Humanitext Reader

柏拉图 · 巴门尼德篇 §133

相似说之破产与相之不可知困难

第 5 段,共 36 段 · 希腊语

内容简介

巴门尼德指出,将分有界定为相似性必然导致无限倒退(第三人论证),因此必须寻找其他的分子方式。随后他提出了一个更重大的困难:若形相是自身独立存在的实体,它们便不可能存在于我们之中,从而使形相世界与我们的世界各自隔绝,导致形相成为我们完全不可知的东西。

§133οὐκ ἄρα οἷόν τέ τι τῷ εἴδει ὅμοιον εἶναι, οὐδὲ τὸ εἶδος ἄλλῳ· εἰ δὲ μή, παρὰ τὸ εἶδος ἀεὶ ἄλλο ἀναφανήσεται εἶδος, καὶ ἂν ἐκεῖνό τῳ ὅμοιον ᾖ, ἕτερον αὖ, καὶ οὐδέποτε παύσεται ἀεὶ καινὸν εἶδος γιγνόμενον, ἐὰν τὸ εἶδος τῷ ἑαυτοῦ μετέχοντι ὅμοιον γίγνηται.
因此,任何事物既不可能与形相相似,形相也不可能与他物相似;否则,在形相之外,将始终显现出另一个形相,并且如果那个形相与某物相似,就会再次显现出另一个,而如果形相变得与其分有者相似,那么新形相的不断产生就绝不会停止。
ἀληθέστατα λέγεις.
您说得再对不过了。
οὐκ ἄρα ὁμοιότητι τἆλλα τῶν εἰδῶν μεταλαμβάνει, ἀλλά τι ἄλλο δεῖ ζητεῖν ᾧ μεταλαμβάνει.
因此,其他事物并不是通过相似性来分有形相的,而是必须寻找某种其他分有方式。
ἔοικεν.
似乎如此。
ὁρᾷς οὖν, φάναι, ὦ Σώκρατες, ὅση ἡ ἀπορία ἐάν τις ὡς εἴδη ὄντα αὐτὰ καθʼ αὑτὰ διορίζηται;
那么,苏格拉底啊,他说,如果有人把形相规定为它们自身独立存在的实体,你看这困难会有多大?
καὶ μάλα.
确实非常大。
εὖ τοίνυν ἴσθι, φάναι, ὅτι ὡς ἔπος εἰπεῖν οὐδέπω ἅπτῃ αὐτῆς ὅση ἐστὶν ἡ ἀπορία, εἰ ἓν εἶδος ἕκαστον τῶν ὄντων ἀεί τι ἀφοριζόμενος θήσεις.
那么你且看清楚,他说,可以说你还没有触及这一困难的核心,即如果你总是为存在的每一个事物确立一个被区分开来的单一形相,这困难会有多大。
πῶς δή;
怎么会这样呢?
εἰπεῖν.
(苏格拉底)说。
πολλὰ μὲν καὶ ἄλλα, φάναι, μέγιστον δὲ τόδε. εἴ τις φαίη μηδὲ προσήκειν αὐτὰ γιγνώσκεσθαι ὄντα τοιαῦτα οἷά φαμεν δεῖν εἶναι τὰ εἴδη, τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοι τις ἐνδείξασθαι ὅτι ψεύδεται, εἰ μὴ πολλῶν μὲν τύχοι ἔμπειρος ὢν ὁ ἀμφισβητῶν καὶ μὴ ἀφυής, ἐθέλοι δὲ πάνυ πολλὰ καὶ πόρρωθεν πραγματευομένου τοῦ ἐνδεικνυμένου ἕπεσθαι, ἀλλʼ ἀπίθανος εἴη ὁ ἄγνωστα ἀναγκάζων αὐτὰ εἶναι.
还有许多其他原因,他说,但最大的是这一个:如果有人断言,若形相正如我们所说的那样存在,它们甚至根本不应当被认识,那么没有人能向说这话的人证明他是错的,除非这个争辩者恰巧有丰富的经验且天资聪明,并愿意跟随证明者进行极多且从远处入手的繁复论证;否则,那个强行主张形相是不可知的人,将是无法被说服的。
πῇ δή, ὦ Παρμενίδη;
这究竟是何意,帕门尼德?
φάναι τὸν Σωκράτη.
苏格拉底说。
ὅτι, ὦ Σώκρατες, οἶμαι ἂν καὶ σὲ καὶ ἄλλον, ὅστις αὐτήν τινα καθʼ αὑτὴν ἑκάστου οὐσίαν τίθεται εἶναι, ὁμολογῆσαι ἂν πρῶτον μὲν μηδεμίαν αὐτῶν εἶναι ἐν ἡμῖν.
因为,苏格拉底啊,他说,我想无论是你,还是任何其他主张每一个事物都有其自身独立存在之实体的人,首先都会同意,它们中没有任何一个存在于我们之中。
πῶς γὰρ ἂν αὐτὴ καθʼ αὑτὴν ἔτι εἴη;
因为如果它存在于我们之中,它又怎么能还是自身独立的实体呢?
φάναι τὸν Σωκράτη.
苏格拉底说。
καλῶς λέγεις, εἰπεῖν.
说得对,他说。
οὐκοῦν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν, αὐταὶ πρὸς αὑτὰς τὴν οὐσίαν ἔχουσιν, ἀλλʼ οὐ πρὸς τὰ παρʼ ἡμῖν εἴτε ὁμοιώματα εἴτε ὅπῃ δή τις αὐτὰ τίθεται, ὧν ἡμεῖς μετέχοντες εἶναι ἕκαστα ἐπονομαζόμεθα· τὰ δὲ παρʼ ἡμῖν ταῦτα ὁμώνυμα ὄντα ἐκείνοις αὐτὰ αὖ πρὸς αὑτά ἐστιν ἀλλʼ οὐ πρὸς τὰ εἴδη, καὶ ἑαυτῶν ἀλλʼ οὐκ ἐκείνων ὅσα αὖ ὀνομάζεται οὕτως.
因此,在这些理念中,凡是彼此具有相对应之关系的,都是它们自身之间具有这种实体的对应关系,而不是与我们身边的东西(无论它们是相似物还是其他什么被规定的东西,我们因为分有了这些东西而冠以各个名称)具有这种关系;而我们身边的这些东西,虽然与那些形相具有相同的名称,却只是在它们自己之间具有对应关系,而不是对形相具有关系;而那些如此被命名的事物,其关系也只属于它们自己,而不属于那些形相。
πῶς λέγεις;
这是什么意思?
φάναι τὸν Σωκράτη.
苏格拉底说。
οἷον, φάναι τὸν Παρμενίδην, εἴ τις ἡμῶν του δεσπότης ἢ δοῦλός ἐστιν, οὐκ αὐτοῦ δεσπότου δήπου, ὃ ἔστι δεσπότης, ἐκείνου δοῦλός ἐστιν, οὐδὲ αὐτοῦ δούλου, ὃ ἔστι δοῦλος, δεσπότης ὁ δεσπότης, ἀλλʼ ἄνθρωπος ὢν ἀνθρώπου ἀμφότερα ταῦτʼ ἐστίν·
例如,巴门尼德说,如果我们中的某个人是某个人的主人或奴隶,他当然不是‘主人自身’(即主人的形相)的奴隶,而那个主人也不是‘奴隶自身’(即奴隶的形相)的主人,相反,作为一个人类,他这两者都是相对于另一个人类而言的;但是,‘支配权自身’是相对于‘奴役自身’而言的支配权,同样地,‘奴役自身’也是相对于‘支配权自身’而言的奴役。
αὐτὴ δὲ δεσποτεία αὐτῆς δουλείας ἐστὶν ὅ ἐστι, καὶ δουλεία ὡσαύτως αὐτὴ δουλεία αὐτῆς δεσποτείας, ἀλλʼ οὐ τὰ ἐν ἡμῖν πρὸς ἐκεῖνα τὴν δύναμιν ἔχει οὐδὲ ἐκεῖνα πρὸς ἡμᾶς, ἀλλʼ, ὃ λέγω, αὐτὰ αὑτῶν καὶ πρὸς αὑτὰ ἐκεῖνά τέ ἐστι, καὶ τὰ παρʼ ἡμῖν ὡσαύτως πρὸς αὑτά.
我们身边的东西并不具有相对于那些形相的力量,那些形相也不具有相对于我们的力量,相反,正如我所说,那些形相自身只属于它们自己并相对于它们自己,而我们身边的东西同样也只相对于它们自己。

词汇与语法注释

  1. 133aεἰ δὲ μή — 意为“否则”或“如果不这样”的惯用表达。它将前句的否定性结论(事物不可能与形相相似,形相也不可能与事物相似)反转,引出“如果形相与其分有者确实相似”的假设。
  2. 133bεἰ μὴ πολλῶν μὲν τύχοι ἔμπειρος ὢν ὁ ἀμφισβητῶν... ἀλλʼ ἀπίθανος εἴη... — 一个极长且复杂的条件句结构。主句为“没有人能证明他是错的”,随后是由“除非……”(εἰ μὴ...)引导的排除条件,最后通过“否则……”(ἀλλʼ...)来补充和强调:在不满足这些条件的情况下,那个主张形相不可知的人将无法被说服。
  3. 133dὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν — 关系从句 `αἵ εἰσιν`(字面意为“它们是它们之所是”)使用了关系代名词 `αἵ` 与 `εἰσίν` 连用,用于简洁地描述那些仅通过相互的关联性来定义自身实体、且保持其本质的理念('which are what they are')。

引用这一段

柏拉图, 巴门尼德篇 §133. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0059.tlg009.humanitext-grc2:133

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。