§131πάνυ γε, φάναι τὸν Σωκράτη.
“当然,”苏格拉底说。
οὐκοῦν ἤτοι ὅλου τοῦ εἴδους ἢ μέρους ἕκαστον τὸ μεταλαμβάνον μεταλαμβάνει;
“那么,分有着形相的事物,是在分有整个形相,还是分有其一部分?
ἢ ἄλλη τις ἂν μετάληψις χωρὶς τούτων γένοιτο;
或者,除了这些之外,还能有其他某种分有方式吗?
καὶ πῶς ἄν;
” “怎么可能呢?
εἶπεν.
”他说。
πότερον οὖν δοκεῖ σοι ὅλον τὸ εἶδος ἐν ἑκάστῳ εἶναι τῶν πολλῶν ἓν ὄν, ἢ πῶς;
“那么,在你看来,整个形相作为单一的存在,是在这许多事物的每一个之中,还是怎样呢?
τί γὰρ κωλύει, φάναι τὸν Σωκράτη, ὦ Παρμενίδη,;
” “帕门尼德啊,这又有什么妨碍呢? ”苏格拉底说。
ἓν ἄρα ὂν καὶ ταὐτὸν ἐν πολλοῖς καὶ χωρὶς οὖσιν ὅλον ἅμα ἐνέσται, καὶ οὕτως αὐτὸ αὑτοῦ χωρὶς ἂν εἴη.
“如果是这样,那么作为一且相同的东西,它将同时整体地存在于许多彼此分离的事物中,如此一来,它就会与自身分离开来。
οὐκ ἄν, εἴ γε, φάναι, οἷον ἡμέρα μία καὶ ἡ αὐτὴ οὖσα πολλαχοῦ ἅμα ἐστὶ καὶ οὐδέν τι μᾶλλον αὐτὴ αὑτῆς χωρίς ἐστιν, εἰ οὕτω καὶ ἕκαστον τῶν εἰδῶν ἓν ἐν πᾶσιν ἅμα ταὐτὸν εἴη.
” “不会的,”他说,“就像‘一天’虽然是一且相同的,却同时存在于许多地方,而它并不因此就与自身分离开来;如果以这种方式,形相的每一个也同样同时在所有事物中作为一且相同的存在,情况也是如此。
ἡδέως γε, φάναι, ὦ Σώκρατες, ἓν ταὐτὸν ἅμα πολλαχοῦ ποιεῖς, οἷον εἰ ἱστίῳ καταπετάσας πολλοὺς ἀνθρώπους φαίης ἓν ἐπὶ πολλοῖς εἶναι ὅλον· ἢ οὐ τὸ τοιοῦτον ἡγῇ λέγειν;
” “苏格拉底啊,你非常巧妙地让同一且单一的东西同时存在于许多地方,”他说,“就好像你用一幅帆布遮盖了许多人,然后说有一个整体在许多人之上;或者你不认为你所说的正是这类事情吗?
ἴσως, φάναι.
” “也许是这样,”他说。
ἦ οὖν ὅλον ἐφʼ ἑκάστῳ τὸ ἱστίον εἴη ἄν, ἢ μέρος αὐτοῦ ἄλλο ἐπʼ ἄλλῳ;
“那么,这幅帆布是作为一个整体在每个人之上,还是它的不同部分在不同的人之上?
μέρος.
” “是部分。
μεριστὰ ἄρα, φάναι, ὦ Σώκρατες, ἔστιν αὐτὰ τὰ εἴδη, καὶ τὰ μετέχοντα αὐτῶν μέρους ἂν μετέχοι, καὶ οὐκέτι ἐν ἑκάστῳ ὅλον, ἀλλὰ μέρος ἑκάστου ἂν εἴη.
” “那么,苏格拉底,形相自身就是可以分割的了,”他说,“而分有它们的事物将分有其一部分,从而在每个事物中的不再是整体,而是每个形相的一部分。
φαίνεται οὕτω γε.
” “看来确实如此。
ἦ οὖν ἐθελήσεις, ὦ Σώκρατες, φάναι τὸ ἓν εἶδος ἡμῖν τῇ ἀληθείᾳ μερίζεσθαι, καὶ ἔτι ἓν ἔσται;
” “那么,苏格拉底,你真的愿意承认我们的单一形相被分割,而它依然是一吗?
οὐδαμῶς, εἰπεῖν.
” “绝非如此,”他说。
ὅρα γάρ, φάναι· εἰ αὐτὸ τὸ μέγεθος μεριεῖς καὶ ἕκαστον τῶν πολλῶν μεγάλων μεγέθους μέρει σμικροτέρῳ αὐτοῦ τοῦ μεγέθους μέγα ἔσται, ἆρα οὐκ ἄλογον φανεῖται;
“那么你看,”他说,“如果你分割‘大小自身’,而每一个许多大的事物,却因为分有了比‘大小自身’还要小的‘大小的一部分’而成为大,这难道不显得荒谬吗?
πάνυ γʼ, ἔφη.
” “确实如此,”他说。
τί δέ;
“那么,关于‘等同’呢?
τοῦ ἴσου μέρος ἕκαστον σμικρὸν ἀπολαβόν τι ἕξει ᾧ ἐλάττονι ὄντι αὐτοῦ τοῦ ἴσου τὸ ἔχον ἴσον τῳ ἔσται;
如果每个事物都得到‘等同’的一个微小部分,而这个持有的部分由于小于‘等同自身’,从而使得持有它的事物与某物相等,这可能吗?
ἀδύνατον.
” “不可能。
ἀλλὰ τοῦ σμικροῦ μέρος τις ἡμῶν ἕξει, τούτου δὲ αὐτοῦ τὸ σμικρὸν μεῖζον ἔσται ἅτε μέρους ἑαυτοῦ ὄντος, καὶ οὕτω δὴ αὐτὸ τὸ σμικρὸν μεῖζον ἔσται·
” “那么,如果我们中的某个人拥有‘微小’的一部分呢?
ᾧ δʼ ἂν προστεθῇ τὸ ἀφαιρεθέν, τοῦτο σμικρότερον ἔσται ἀλλʼ οὐ μεῖζον ἢ πρίν.
‘微小自身’将大于这部分本身,因为它只是自身的一部分,这样‘微小自身’就会变大;而那个被加上拔去部分的事物,将变得更小,而不是比以前更大。
οὐκ ἂν γένοιτο, φάναι, τοῦτό γε.
” “这绝不可能发生,”他说。
τίνα οὖν τρόπον, εἰπεῖν, ὦ Σώκρατες, τῶν εἰδῶν σοι τὰ ἄλλα μεταλήψεται, μήτε κατὰ μέρη μήτε κατὰ ὅλα μεταλαμβάνειν δυνάμενα;
“那么,苏格拉底,”他说,“如果其他事物既不能按部分、也不能按整体来分有,它们又将以何种方式分有这些形相呢?
οὐ μὰ τὸν Δία, φάναι, οὔ μοι δοκεῖ εὔκολον εἶναι τὸ τοιοῦτον οὐδαμῶς διορίσασθαι.
” “凭宙斯起誓,”他说,“要在任何意义上明确界定这种事情,对我来说似乎绝不容易。
τί δὲ δή;
” “那么关于这个呢?
πρὸς τόδε πῶς ἔχεις;
你对以下这点怎么看?
τὸ ποῖον;
” “哪一点?
§132οἶμαί σε ἐκ τοῦ τοιοῦδε ἓν ἕκαστον εἶδος οἴεσθαι εἶναι· ὅταν πόλλʼ ἄττα μεγάλα σοι δόξῃ εἶναι, μία τις ἴσως δοκεῖ ἰδέα ἡ αὐτὴ εἶναι ἐπὶ πάντα ἰδόντι, ὅθεν ἓν τὸ μέγα ἡγῇ εἶναι.
” “我想你认为每一个形相是一,是基于以下原因:当一些大的事物在你看来是大的时候,当你把它们全部看作一个整体时,也许会显现出某种相同的一个概念,由此你认为‘大’是一。
ἀληθῆ λέγεις, φάναι.
” “你说得对,”他说。
τί δʼ αὐτὸ τὸ μέγα καὶ τἆλλα τὰ μεγάλα, ἐὰν ὡσαύτως τῇ ψυχῇ ἐπὶ πάντα ἴδῃς, οὐχὶ ἕν τι αὖ μέγα φανεῖται, ᾧ ταῦτα πάντα μεγάλα φαίνεσθαι;
“但是,如果你的灵魂以同样的方式通盘看待‘大自身’和其他大的事物,难道不会再次显现出某种另一个‘大’,通过它,所有这些显现为大吗?
ἔοικεν.
” “似乎是这样。
ἄλλο ἄρα εἶδος μεγέθους ἀναφανήσεται, παρʼ αὐτό τε τὸ μέγεθος γεγονὸς καὶ τὰ μετέχοντα αὐτοῦ· καὶ ἐπὶ τούτοις αὖ πᾶσιν ἕτερον, ᾧ ταῦτα πάντα μεγάλα ἔσται· καὶ οὐκέτι δὴ ἓν ἕκαστόν σοι τῶν εἰδῶν ἔσται, ἀλλὰ ἄπειρα τὸ πλῆθος.
” “那么,大小的另一种形相将会显现出来,它产生于‘大小自身’及其分有者之外;而在所有这些之上,又将显现出另一个形相,通过它,所有这些都将成为大;这样,对你来说,形相的每一个将不再是一,而是无限多。
ἀλλά, φάναι, ὦ Παρμενίδη, τὸν Σωκράτη, μὴ τῶν εἰδῶν ἕκαστον ᾖ τούτων νόημα, καὶ οὐδαμοῦ αὐτῷ προσήκῃ ἐγγίγνεσθαι ἄλλοθι ἢ ἐν ψυχαῖς·
” “但是,帕门尼德啊,”苏格拉底说,“这些形相中的每一个,难道不可能是某种思想,并且它除了在灵魂中之外,不适合存在于任何其他地方吗?
οὕτω γὰρ ἂν ἕν γε ἕκαστον εἴη καὶ οὐκ ἂν ἔτι πάσχοι ἃ νυνδὴ ἐλέγετο.
因为这样一来,每一个就将是一,并且不再会遭受刚才所说的那些情况。
τί οὖν; φάναι, ἓν ἕκαστόν ἐστι τῶν νοημάτων, νόημα δὲ οὐδενός;
” “那么,”他说,“这些思想中的每一个都是一,但它难道不是对某种东西的思想吗?
ἀλλʼ ἀδύνατον, εἰπεῖν.
” “这是不可能的,”他说。
ἀλλὰ τινός;
“那么,是对某种东西的思想吗?
ναί.
” “是的。
ὄντος ἢ οὐκ ὄντος;
” “是对存在之物的思想,还是对不存在之物的思想?
ὄντος.
” “是对存在之物的思想。
οὐχ ἑνός τινος, ὃ ἐπὶ πᾶσιν ἐκεῖνο τὸ νόημα ἐπὸν νοεῖ, μίαν τινὰ οὖσαν ἰδέαν;
” “难道不是对某个单一之物的思想,即那个思想在通盘把握所有事物时,将其作为某种单一的概念来思考的那个东西吗?
ναί.
” “是的。
εἶτα οὐκ εἶδος ἔσται τοῦτο τὸ νοούμενον ἓν εἶναι, ἀεὶ ὂν τὸ αὐτὸ ἐπὶ πᾶσιν;
” “那么,这个被思考为一、在所有事物之上始终相同的那个东西,难道不就是形相吗?
ἀνάγκη αὖ φαίνεται.
” “看来这确实又是不可避免的。
τί δὲ δή; εἰπεῖν τὸν Παρμενίδην, οὐκ ἀνάγκῃ ᾗ τἆλλα φῂς τῶν εἰδῶν μετέχειν ἢ δοκεῖ σοι ἐκ νοημάτων ἕκαστον εἶναι καὶ πάντα νοεῖν, ἢ νοήματα ὄντα ἀνόητα εἶναι;
” “那么,”巴门尼德说,“难道没有一种必然性,即既然你认为其他事物分有形相,那么要么每个形相都由思想构成,所有事物都在思考,要么它们虽是思想,却是不思考的?
ἀλλʼ οὐδὲ τοῦτο, φάναι, ἔχει λόγον, ἀλλʼ, ὦ Παρμενίδη, μάλιστα ἔμοιγε καταφαίνεται ὧδε ἔχειν· τὰ μὲν εἴδη ταῦτα ὥσπερ παραδείγματα ἑστάναι ἐν τῇ φύσει, τὰ δὲ ἄλλα τούτοις ἐοικέναι καὶ εἶναι ὁμοιώματα, καὶ ἡ μέθεξις αὕτη τοῖς ἄλλοις γίγνεσθαι τῶν εἰδῶν οὐκ ἄλλη τις ἢ εἰκασθῆναι αὐτοῖς.
” “但这也不合情理,”他说,“相反,帕门尼德啊,在我看来,事情最可能是这样的:这些形相作为原型在自然中确立,而其他事物则与它们相似,是其相似物;而其他事物对形相的这种分有,不外乎就是变得像它们一样。
εἰ οὖν τι, ἔφη, ἔοικεν τῷ εἴδει, οἷόν τε ἐκεῖνο τὸ εἶδος μὴ ὅμοιον εἶναι τῷ εἰκασθέντι, καθʼ ὅσον αὐτῷ ἀφωμοιώθη;
” “如果有什么东西,”他说,“与形相相似,那么,那个形相在它被相似的范围内,难道可能不与这个被相似之物相似吗?
ἢ ἔστι τις μηχανὴ τὸ ὅμοιον μὴ ὁμοίῳ ὅμοιον εἶναι;
或者,有什么办法能让相似的东西不与相似的东西相似呢?
οὐκ ἔστι.
” “没有。
τὸ δὲ ὅμοιον τῷ ὁμοίῳ ἆρʼ οὐ μεγάλη ἀνάγκη ἑνὸς τοῦ αὐτοῦ μετέχειν; ἀνάγκη.
” “但是,相似之物与相似之物为了相似,难道不是大有必然要分有某个相同的东西吗? ” “必然如此。
οὗ δʼ ἂν τὰ ὅμοια μετέχοντα ὅμοια ᾖ, οὐκ ἐκεῖνο ἔσται αὐτὸ τὸ εἶδος;
” “而相似之物通过分有它而成为相似之物的那个东西,不就是形相自身吗?
παντάπασι μὲν οὖν.
” “完全正是如此。 ”