσεως καὶ φθορᾶς καὶ περὶ αὐτοῦ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι· καὶ ἑνὶ λόγῳ, περὶ ὅτου ἂν ἀεὶ ὑποθῇ ὡς ὄντος καὶ ὡς οὐκ ὄντος καὶ ὁτιοῦν ἄλλο πάθος πάσχοντος, δεῖ σκοπεῖν τὰ συμβαίνοντα πρὸς αὑτὸ καὶ πρὸς ἓν ἕκαστον τῶν ἄλλων, ὅτι ἂν προέλῃ, καὶ πρὸς πλείω καὶ πρὸς σύμπαντα ὡσαύτως· καὶ τἆλλα αὖ πρὸς αὑτά τε καὶ πρὸς ἄλλο ὅτι ἂν προαιρῇ ἀεί, ἐάντε ὡς ὂν ὑποθῇ ὃ ὑπετίθεσο, ἄντε ὡς μὴ ὄν, εἰ μέλλεις τελέως γυμνασάμενος κυρίως διόψεσθαι τὸ ἀληθές.
而关于不相似、关于运动、关于静止、关于生成与消灭、以及关于存在本身与不存在,也是同样的道理;总而言之,无论你在任何时候假设什么存在或不存在,或者处于任何其他状态,你都必须考察由于这些假设而产生的后果,包括对其自身的关系,以及对你所选择的其他事物中的每一个单体的关系,乃至同样地对更多的、对所有事物整体的关系;反过来,无论是将你所假设的东西假设为存在还是不存在,还要考察其他事物对自己以及对你随时选择的任何其他事物的关系,如果你打算在经过完美的训练后,真正看清真理的话。
ἀμήχανόν γʼ ἔφη, λέγεις, ὦ Παρμενίδη, πραγματείαν, καὶ οὐ σφόδρα μανθάνω.
”“巴门尼德啊,您说的是一件不可能的任务,”他说,“我不太明白。
ἀλλά μοι τί οὐ διῆλθες αὐτὸς ὑποθέμενός τι, ἵνα μᾶλλον καταμάθω;
但您为什么不自己假设一个东西,为我们演示一遍,好让我能更好地理解呢?
πολὺ ἔργον, φάναι, ὦ Σώκρατες, προστάττεις ὡς τηλικῷδε.
”“苏格拉底啊,你给像我这样年纪的人派了一件繁重的工作,”他说。
ἀλλὰ σύ, εἰπεῖν τὸν Σωκράτη, Ζήνων, τί οὐ διῆλθες ἡμῖν;
“但是你,芝诺,”苏格拉底说,“你为什么不为我们演示一下呢?
καὶ τὸν Ζήνωνα ἔφη γελάσαντα φάναι· αὐτοῦ, ὦ Σώκρατες, δεώμεθα Παρμενίδου· μὴ γὰρ οὐ φαῦλον ᾖ ὃ λέγει.
”他说,芝诺笑了笑,说:“苏格拉底,我们还是求巴门尼德自己吧;因为他所说的恐怕不是一件轻而易举的事。
ἢ οὐχ ὁρᾷς ὅσον ἔργον προστάττεις;
还是你没看见你派的任务有多大?
εἰ μὲν οὖν πλείους ἦμεν, οὐκ ἂν ἄξιον ἦν δεῖσθαι· ἀπρεπῆ γὰρ τὰ τοιαῦτα πολλῶν ἐναντίον λέγειν ἄλλως τε καὶ τηλικούτῳ· ἀγνοοῦσιν γὰρ οἱ πολλοὶ ὅτι ἄνευ ταύτης τῆς διὰ πάντων διεξόδου τε καὶ πλάνης ἀδύνατον ἐντυχόντα τῷ ἀληθεῖ νοῦν σχεῖν.
如果我们人更多一些,就不配提出这个请求了;因为在众人面前谈论这种事情是不合宜的,特别是对于像他这样年纪的人;因为大众并不知道,如果不经历这穿透一切的详细剖析与游移,就不可能在遇到真理时获得智慧。
ἐγὼ μὲν οὖν, ὦ Παρμενίδη, Σωκράτει συνδέομαι, ἵνα καὶ αὐτὸς διακούσω διὰ χρόνου.
因此,巴门尼德啊,我同苏格拉底一起向您请求,以便我自己也能在隔了这么久之后听一遍。
ταῦτα δὴ εἰπόντος τοῦ Ζήνωνος, ἔφη ὁ Ἀντιφῶν φάναι τὸν Πυθόδωρον, αὐτόν τε δεῖσθαι τοῦ Παρμενίδου καὶ τὸν Ἀριστοτέλη καὶ τοὺς ἄλλους, ἐνδείξασθαι ὃ λέγοι καὶ μὴ ἄλλως ποιεῖν.
”芝诺说完这些话后,据安提丰说,皮索多洛斯说,他自己、亚里士多德以及其他人也都请求巴门尼德演示他所说的话,不要拒绝。
τὸν οὖν Παρμενίδην·
于是巴门尼德说:“我必须服从了。
ἀνάγκη, φάναι, πείθεσθαι.
”