§134ἢ οὐ μανθάνεις ὃ λέγω;
或者难道你不明白我所说的话吗?
πάνυ γʼ, εἰπεῖν τὸν Σωκράτη, μανθάνω.
我确实明白,苏格拉底说。
οὐκοῦν καὶ ἐπιστήμη, φάναι, αὐτὴ μὲν ὃ ἔστι ἐπιστήμη τῆς ὃ ἔστιν ἀλήθεια αὐτῆς ἂν ἐκείνης εἴη ἐπιστήμη;
那么,他说,知识自身,即知识之所是,难道不会是真理自身,即真理之所是自身的知识吗?
πάνυ γε.
确实如此。
ἑκάστη δὲ αὖ τῶν ἐπιστημῶν, ἣ ἔστιν, ἑκάστου τῶν ὄντων, ὃ ἔστιν, εἴη ἂν ἐπιστήμη·
反过来,每一种特定的知识,难道不应当是关于每一个特定的存在之所是的知识吗?
ἢ οὔ;
还是不应当?
ναί.
是的。
ἡ δὲ παρʼ ἡμῖν ἐπιστήμη οὐ τῆς παρʼ ἡμῖν ἂν ἀληθείας εἴη, καὶ αὖ ἑκάστη ἡ παρʼ ἡμῖν ἐπιστήμη τῶν παρʼ ἡμῖν ὄντων ἑκάστου ἂν ἐπιστήμη συμβαίνοι εἶναι;
而我们身边的知识,难道不应当是关于我们身边的真理的吗? 进而,我们身边的每一种知识,也应当是我们身边的每一个存在物的知识,不是吗?
ἀνάγκη.
必然如此。
ἀλλὰ μὴν αὐτά γε τὰ εἴδη, ὡς ὁμολογεῖς, οὔτε ἔχομεν οὔτε παρʼ ἡμῖν οἷόν τε εἶναι.
然而,那些形相自身,正如你所同意的,我们既不拥有,它们也不可能存在于我们之中。
οὐ γὰρ οὖν.
确实不。
γιγνώσκεται δέ γέ που ὑπʼ αὐτοῦ τοῦ εἴδους τοῦ τῆς ἐπιστήμης αὐτὰ τὰ γένη ἃ ἔστιν ἕκαστα;
但是,每一个种自身,即它们之所是,难道不是被知识的形相自身所认识的吗?
ναί.
是的。
ὅ γε ἡμεῖς οὐκ ἔχομεν.
而这是我们所不拥有的。
οὐ γάρ.
的确不。
οὐκ ἄρα ὑπό γε ἡμῶν γιγνώσκεται τῶν εἰδῶν οὐδέν, ἐπειδὴ αὐτῆς ἐπιστήμης οὐ μετέχομεν.
因此,形相中没有任何一个能被我们所认识,因为我们并不分有知识自身。
οὐκ ἔοικεν.
似乎如此。
ἄγνωστον ἄρα ἡμῖν καὶ αὐτὸ τὸ καλὸν ὃ ἔστι καὶ τὸ ἀγαθὸν καὶ πάντα ἃ δὴ ὡς ἰδέας αὐτὰς οὔσας ὑπολαμβάνομεν.
因此,对我们来说,美自身(美之所是)和善自身,以及所有那些我们设想为理念自身的东西,都是不可知的。
κινδυνεύει.
恐怕确实如此。
ὅρα δὴ ἔτι τούτου δεινότερον τόδε.
那么你且再看这个比这更可怕的事情。
τὸ ποῖον;
是什么事呢?
φαίης ἄν που, εἴπερ ἔστιν αὐτό τι γένος ἐπιστήμης, πολὺ αὐτὸ ἀκριβέστερον εἶναι ἢ τὴν παρʼ ἡμῖν ἐπιστήμην, καὶ κάλλος καὶ τἆλλα πάντα οὕτω.
我想你会说,如果确实存在某种知识的种自身,它要比我们身边的知识精确得多,美以及其他所有事物也是如此。
ναί.
是的。
οὐκοῦν εἴπερ τι ἄλλο αὐτῆς ἐπιστήμης μετέχει, οὐκ ἄν τινα μᾶλλον ἢ θεὸν φαίης ἔχειν τὴν ἀκριβεστάτην ἐπιστήμην;
那么,如果有其他事物分有知识自身,你难道不会说只有神才拥有这最精确的知识吗?
ἀνάγκη.
必然如此。
ἆρʼ οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ παρʼ ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχων;
那么,神拥有知识自身,是否反过来就能够认识我们身边的东西呢?
τί γὰρ οὔ;
怎么会不能呢?
ὅτι, ἔφη ὁ Παρμενίδης, ὡμολόγηται ἡμῖν, ὦ Σώκρατες, μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ παρʼ ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχει, μήτε τὰ παρʼ ἡμῖν πρὸς ἐκεῖνα, ἀλλʼ αὐτὰ πρὸς αὑτὰ ἑκάτερα.
因为,巴门尼德说,苏格拉底啊,我们已经同意,既不是那些形相对我们身边的东西具有它们所具有的力量,也不是我们身边的东西对那些形相具有力量,而是双方各自仅对自己具有关系。
ὡμολόγηται γάρ.
确实已经同意了。
οὐκοῦν εἰ παρὰ τῷ θεῷ αὕτη ἐστὶν ἡ ἀκριβεστάτη δεσποτεία καὶ αὕτη ἡ ἀκριβεστάτη ἐπιστήμη, οὔτʼ ἂν ἡ δεσποτεία ἡ ἐκείνων ἡμῶν ποτὲ ἂν δεσπόσειεν, οὔτʼ ἂν ἐπιστήμη ἡμᾶς γνοίη οὐδέ τι ἄλλο τῶν παρʼ ἡμῖν, ἀλλὰ ὁμοίως ἡμεῖς τε ἐκείνων οὐκ ἄρχομεν τῇ παρʼ ἡμῖν ἀρχῇ οὐδὲ γιγνώσκομεν τοῦ θείου οὐδὲν τῇ ἡμετέρᾳ ἐπιστήμῃ, ἐκεῖνοί τε αὖ κατὰ τὸν αὐτὸν λόγον οὔτε δεσπόται ἡμῶν εἰσὶν οὔτε γιγνώσκουσι τὰ ἀνθρώπεια πράγματα θεοὶ ὄντες.
那么,如果这最精确的支配权和最精确的知识在神那里,那么那些形相的支配权就绝不会支配我们,它们的知识也不会认识我们或我们身边的任何其他事物;同样,我们也不以我们身边的统治权统治它们,不以我们的知识认识神圣事物的任何部分;依此类推,那些神即便作为神,既不是我们的主人,也不认识人世间的事情。
ἀλλὰ μὴ λίαν, ἔφη, ᾖ θαυμαστὸς ὁ λόγος, εἴ τις τὸν θεὸν ἀποστερήσει τοῦ εἰδέναι.
但是,他说,如果剥夺了神的认识能力,这论证未免也太荒谬了。
§135ταῦτα μέντοι, ὦ Σώκρατες, ἔφη ὁ Παρμενίδης, καὶ ἔτι ἄλλα πρὸς τούτοις πάνυ πολλὰ ἀναγκαῖον ἔχειν τὰ εἴδη, εἰ εἰσὶν αὗται αἱ ἰδέαι τῶν ὄντων καὶ ὁριεῖταί τις αὐτό τι ἕκαστον εἶδος·
然而,苏格拉底啊,巴门尼德说,如果存在的这些理念确实存在,并且有人要把每一个形相都规定为某种自身独立的东西,那么形相必然会带有这些困难,以及此外极为庞杂的其他困难。
ὥστε ἀπορεῖν τε τὸν ἀκούοντα καὶ ἀμφισβητεῖν ὡς οὔτε ἔστι ταῦτα, εἴ τε ὅτι μάλιστα εἴη, πολλὴ ἀνάγκη αὐτὰ εἶναι τῇ ἀνθρωπίνῃ φύσει ἄγνωστα, καὶ ταῦτα λέγοντα δοκεῖν τε τὶ λέγειν καί, ὃ ἄρτι ἐλέγομεν, θαυμαστῶς ὡς δυσανάπειστον εἶναι.
以至于听者会感到困惑,并争辩说这些形相并不存在,或者即使它们确实存在,它们也极必然地对人类本性来说是不可知的。 而说这话的人似乎说得很有道理,正如我们刚才所说,他是极其难以说服的。
καὶ ἀνδρὸς πάνυ μὲν εὐφυοῦς τοῦ δυνησομένου μαθεῖν ὡς ἔστι γένος τι ἑκάστου καὶ οὐσία αὐτὴ καθʼ αὑτήν, ἔτι δὲ θαυμαστοτέρου τοῦ εὑρήσοντος καὶ ἄλλον δυνησομένου διδάξαι ταῦτα πάντα ἱκανῶς διευκρινησάμενον.
要能理解每个事物都有其自身独立存在的某种种和实体,这需要一个极有天赋的人;而要能发现它们,并能通过充分的厘清来教会别人这一切,则需要一个更令人惊叹的人。
συγχωρῶ σοι, ἔφη, ὦ Παρμενίδη, ὁ Σωκράτης· πάνυ γάρ μοι κατὰ νοῦν λέγεις.
我同意您的看法,巴门尼德,苏格拉底说;因为您所说的正合我意。
ἀλλὰ μέντοι, εἶπεν ὁ Παρμενίδης, εἴ γέ τις δή, ὦ Σώκρατες, αὖ μὴ ἐάσει εἴδη τῶν ὄντων εἶναι, εἰς πάντα τὰ νυνδὴ καὶ ἄλλα τοιαῦτα ἀποβλέψας, μηδέ τι ὁριεῖται εἶδος ἑνὸς ἑκάστου, οὐδὲ ὅποι τρέψει τὴν διάνοιαν ἕξει, μὴ ἐῶν ἰδέαν τῶν ὄντων ἑκάστου τὴν αὐτὴν ἀεὶ εἶναι, καὶ οὕτως τὴν τοῦ διαλέγεσθαι δύναμιν παντάπασι διαφθερεῖ.
然而,苏格拉底,巴门尼德说,如果有人反过来,在看到了刚才所说的一切以及其他类似的问题之后,依然不允许存在事物的形相,也不为每一个事物规定一个形相,那么由于他不允许每一个存在事物的理念始终保持同一,他就将无处安置自己的思想,并从而彻底摧毁辩证讨论的力量。
τοῦ τοιούτου μὲν οὖν μοι δοκεῖς καὶ μᾶλλον ᾐσθῆσθαι.
我想你对这种情况已经有了更深的体会。
ἀληθῆ λέγεις, φάναι.
您说得对,他说。
τί οὖν ποιήσεις φιλοσοφίας πέρι;
那么你将如何对待哲学?
πῇ τρέψῃ ἀγνοουμένων τούτων;
在这些形相不可知的情况下,你将转向何方?
οὐ πάνυ μοι δοκῶ καθορᾶν ἔν γε τῷ παρόντι.
至少在目前,我觉得自己还完全看不清楚。
πρῲ γάρ, εἰπεῖν, πρὶν γυμνασθῆναι, ὦ Σώκρατες, ὁρίζεσθαι ἐπιχειρεῖς καλόν τέ τι καὶ δίκαιον καὶ ἀγαθὸν καὶ ἓν ἕκαστον τῶν εἰδῶν.
因为你太早就尝试去规定美、正义、善以及每一个单一的形相了,苏格拉底,而在此之前你还没有经过训练。
ἐνενόησα γὰρ καὶ πρῴην σου ἀκούων διαλεγομένου ἐνθάδε Ἀριστοτέλει τῷδε.
因为前几天我在这里听见你和这位亚里士多德谈话时,我就注意到了这一点。
καλὴ μὲν οὖν καὶ θεία, εὖ ἴσθι, ἡ ὁρμὴ ἣν ὁρμᾷς ἐπὶ τοὺς λόγους· ἕλκυσον δὲ σαυτὸν καὶ γύμνασαι μᾶλλον διὰ τῆς δοκούσης ἀχρήστου εἶναι καὶ καλουμένης ὑπὸ τῶν πολλῶν ἀδολεσχίας, ἕως ἔτι νέος εἶ·
你且看清楚,你对论证的那种渴望是美好而神圣的;但趁着你还年轻,你要拉回自己,通过那些看起来无用、被大众称为‘废话’的东西去进行更多的训练;否则,真理将会从你身边溜走。
εἰ δὲ μή, σὲ διαφεύξεται ἡ ἀλήθεια.
帕门尼德,那么,他说,这种训练的方法是什么?
τίς οὖν ὁ τρόπος, φάναι, ὦ Παρμενίδη, τῆς γυμνασίας;
就是那一种,他说,即你从芝诺那里听到的那种。
οὗτος, εἶπεν, ὅνπερ ἤκουσας Ζήνωνος. πλὴν τοῦτό γέ σου καὶ πρὸς τοῦτον ἠγάσθην εἰπόντος, ὅτι οὐκ εἴας ἐν τοῖς ὁρωμένοις οὐδὲ περὶ ταῦτα τὴν πλάνην ἐπισκοπεῖν, ἀλλὰ περὶ ἐκεῖνα ἃ μάλιστά τις ἂν λόγῳ λάβοι καὶ εἴδη ἂν ἡγήσαιτο εἶναι.
不过,在你对他说的话中,我赞赏这一点,即你不允许在可见之物或围绕它们的地方去观察思想的游移,而是要围绕那些人最能通过理言把握并认为是形相的事物。
δοκεῖ γάρ μοι, ἔφη, ταύτῃ γε οὐδὲν χαλεπὸν εἶναι καὶ ὅμοια καὶ ἀνόμοια καὶ ἄλλο ὁτιοῦν τὰ ὄντα πάσχοντα ἀποφαίνειν.
因为,他说,在我看来,在这方面要表明存在的事物既相似又不相似、或者处于任何其他状态, pages 并不是什么难事。